← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§98.19-99.28

驳吸盘式吸引说与分泌物凝结生成胎膜

斐洛庞奴斯驳斥了用于交媾的器官(如睾丸)像吸盘一样吸取精液以及妇女也排出种子的观点,并结合句法补全与连词辨析,注解了雄性精液促使雌性分泌物凝固的过程以及胎膜生成的目的因(739b14–739b20)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23

" Ὡς δέ τινες λέγουσι, τοῖς ὀργανικοῖς πρὸς τὴν συνουσίαν μορίοις." Ὀργανικὰ τῆς συνουσίας μόρια λέγει τούς τε ὄρχεις καὶ τὰ αἰδοῖα τῶν τε ἀρρένων καὶ τῶν θηλειῶν καὶ τὰς ὑστέρας. ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστι· τὸν μὲν τρόπον ὃν εἴπομεν (ἦν δὲ ὁ τρόπος ὅτι διὰ θερμότητα ἕλκουσιν αἱ ὑστέραι τὴν γονήν), τὸν μὲν δὴ τρόπον τοῦτον δυνατόν ἐστι γενέσθαι σπάσιν τῆς γονῆς, καὶ γίνεται· ὡς δέ τινες λέγουσι τὰ αἰδοῖα καὶ τοὺς ὄρχεις σπᾶν τὴν γονὴν ὥσπερ εἰ σικύαι (ὄργανα δ’ αὗται ἰατρικά), οὐκ ἐνδέχεται. ἀνάπαλιν δέ, τουτέστιν ἀνάπαλιν δὲ συμβαίνει· ἐκεῖνοι μὲν γὰρ ἔλεγον τοὺς ὄρχεις καὶ τὰ αἰδοῖα τῶν ἀρρένων ἕλκειν τὴν γονήν, τὰ δὲ τῶν θηλέων (ὅσοι καὶ τὰ θήλεα προΐεσθαι γονὴν ἔλεγον) τὰ δὴ τῶν θηλέων προϊέναι· ἡμεῖς δὲ ἀνάπαλιν φαμεν τὰ μὲν τῶν θηλέων ἕλκειν καὶ σπᾶν, τὰ δὲ τῶν ἀρρένων προΐεσθαι. ἔλεγον δὲ τοὺς ὄρχεις ἕλκειν πρὸς ἑαυτοὺς τὸ σπέρμα ἀπὸ παντὸς τοῦ σώματος διὰ τῆς ἐν τῇ ὁμιλίᾳ γινομένης θερμότητος, ἀπὸ παντὸς δὲ τοῦ σώματος οὐ τοῦ θήλεος, ἀλλὰ τοῦ ἄρρενος.

“但像某些人所说的那样,凭借用于交媾的器官性部位。” 他所说的用于交媾的器官性部位,是指睾丸、雄性与雌性的生殖器以及子宫。而他实际上指的是这样的意思:按照我们所说的这种方式(这种方式就是子宫因热量而吸取精液),按照这种方式,精液的吸入确实可能发生,而且确实发生了;但若像某些人所说的那样,生殖器和睾丸吸取精液就像吸盘(这些是医疗器具)一样,这是不可能的。“但反过来”,也就是说,实际发生的情况正相反;因为他们主张雄性的睾丸和生殖器吸取精液,而雌性的部位(凡是主张雌性也排出精液的人)——是的,雌性的部位排出精液;而我们反过来说,雌性的部位吸取并吸入,雄性的部位排出。他们还主张,睾丸凭借交媾中产生的热量,将种子从全身吸向自身;所谓从全身,不是指雌性的全身,而是指雄性的全身。

§2.24

"Καὶ τοῖς λέγουσι προΐεσθαι καὶ τὴν γυναῖκα σπέρμα· προϊεμέναις γὰρ ἔξω συμβαίνει ταῖς ὑστέραις εἴσω πάλιν σπᾶν." Λείπει τῇ λέξει τὸ συμβαίνει λέγειν οὐκ εὔλογον.1 καὶ εἴη ἂν τὸ τῆς λέξεως πλῆρες τοιοῦτον· καὶ τοῖς λέγουσι προΐεσθαι καὶ τὴν γυναῖκα σπέρμα συμβαίνει λέγειν οὐκ εὔλογον. ἐπειδὴ γάρ φασιν ὅτι ἡ γονὴ μῖγμά ἐστιν ἀμφοῖν ταῖν ὑγροτήτοιν, τῆς τε ἀπὸ τοῦ θήλεος καὶ τῆς ἀπὸ τοῦ ἄρρενος, δέδεικται δὲ ὅτι ἡ ὑστέρα εἴσω σπᾷ τὴν γονήν, οὐδὲν ἄλλο συμβαίνει ἢ ἐξέρχεσθαι ἀπὸ τῆς ὑστέρας τὴν τοῦ θήλεος ὑγρότητα καὶ πίπτειν ἐν τῷ τόπῳ, ἐν ᾧ καὶ ἡ τοῦ ἄρρενος, κἀκεῖσε μιγνυμένων τῶν τε ἀπὸ τοῦ ἄρρενος καὶ θήλεος ὑγροτήτων πάλιν εἴσω σπᾶν τὴν ὑστέραν τὸ ὅλον μῖγμα. τὸ δὲ ἐξάγειν καὶ εἰσάγειν περίεργον· εἰ γὰρ μῖγμα ἦν ἡ γονὴ ἀμφοῖν ταῖν ὑγροτήτοιν, ἔδει τὴν τοῦ θήλεος ὑγρότητα εἴσω μένειν κἀκεῖσε εἰσελθούσης καὶ τῆς τοῦ ἄρρενος μίγνυσθαι, καὶ μὴ ἐξέρχεσθαι, εἶτα εἰσέρχεσθαι.

