- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:97.21-98.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞根据亚里士多德《动物之生成》,解释了子宫即时吸取精液的机制与射精部位,阐明了子宫处于“闭合”状态的真实含义,并引用湿羊毛干燥的经验证据证明经期净化的热量。
ἕλκουσι δὲ αἱ ὑστέραι τὴν γονὴν οὐχ ὕστερον, ὅτε ἀποστῇ ὁ ἄρρην ἀπὸ τῆς γυναικὸς κἀκείνη ὄρθιος στῇ (ἀνάγκη γὰρ ὀρθίου σταθείσης πίπτειν τὴν γονὴν θύραζε), ἀλλ’ εὐθὺς τότε ἕλκει ἅμα τῷ ἐγγίσαι εἰς τὸν τόπον ἐκεῖνον, ὥστε φθάνει μᾶλλον ἡ ὑστέρα ἐντὸς ἑλκύσαι τὴν γονὴν ἤπερ τὸ ἄρρεν ἀποστῆναι τῆς γυναικός.1 οὐκ ἐντὸς οὖν εὐθὺς ἀκοντίζεται, ἀλλ’ εἰς τὸ πρόσθεν, οὗπερ τὸ θῆλυ προΐεται τὴν ἰκμάδα, ἤτοι τὸ καταμήνιον. καὶ γὰρ τὸ καταμήνιον οὐκ εὐθὺς ἐκ τῶν ὑστερῶν εἰς τοὺς μηροὺς ἀκοντίζεται τῶν γυναικῶν, ἀλλ’ εἰς τὸν τόπον τοῦ αἰδοίου τὸν πλησίον ὄντα τῷ στόματι τῆς ὑστέρας, ἐν ᾧ πρῶτον καὶ ἡ γονή, ὡς εἴρηται, πίπτει, καὶ οὕτως ἐκ τούτου ῥεῖ ἔξωθεν. προσέθηκε δὲ τὸ ἐνίαις, διότι οὐ πᾶσα γυνή, ὡς εἴρηται, προΐεται θύραζε καταμήνια. καὶ τὸ ἐάν τις ἐξικμάσῃ ἀντὶ τοῦ ἐάν τις προπέμψῃ εἴρηται· εἰ γὰρ μὴ προπέμψει ὅλως, πῶς ἂν ἐκεῖσε γένοιτο; ὁτὲ μὲν οὖν, φησίν, ἀνεῳγμένων τῶν ὑστερῶν εἴσεισιν ἡ γονὴ φυσικῇ τινι ὁρμῇ, ὁτὲ δὲ κἂν κεκλεισμέναι ὦσι, τύχωσι δὲ θερμαὶ διὰ τὴν κάθαρσιν (τὸ γὰρ αἷμα θερμὸν ὂν ὅταν συναθροισθῇ εἰς αὐτάς, θερμαίνει αὐτάς) σπῶσιν εἴσω τὴν γονὴν διὰ τὴν θερμότητα. οὐ λέγει δὲ οὕτως αὐτὰς κεκλεισμένας, ὥσπερ φασὶ μετὰ τὴν σύλληψιν κλείεσθαι· τότε γὰρ μετὰ τὴν σύλληψιν οὕτως κλείονται, ὡς μήτε εἴσοδον μήτε μὴν ἔξοδον δίδοσθαί τινι· ἀλλὰ κεκλεισμέναι μέν εἰσιν ὡς πρὸς εἴσοδον γονῆς, ἀνεῳγμέναι δέ, ἀλλὰ πάνυ βραχέως. ὥστε ἀνεῳγμέναι μέν εἰσιν, λέγονται δὲ κεκλεισμέναι διὰ τὸ μὴ χώραν διδόναι εἰσόδου τῇ γονῇ, ὥσπερ ἂν εἴποιμεν κεκλεισμένην θύραν τὴν ἀνεῳγμένην, οὕτως δὲ ἀνεῳγμένην, ὡς μὴ δύνασθαι εἰσελθεῖν σε ἢ ἄλλον τινὰ τῶν ἀνθρώπων. εἰπὼν δὲ ὅτι