- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:96.19-97.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《动物生成论》739a22及后续内容,论述女性梦遗所排出的液体并非精液,即使没有快感只要子宫具备受孕适性即可受孕,以及精液是凭借子宫内热被吸入内部的。
" Μάλιστα δ’ ἂν δόξειεν, ὅτι καθάπερ τοῖς ἄρρεσι, γίνεται καὶ ταῖς γυναιξὶ νύκτωρ ὃ καλοῦσιν ἐξονειρώττειν." Ἡ μὲν οὖν γινομένη ὑγρότης μετὰ τῆς ἡδονῆς, φησίν, οὐδὲν ἦν, ὥσπερ δέδεικται, σημεῖον τοῦ τὸ θῆλυ προΐεσθαι γονήν. μάλιστα δ’ ἄν δόξειε καὶ τὸ θῆλυ προΐεσθαι γονὴν ἐκ τοῦ καὶ τὰ θήλεα ἐξονειρώττειν ὥσπερ καὶ τὰ ἄρρενα. ἐξονειρώττειν δὲ λέγεται τὸ προϊέναι γονὴν ἐν τοῖς ὕπνοις· φαίνεται γὰρ πολλοῖς ὑπνώττουσιν ὁμιλεῖν γυναικί, ἐξ οὗ συμβαίνει αὐτοῖς προϊέναι γονήν. ὃ δὴ πάσχουσιν καὶ γυναῖκες πολλαί· δοκεῖ γὰρ καὶ αὐταῖς ὑπνωττούσαις ὀπύεσθαι ὑπ’ ἀνδρῶν, διὸ καὶ αὗται προΐενται ὑγρότητά τινα. οὐδὲν οὖν, φησίν, ἐστὶ σημεῖον καὶ πίστις τοῦ προΐεσθαι τὸ θῆλυ γονὴν τὸ συμβαίνειν αὐταῖς ἐξονειρώττειν· γίνεται γὰρ ἐξονείρωξις καὶ τοῖς νέοις τῶν ἀρρένων τοῖς ἤδη μέλλουσιν ἐγγίσαι τῇ ἡλικίᾳ, καθ’ ἣν δύνανται γεννᾶν, καὶ ἢ οὐ προΐενται ἢ προΐενται μέν, ἄγονον δέ. οὕτως οὖν καὶ ταῖς γυναιξὶν ἢ οὐ γίνεται πρόεσις ἐξονειρωττούσαις, ἢ κἂν γένηται, ἀλλ’ οὐ γονή, ἀλλ’ ὑγρότης, ὡς εἴρηται, ἴδιος τοῦ τόπου, καὶ τῷ προϊεμένῳ ἄγονον ὑγρότητα γίνεται πρόεσις ἀληθῶς ὁμιλοῦντι γυναικί, ὅμως οὐκ ἔστι γονή· εἰ γὰρ ἦν γονή, ἐπλήρωσεν ἄν τὴν γυναῖκα·1 ὥστε εἰ καὶ προΐεται ὅλως καὶ τὸ θῆλύ τι, ἀλλ’ οὐ γονήν, ὑγρότητα δέ τινα. εἰπὼν δὲ ἀδύνατον συλλαβεῖν ἄνευ τῆς τῶν γυναικείων περιττώσεως ἐπήγαγεν ἢ θύραζε προελθούσης·2 τοῦτο δὲ εἶπε διὰ τὰ ἔντομα τὰ μὴ δεχόμενα ἐκ τοῦ ἄρρενος ἐν ἑαυτοῖς τι, ἀλλὰ μᾶλλον αὐτὰ προϊέμενα εἰς τὸ ἄρρεν τι τῶν ἑαυτῶν. καὶ μὴ συμβαινούσης δέ, φησίν, ὡς πολλάκις εἴρηται, τῆς εἰωθυίας γίνεσθαι τοῖς θήλεσιν ἡδονῆς συλλαμβάνουσιν, ἂν τύχῃ ὁ τόπος ὀργῶν, τουτέστιν ἐπιτήδειος ὢν πρὸς σύλληψιν. καὶ σαφηνίζων τὴν τοῦ τόπου ἐπιτηδειότητα τίς ἐστιν ἐπήγαγε καὶ καταβεβηκυῖαι αἱ ὑστέραι ἐγγύς·3 ἀνέρχονται γὰρ καὶ κατέρχονται. γίνεται οὖν καὶ μὴ γινομένης τῆς ἡδονῆς σύλληψις, ἥτις ἡδονὴ γίνεται ἐν αὐταῖς, ὅτε ἐκκρίνεται τὸ ὑγρὸν εἰς τὰς ὑστέρας, οὐ πᾶν δὲ ἐν αὐταῖς, ἀλλ’ ὀλίγον τι καὶ ἐκτός· ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ ἐκείνως, τουτέστι γινομένης τῆς ἡδονῆς, συλλαμβάνονται διὰ τὸ μὴ συμμύειν ἀλλ’ ἀνεῳγμένα εἶναι τότε τὰ τῶν ὑστερῶν στόματα ἐκκρινομένου τοῦ ὑγροῦ· εὐοδεῖται γὰρ μᾶλλον καὶ τὸ τοῦ ἄρρενος σπέρμα εἰσελθεῖν ἀνεῳγμένων οὐσῶν. λέγει δὲ ὅτι κἂν ἀνεῳγμέναι τύχωσιν αἱ ὑστέραι, οὐκ εὐθὺς ἐκ τοῦ αἰδοίου τοῦ ἄρρενος ἐντὸς εἰς τὸ κύτος τῶν ὑστερῶν ἀκοντίζεται ἡ γονή, ἀλλ’ ἐκτὸς καὶ λίαν σύνεγγυς τοῦ στόματος αὐτῶν, ἤγουν εἰς τὸ βάθος τοῦ αἰδοίου, κἀκεῖθεν ἕλκει αὐτὸ ἐντὸς ἡ ὑστέρα διὰ τὴν ἐνοῦσαν αὐτῇ θερμότητα, ὥσπερ αἱ σικύαι, τὰ ἰατρικὰ ὄργανα, τὸ αἷμα.