“对于那些主张妇女也排出种子的人来说;因为若排到外面,子宫就会再次向内吸取。” 原文中省略了“结果是说了不合情理的话”这一表述。原文补全后的完整表述当如下:“对于那些主张妇女也排出种子的人来说,结果也是说了不合情理的话。”因为既然他们主张精液是雌雄双方两种湿气的混合物,并且已经证明子宫会将精液向内吸取,那么随之而来的结果就只能是:雌性的湿气从子宫出来,落到雄性湿气也落入的那个部位,在雄性与雌性的湿气在那里混合之后,子宫再次将整个混合物向内吸取。然而,先排出来再吸进去是多此一举;因为如果精液是两种湿气的混合物,雌性的湿气理应留在内部,等雄性的湿气也进入那里后与其混合,而不是先出来然后再进去。

§2.25

"Ὅταν δὲ συστῇ ἡ ἐν ταῖς ὑστέραις ἀπόκρισις τοῦ θήλεος ὑπὸ τῆς τοῦ ἄρρενος γονῆς." Ἡ ἀπόδοσις καὶ τὸ ἀκόλουθον τῆς λέξεώς ἐστιν ἐν τῷ συνιόντος δὲ τοῦ σωματώδους, παρέλκει δὲ ὁ δέ σύνδεσμος·2 ἦν γὰρ ἂν σαφεστέρα, εἰ χωρὶς τοῦ δέ συνδέσμου εἶχεν οὕτως, ὅταν συστῇ ἡ ἐν ταῖς ὑστέραις ἀπόκρισις τοῦ θήλεος ὑπὸ τῆς τοῦ ἄρρενος γονῆς, συνιόντος τοῦ σωματώδους καὶ γεώδους ἐκκρίνεται τὸ ὑγρόν. πανάληθες δὲ τὸ τὴν αὐτὴν εἶναι φύσιν γάλακτος καὶ καταμηνίων· τὸ γὰρ γάλα καταμήνιόν ἐστι πεπεμμένον· περὶ οὗ γάλακτος ἐν τῷ τετάρτῳ βιβλίῳ ἐρεῖ. ἀληθὲς δὲ καὶ τὸ τὰ ἔσχατα καὶ ὑπὸ θερμοῦ καὶ ὑπὸ ψυχροῦ ξηραίνεσθαι. τὸ δὲ καὶ δεῖ μὴ ἐν ὑγρῷ εἶναι τῆς ἕνεκέν τινος αἰτίας ἐστὶ μηνυτικόν· γίνονται γὰρ τὰ χόρια, ἵνα χωρίσωσιν ἐκτὸς τὰ περιττὰ καὶ ἄχρηστα τῶν ὑγρῶν. ταῦτα δὲ τὰ χόρια καὶ τοὺς ὑμένας ὁ μὲν Ἀριστοτέλης δύο φησίν, οἱ δὲ νεώτεροι τρεῖς.

“当子宫内雌性的分泌物被雄性的精液凝固时,”原文的归结分句和后继文脉是在“而当实体性部分聚合时”这一句中,但其中的连词“而(δέ)”是多余的;因为如果不带连词“δέ”,表述作如下形式本会更清楚:“当子宫内雌性的分泌物被雄性的精液凝固时,随着实体性且泥土性的部分聚合,湿润部分被分泌出来。”而母乳与月经的本性相同,这完全是真实的;因为母乳就是经过充分消化的月经;关于母乳,他将在第四卷中论述。至于边缘部分既受热干燥也受冷干燥,这也是真实的。而“且不可处于湿气之中”这一句是指明了目的因;因为胎膜的生成,正是为了将多余且无用的湿气隔绝到外侧。关于这些胎膜和薄膜,亚里士多德说是两层,而较晚近的医家则说是三层。

语法注2 条
  1. 2.24Λείπει τῇ λέξει τὸ συμβαίνει λέγειν οὐκ εὔλογον.

    斐洛庞奴斯指出引文在句法上支配与格短语 καὶ τοῖς λέγουσι...(“对于那些说……的人”)的谓语部分存在省略(ellipsis),因而补充了谓语 συμβαίνει λέγειν οὐκ εὔλογον(“结果是说了不合情理的话”)以使句意完整。

  2. 2.25παρέλκει δὲ ὁ δέ σύνδεσμος

    对于紧接在 ὅταν 从句之后的归结分句(apodosis)开头的连词 δέ(即所谓的归结性 δέ, apodotic de),斐洛庞奴斯遵循古代及拜占庭注解传统,判定其为赘词(παρέλκει),并整理出省略该连词后的主干句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:98.19-99.28