← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§101.9-102.23

胚胎的营养与发育过程及对德谟克利特的驳斥

针对亚里士多德关于胎儿因不完全而必然从别处摄取养分的论述(740a24),注释者详细阐述了从绒毛膜、心脏与脐带的生成,到身体各部分如同画家在草图上着色般得以完成的历程,并驳斥了德谟克利特关于胎儿留存子宫是为了模仿母体形态进行塑造的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27

" Ἐπεὶ δὲ δυνάμει μὲν ἤδη ζῷον ἀτελὲς δέ, ἄλλοθεν ἀναγκαῖον λαμβάνειν τὴν τροφήν." Πρὸς σαφήνειαν πάντων τῶν λεχθησομένων ἄνωθεν ῥητέον οὕτως· ἡ ἐν τῷ σπέρματι δύναμις εἰσελθοῦσα1 καὶ πρῶτον μὲν τὴν ἐκτὸς ἅπασαν ἐπιφάνειαν συστήσασα τοῦ καταμηνίου καὶ ποιήσασα τὸ καλούμενον χόριον, εἶτα τὸ ἐντὸς ἅπαν τοῦ χορίου κινήσασα καὶ περιγράψασα καὶ ἐκ τοῦ πρώτου δυνάμει εἰς ἄλλο τι δυνάμει ἀγαγοῦσα (ἦν μὲν γὰρ τὸ καταμήνιον καὶ πρὸ τοῦ σπέρμα τι εἰς τὴν ὑστέραν ἐλθεῖν δυνάμει πάντα τὰ τοῦ ζῴου μέρη, ἀλλ’ οὐχ οὕτως· τότε μὲν γὰρ δυνάμει ἦν ταῦτα, ὥσπερ τὸ παιδίον λέγομεν δυνάμει γραμματικόν, νῦν δ’ ἔχει τούτων πάντων τὰς περιγραφὰς λίαν ἐοικυίας ταῖς τῶν ζωγράφων σκιαγραφίαις. ὡς γὰρ οἱ ζωγράφοι πρῶτον μὲν ὑπογράφουσι ταῖς γραμμαῖς, εἶθ’ οὕτω τοῖς χρώμασιν ἐναλείφουσι καὶ ἀπαρτίζουσι τὸ γραφόμενον ζῷον, οὕτω καὶ ἡ ἐν τῷ σπέρματι δύναμις πρῶτον μὲν περιγράφει καὶ τελειοῖ τὴν καρδίαν μετὰ τὸ ἀπεργάσασθαι τὸ χόριον, καὶ ἐντίθησιν ἐν αὐτῇ τὰς ψυχικὰς δυνάμεις, θρεπτικήν, αὐξητικήν, αἰσθητικήν), αὕτη δὲ ἡ ψυχὴ καὶ φύσις περιγράφει μὲν ὁμοῦ ἅπαντα τὰ μόρια, εἶθ’ οὕτω τελειοῖ τὰς φλέβας, αἳ καλοῦνται ὀμφαλός, καὶ φέρουσα ἐμφυτεύει καὶ συνάπτει τῇ ὑστέρᾳ τῆς μητρός, ἀφ’ ἧς ὑστέρας διὰ τοῦ ὀμφαλοῦ ἕλκουσα τὴν τροφὴν (συνεχῶς γὰρ καὶ διόλου ἡ ὑστέρα τὸ τοιοῦτον περίττωμα δέχεται) καὶ τοιωσδὶ ἢ τοιωσδὶ συμπέττουσα καὶ τρέφουσα διὰ τοῦ ὀμφαλοῦ αὔξει καὶ τελειοῖ τὸ ζῷον. καὶ ἔοικεν ἡ μὲν προτέρα διαγραφὴ σκιαγραφίᾳ, αἱ δὲ μαλακότητες καὶ σκληρότητες καὶ τὰ τοιαῦτα, ἔτι δὲ καὶ τὰ χρώματα καὶ πάνθ’ ἁπλῶς ἅπερ ὕστερον λαμβάνουσιν ἐκ τῆς ἀπὸ τῆς ὑστέρας