“但这最有可能被认为是因为,正如雄性那样,在妇女身上夜间也会发生人们所谓的梦遗。” 他说,正如已经指出的那样,伴随快感而产生的液体绝不是雌性射出精液的标志。而雌性似乎也射出精液的最主要根据,在于雌性正如雄性一样也会梦遗。所谓梦遗,据说是指在睡眠中射出精液;因为许多人在睡眠中似乎是在与女子交媾,由此导致他们射出精液。而这确实也是许多妇女所经历的;因为在睡眠中,她们自己也觉得正在被男子占有,因此她们也会射出某种液体。因此他说,她们身上发生梦遗,绝不是雌性射出精液的标志或确证;因为在年轻的、即将达到能生育年龄的雄性身上也会发生梦遗,而他们要么不射出,要么即使射出,射出的也是不育之物。因此,妇女在梦遗时要么不发生射出,要么即使发生,也不是精液,而是如前所述的属于该部位特有的液体;并且对于射出不育液体的人来说,在真正与女子交媾时固然发生了射出,但这仍然不是精液;因为如果它是精液,它本就会使女子受孕;因此,即使雌性果真也射出了某种东西,那也不是精液,而只是某种液体。在说了“没有雌性排泄物是不可能受孕的”之后,他接着加上了“或者在[排泄物]已经排出体外之后”;他说这话是因为昆虫的缘故,它们不在自身内接受来自雄性的任何东西,而是反而自己向雄性体内射出属于自己的一部分东西。并且他说,正如屡次提及的那样,即使没有发生雌性通常会有的快感,如果该部位碰巧处于发情状态,即适宜于受孕,她们也能够受孕。而在阐明该部位的适宜性是什么时,他加上了“子宫已经下移到近处”;因为子宫会上升也会下降。因此,即便没有快感发生,受孕也会发生;当液体分泌到子宫中时,她们体内就会产生这种快感,但并非全在其中,也有一小部分在外;然而在大多数情况下,她们是以那种方式受孕的,即在快感发生时受孕,因为在液体分泌时,子宫口当时并未紧闭而是张开的;因为当子宫张开时,雄性种子的进入也更为顺畅。但他指出,即使子宫碰巧张开,精液也不是直接从雄性生殖器射入子宫内腔的深处,而是射在外面且极为靠近子宫口处,即射入生殖器的深处,随后子宫凭借其内在的热量将它吸入内部,正如医用器具吸拔筒吸取血液一样。
- 2.22ἐπλήρωσεν ἄν τὴν γυναῖκα
直陈式不定过去时带 ἄν,与前面的非真实条件从句 εἰ γὰρ ἦν γονή(与事实相反的假设)构成归结分句。动词 πληρόω 在此处由“充满”引申为医学和生物学意义上的“使受孕”。
- 2.22ἢ θύραζε προελθούσης
引用自亚里士多德原文,在连词 ἤ 之后充当属格绝对结构,其逻辑主语承前承接 τῆς τῶν γυναικείων περιττώσεως(雌性排泄物)。以此解释昆虫特殊的交配排泄方式。
- 2.22καταβεβηκυῖαι αἱ ὑστέραι ἐγγύς
作为动词 ἐπήγαγε(“他接着加上”)的宾语而引用的亚里士多德原句。完成时分词 καταβεβηκυῖαι 与复数主语 αἱ ὑστέραι 保持主格一致,表述“子宫下移至近处”的状态。