ἂν τύχῃ οὖσα θερμὴ διὰ τὴν κάθαρσιν ἡ ὑστέρα, σπᾷ εἴσω τὴν γονήν, ἐπήγαγε σημεῖον δὲ ὅτι θερμαίνονται ὑπὸ τοῦ αἵματος ἐν τῇ καθάρσει· καὶ γὰρ τότε, ὅτε καθαίρονται αἱ γυναῖκες, βρέχουσαι ἔρια ἢ ἄλλ’ ἄττα ἐμβιβάζουσιν ἐν τοῖς αἰδοίοις ἑαυτῶν, ὕστερον δὲ ἐξάγουσιν αὐτὰ πάμπαν ξηρά· οὐ μετὰ πολὺν δὲ χρόνον ἐξάγουσαι αὐτὰ ὁρῶνται κατάξηρα, ἀλλὰ μετὰ βραχύ. ἐξάγονται δὲ ξηρὰ ὡς τῆς τῶν ὑστερῶν θερμότητος ἐξικμασάσης τὴν τῶν ἐρίων ὑγρότητα. τὸ δὲ ἐμπυρεύει θερμότητα ἐν τῷ τόπῳ τούτῳ ἴσον ἐστὶ τῷ ἀνάπτει θερμότητα ἐν τῷ τόπῳ τῆς ὑστέρας. ἀκόνιτα δὲ ἀγγεῖα2 λέγει τὰ ἀπίσσωτα· εἰ γὰρ ὄντων ἐμπεπισσωμένων ἐμβιβάσοι τις ἐν αὐτοῖς θερμὸν ὕδωρ, οὐκ ἐᾷ ἡ πίσσα θερμανθῆναι.
子宫吸取精液并不是在后来,即当雄性离开女子且女子直立站起时(因为一旦直立站起,精液必然会落到体外),而是在精液接近那个部位的同时立刻吸取,以至于子宫将精液吸入内部甚至赶在雄性离开女子之前。因此,精液并非立刻射入内部,而是射入前方,即雌性射出湿气、也就是月经的地方。因为月经也不是立刻从子宫射到妇女的大腿上,而是进入生殖器靠近子宫口的那处部位,正如前述,精液也是首先落入该处,随后再从这里流到体外。他加上“在某些妇女身上”,是因为正如前述,并非所有妇女都把月经排出体外。而“如果有人渗出”这一措辞,是用来代替“如果有人送出”的;因为如果根本不送出,它又怎能到达那里呢?因此他说,有时因子宫张开,精液借由某种自然冲力进入;有时即使子宫闭合,只要因经期净化碰巧变热(因为血液是热的,当它积聚在子宫中时就会使之变热),子宫就会凭借热量将精液吸入内部。但他所说的子宫闭合,并不是指人们所说受孕之后的那种闭合;因为在受孕之后,子宫当时是以不给任何事物提供出入通道的方式闭合的;而此时它只是就精液的进入而言是闭合的,其实是张开的,只是张开得极小。因此,它们固然是张开的,但因不给精液留出进入的余地而被说成是闭合的,正如我们会把一扇张开的门称为闭合的,如果它张开的程度使得你或任何其他人都无法进入的话。在说了如果子宫因净化而碰巧变热就会将精液吸入内部之后,他接着加上了“而它们在净化中被血液加热的标志”;因为在那个时候,当妇女处于经期净化时,她们将羊毛或其他东西弄湿后放入自己的生殖器内,随后取出来时完全是干燥的;而且并不是隔了很长时间取出来才见其完全干燥,而是在不久之后就是如此。它们之所以干燥地被取出,是因为子宫的热量蒸发了羊毛的水分。而“在这个部位燃起热量”,等同于“在子宫部位点燃热量”。所谓“未敷沥青的器皿”,是指没有涂抹沥青的器皿;因为如果在已经涂抹沥青的情况下有人向其中倒入热水,沥青不会容许器皿变热。
- 2.22ὥστε φθάνει μᾶλλον ἡ ὑστέρα ἐντὸς ἑλκύσαι τὴν γονὴν ἤπερ τὸ ἄρρεν ἀποστῆναι τῆς γυναικός
动词 φθάνω 连用比较级短语 μᾶλλον … ἤπερ,通过对比两个不定式(ἑλκύσαι 与 ἀποστῆναι)来表达时间上的先后次序,即“子宫将精液吸入内部甚至赶在雄性离开女子之前”。
- 2.22ἀκόνιτα δὲ ἀγγεῖα
经文中的 ἀκόνιτα 并非指有毒植物乌头,而是如后文解释 τὰ ἀπίσσωτα(未涂沥青的)所示,指未经石灰或沥青涂抹密封的器皿(即 ἀκονίατα 的讹变或异体)。