λαμβανομένης διὰ τοῦ ὀμφαλοῦ τροφῆς τοιῶσδε πεττομένης καὶ προσκρινομένης αὐτοῖς, πάντα οὖν τὰ τοιαῦτα, ὅσα ὕστερον λαμβάνουσιν, ἐοίκασι τοῖς ἐναλειφομένοις χρώμασιν ὑπὸ τῶν ζωγράφων. ταῦτα μὲν οὖν εἴρηταί μοι κεφαλαιωδῶς πρὸς σαφήνειαν τῶν διεξοδικώτερον ἡμῖν ὑπὸ τούτου λεγομένων διὰ τῶν προκειμένων ἡμῖν εἰς σαφήνειαν ῥητῶν. ἐπεὶ δὲ δυνάμει μὲν ἤδη ζῷον, ἀτελὲς δέ· ἐπεὶ οὖν, φησί, τὸ σύστημα δυνάμει μέν ἐστι ζῷον, καὶ δυνάμει οὐχ ὡς τὸ παιδίον τὸ δυνάμει γραμματικὸν μηδὲν ὅλως ἴχνος ἔχον γραμματικῆς, ἀλλ’ ὡς ἡ σκιαγραφία δυνάμει λέγεται εἶναι τὸ γεγραμμένον ζῷον, ἐπεὶ οὖν ἐστι δυνάμει καὶ ἀτελές, πᾶν δὲ τὸ τοιοῦτον ἀτελὲς τελειοῦται ὑπὸ τροφῆς (ὡς γὰρ τὰ χρώματα τοιῶσδε ὑπὸ τῶν ζωγράφων κεράννυνται καὶ ἐναλειφόμενα τελειοῖ τὸ γραφόμενον ζῷον, οὕτω καὶ τῆς τροφῆς ὑπὸ τῆς φύσεως τοιωσδὶ πεττομένης καὶ ἑκάστῳ τῶν μορίων προσκρινομένης τελειοῦται τὸ ἐκ τῶν τοιούτων μορίων συνιστάμενον ζῷον) ἄλλοθεν ἀναγκαῖον λαμβάνειν τὴν τροφήν·2 τὸ γὰρ ἐντὸς τοῦ χορίου ἐναπολειφθὲν καταμήνιον ἤδη συνέστη καὶ ἤδη σκιοειδῶς ἐστι πάντα τὰ τοῦ ζῴου μέρη. διὸ χρῆται τῇ ὑστέρᾳ καὶ τῇ μητρὶ τῇ ἐχούσῃ τὴν ὑστέραν, ὥσπερ γῇ φυτόν, ἕως ἂν τελειωθῇ καὶ ἤδη γένηται ζῷον δυνάμει πορευτικόν. δυνάμει δὲ πορευτικὸν εἶπεν αὐτό, διότι καὶ ἐν τῇ γαστρὶ τῆς τικτούσης ὂν δυνάμει ἐστίν, ἀλλὰ καὶ θύραζε ἐξελθόν, καὶ τότε δυνάμει ἐστὶ πορευτικόν, ἕως ἂν ἄρξηται πορεύεσθαι καὶ ἐνεργεῖν τὴν κατὰ τόπον μεταβολήν. μένει δὲ τὸ ζῷον ἐν τῇ ὑστέρᾳ, ἕως ἂν τελειωθῇ. διὰ τί; ἵνα λαμβάνῃ τροφὴν ἐξ αὐτῆς, καὶ οὐχ ὥσπερ Δημόκριτος λέγει· ἐκεῖνος γάρ φησι μένειν ἐν αὐτῇ, ἵνα διαπλάττηται τὰ μόρια κατὰ τὰ μόρια τῆς τεκούσης. ἐπεὶ γάρ, φησί, τοιόνδε μέν ἐστιν ἡ χείρ, τοιόνδε δὲ ἕκαστον τῶν ἄλλων μερῶν τῆς μητρός, μένει ἐν τῇ ὑστέρᾳ, ἵνα ὥσπερ εἰς παράδειγμα πρὸς ταῦτα ἀφορῶσα ἡ φύσις κατ’ αὐτὰ σχηματίζῃ τε καὶ διαπλάττῃ καὶ τὰ τοῦ ἐμβρύου μέρη.

“由于它在潜能上已经是一个动物,但尚不完全,因此必然要从别处摄取养分。” 为了使将要论述的所有内容清晰明了,必须从源头作如下陈述:精液中的能力在进入之后,首先使月经的整个外表面凝固并生成所谓的绒毛膜,随后运动并勾勒出绒毛膜内部的全部,将其从第一种潜能引导至另一种潜能(因为月经甚至在任何精液进入子宫之前,就已经是潜能上的动物的所有部分,但并非以这种方式;因为那时它们是潜能上的,就像我们说小孩子在潜能上是文法学家一样,而现在它拥有了所有这些部分的轮廓,与画家们的草图极其相似。因为正如画家们首先用线条勾勒轮廓,然后这样用色彩涂抹填充并完成所画的动物一样,精液中的能力在制成绒毛膜之后,也首先勾勒并完成心脏,并在其中置入灵魂的能力,即滋养能力、生长能力、感觉能力),而这一灵魂与本性同时勾勒出所有的部分,然后这样完成了被称为脐带的血管,并将它们延伸、植入且连接于母体的子宫,从这个子宫通过脐带汲取养分(因为子宫持续且完全地接纳这种残余物),并以这种或那种方式消化,通过脐带进行滋养,使动物生长并得以完成。并且最初的勾勒宛如轮廓画,而柔软度、坚硬度及诸如此类的性质,加之色彩以及它们后来从子宫通过脐带摄取、以此种方式消化并附着于其上的养分中所获得的一切,总之所有这些后来获得的性质,都宛如画家们涂抹填充的色彩。因此,关于这些事情,我已作了概括性的陈述,以便通过呈现在我们面前用以阐明的原文,明了他向我们更详尽地论述的内容。 “由于它在潜能上已经是一个动物,但尚不完全”:因此他说,既然这一凝结物在潜能上是动物,而且这种潜能并不是像潜在作为文法学家的小孩子那样全然没有文法的痕迹,而是像草图在潜能上被称为被画出的动物那样;因此,既然它是潜能上的且不完全的,而所有这种不完全之物都由养分来完成(因为正如色彩被画家们以这种方式调和并涂抹填充,从而完成了所画的动物一样,当养分被本性以此种方式消化并附着于各个部分时,由这些部分构成的动物也就完成了),“因此必然要从别处摄取养分”。因为留在绒毛膜内部的月经已经凝结,并且已经以阴影草图的形式构成了动物的所有部分。因此,它利用子宫以及拥有子宫的母亲,正如植物利用大地一样,直到它完全生成,并已成为在潜能上能够行进的动物。他之所以称其为“在潜能上能够行进”,是因为它即使在生育之母的腹中也是处于潜能状态,甚至在来到室外之后,直到它开始行进并在现实中进行位置运动之前,在那个时候它也依然是在潜能上能够行进的。动物停留在子宫内,直到它完成。是为了什么?是为了从中汲取养分,而不是像德谟克利特所说的那样;因为德谟克利特主张,它停留在子宫内是为了让它的各个部分按照生育之母的各个部分来塑造。他说,因为手是这样的,母亲的其余各个部分也是这样的,所以它停留在子宫内,以便本性如同对着范型一样注视着它们,按照它们也来构形并塑造胚胎的各个部分。

语法注2 条
  1. 2.27ἡ ἐν τῷ σπέρματι δύναμις εἰσελθοῦσα

    此处构成一个长篇的破格语法(破格句)。句子以阴性单数主格的名词短语及一系列分词(ἡ... δύναμις εἰσελθοῦσα καὶ... συστήσασα... ποιήσασα... κινήσασα καὶ περιγράψασα καὶ... ἀγαγοῦσα)开头,但在夹杂了与画家草图作对比的长篇插入说明(ἦν μὲν γὰρ...)后,原本预期的主动词并未出现,而是通过 αὕτη δὲ ἡ ψυχὴ καὶ φύσις 重新引入主语,并接续动词 περιγράφει... τελειοῖ 等构成完整谓语。

  2. 2.27ἐπεὶ οὖν, φησί, τὸ σύστημα δυνάμει μέν ἐστι ζῷον ... ἄλλοθεν ἀναγκαῖον λαμβάνειν τὴν τροφήν

    这是基于引文(标目)展开的解释性长句的骨架。由连词 ἐπεὶ οὖν 引导的长大从属句(其间包含了关于小孩子的类比、画家的比喻以及括号性的原因说明)在最后以标目自身的文句 ἄλλοθεν ἀναγκαῖον λαμβάνειν τὴν τροφήν 作为主句(无人称结构)进行呼应和收束。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:101.9-102.23