- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:95.14-96.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯解释了亚里士多德的文本,从子宫的宽阔证明雌性提供质料,阐明月经如何在子宫中获得形式从而具备变为动物的潜能,并解释了精液为何首先凝固出绒毛膜以将有用的液体与无用的液体分离。
τὴν δὲ λέξιν τὴν αὕτη γὰρ ἡ τὴν ὕλην παρέχουσα καὶ τὸ σῶμα τοῖς σπέρμασίν ἐστιν οὕτως ἀναγνωστέον·1 αὕτη γάρ ἐστιν ἡ παρέχουσα τοῖς σπέρμασι τὴν ὕλην καὶ τὸ σῶμα. οὐ μόνον δὲ ἐκ τούτων δῆλον ὅτι τὸ θῆλυ παρέχει τὴν ὕλην, ἀλλὰ καὶ ἐκ τοῦ μὴ εἶναι τοῖς θήλεσι τὸ δεκτικὸν μόριον τοῦ καταμηνίου πόρον, οἷός ἐστιν ὁ τῶν ἀρρένων, ἀλλὰ πλατὺ καὶ εὐρύχωρον. πανταχοῦ γὰρ τῆς ὕλης ἀναλόγου οὔσης τῷ συνισταμένῳ ἐξ αὐτῆς μεγέθει εἴτε ἀψύχῳ εἴτε ἐμψύχῳ (οὐδὲν γὰρ τῶν τοιούτων πάνυ βραχύτατόν ἐστι τελειωθὲν ὥσπερ φέρ’ εἰπεῖν κέγχρος, ἀλλ’ ἔχει μέγεθος) ἀνάγκη καὶ τὴν δεξαμένην εἰς αὑτὴν ὑστέραν τὴν ἐξ ἧς τοῦτο γέγονεν ὕλην εὐρυχωροτάτην εἶναι. τὸ δὲ τῶν περιττωμάτων ἕκαστον ἅμα ἔν τε τοῖς οἰκείοις τόποις ἐστὶ καὶ γίνεται περίττωμα πρὸς σύστασιν ἐπῆκται τοῦ καὶ τὸ καταμήνιον, κἂν αἷμά ἐστιν ὅτε ἐμπέσῃ τῇ ὑστέρᾳ, ὅμως ἐν ἐκείνῃ ὡς καταμήνιον εἰδοποιεῖσθαι.2 οὐ γάρ ἐστιν αἷμα καταμήνιον, ἀλλὰ πίπτει ἐν τῇ ὑστέρᾳ ὡς αἷμα, γίνεται δὲ ἐν αὐτῇ τοιονδὶ αἷμα, οἷον καταμήνιον. καταμήνιον δ’ ἐστὶ τὸ ἤδη δύναμιν ἔχον μεταβαλεῖν εἰς ζῷον ὑπὸ τοῦ κινοῦντος καὶ μεταβάλλοντος. μετὰ ταῦτα λέγει καὶ τὴν αἰτίαν, δι’ ἣν πρῶτον τὸ εἰσιὸν σπέρμα ἀπὸ τοῦ ἄρρενος τὸ γλίσχρον ποιεῖ, ὅπερ γλίσχρον ἀναλογοῦν ἐλέγομεν τῷ ἐν τοῖς ἑψήμασι περιξήρῳ (ὅπερ γλίσχρον μετὰ βραχὺ χόριον ἐρεῖ), καί φησι συνίστησι γὰρ τὸ καθαρώτατον τοῦ περιττώματος καὶ ποιεῖ δηλονότι τὸ χόριον, ἤτοι τὸν ὑμένα, μεθ’ οὗ συνεξέρχεται θύραζε τὸ ζῷον. καὶ διὰ τί τοῦτο πρῶτον τῶν ἄλλων ἁπάντων συνίστησι, λέγει· τὸ γὰρ πλεῖστον, φησίν, ἄχρηστον καὶ ἐν τοῖς καταμηνίοις ἐστὶν ὑγρόν, τουτέστι τὸ γὰρ πλεῖστον ὑγρὸν ἄχρηστα ποιεῖ πρὸς ζῴου σύστασιν τὰ καταμήνια, καὶ ἐπὶ τούτῳ ποιεῖ πρῶτον τὸ χόριον, ἵνα ἐντὸς μὲν περιλήψεται τὸ χρήσιμον ὑγρόν, ἐκτὸς δὲ καταλείψει τὸ ἄχρηστον. τὸ οὖν πολὺ ὑγρὸν ἄχρηστον, φησί, καὶ ἐν τοῖς καταμηνίοις, ὥσπερ καὶ τῆς τοῦ ἄρρενος γονῆς τὸ ὑγρότατον καὶ αὐτῆς τῆς εἰσάπαξ προέσεως. ἐπεὶ γὰρ οὐχ ἅμα πᾶσα οὐδ’ ἐν ἀτόμῳ νῦν ἔξεισιν ἡ γονή, ἀλλ’ ἐν χρόνῳ, τὸ πρότερον ἐξιὸν ἀχρηστότερόν ἐστι τῶν ἐφεξῆς ἐξερχομένων διὰ τὸ ὑγρότατον εἶναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ αὐτῆς τῆς εἰσάπαξ προέσεως· ἅπαξ γὰρ πρόεσιν λέγει τὴν ἐν τῇ μιᾷ ὁμιλίᾳ. ἀλλὰ κἂν δὶς πλησιάσῃ τις γυναικί, ἡ ἐκ τῆς πρώτης ὁμιλίας γονὴ ἀγονωτέρα ἐστὶ τῆς ἐκ τῆς δευτέρας· τοῦτο γὰρ πάλιν ἐδήλωσε διὰ τοῦ καὶ ἡ προτέρα τῆς ὑστέρας ἄγονος. καὶ τοῦτο εὐλόγως· πλείονος γὰρ οὔσης ἀεὶ τῆς προτέρας καὶ ἐπὶ τούτῳ μὴ καλῶς πεφθείσης, ὑγροτέρα ἔξεισι· τὸ γὰρ πλεῖον ὑπὸ τῆς αὐτῆς δυνάμεως ἧττον πάσχει τοῦ ἐλάττονος. τὸ ἐλάττω γὰρ ἔχει θερμότητα ψυχικὴν διὰ τὴν ἀπεψίαν ταὐτόν ἐστι τῷ τὸ γὰρ πλεῖον ἐλαττόνως πεφθὲν ἐλάττονα ἔχει καὶ τὴν ψυχικὴν θερμότητα·3 ἡ πλείων γὰρ ψυχικὴ θερμότης ἐκ τῆς πλείονος πέψεως γίνεται.
“因为这正是为种子提供质料和躯体者”这句话应当这样读作:“因为这正是为种子提供质料和躯体的那一者”。而雌性提供质料这一事实,不仅由此显明,并且也由下述事实显明:对于雌性而言,接纳月经的部分并不是像雄性那样的管道,而是宽阔且宽敞的。因为在任何地方,质料都与由它所构成的体积(无论无灵魂还是有灵魂)成比例(因为此类事物在完全发育后没有一个是极微小的,比如黍粒那样,而是具有一定大小),所以将生成此物的质料接纳到自身中的子宫,必然也是极其宽敞的。而“排泄物的每一部分都在其固有处所的同时成为排泄物”这一说法,是为了确证以下一点而引入的:即便月经在落入子宫时是血液,但它在子宫中仍然被塑造成月经的形式。因为月经并非一般的血液,而是作为血液落入子宫,并在子宫中变成这样一种特定的血液,即月经。而月经就是已经具有在推动者和转变者的作用下转变为动物之潜能者。在此之后,他也说明了雄性射入的精液为何首先产生黏性物质的原因;我们曾说这种黏性物质类似于煎煮物表面形成的干皮(这种黏性物质他在不久后将称之为绒毛膜),并且他说“因为它使排泄物中最纯净的部分凝固”,显然这就是说它构成了绒毛膜,即动物随之一起出产到体外的膜。至于为何在所有其他部分之前首先使这一部分凝固,他说道:“因为月经中大部分的液体也是无用的”,也就是说,大部分液体使得月经对于动物的构成而言是无用的,正是为此,它首先形成绒毛膜,以便将有用的液体包纳在内,而将无用的留在外。因此他说,过多的液体在月经中也是无用的,正如雄性精液中最稀薄的液体部分以及单次射出本身之中的[最稀薄部分]一样。因为既然精液不是全部在一瞬间、在一个不可分割的“现在”排出的,而是在一段时期内排出的,那么先排出的部分由于最稀薄,就比随后相继排出的部分更无用。因为“以及单次射出本身之中的”这一句正是表明这一点的;因为所谓单次射出,他是指单次交媾中的排精。不过,即便有人与一名女子交媾两次,第一次交媾中的精液也比第二次中的更为不育;因为他通过“与在后的相比,在先的更为不育”再次表明了这一点。而这是合乎情理的:因为在先的总是量更多,且因此未被充分消化,所以排出的更稀薄;因为更多的量在同样能力的作用下,比较少的量受到的作用更小。而“因为由于未消化,它具有较少的灵魂之热”等同于“因为更多的量由于消化较少,也具有较少的灵魂之热”;因为更多的灵魂之热来自于更充分的消化。
- 2.21τὴν δὲ λέξιν τὴν αὕτη γὰρ ἡ τὴν ὕλην παρέχουσα καὶ τὸ σῶμα τοῖς σπέρμασίν ἐστιν οὕτως ἀναγνωστέον
宾格 τὴν λέξιν 是动词性形容词 ἀναγνωστέον(“应当被读作”)的直接宾语。在引用的亚里士多德句中,系动词 ἐστίν 倒置并远置于句末,注释者在此理清语序倒错(hyperbaton),建议将其重构为更为自然的 αὕτη γάρ ἐστιν ἡ παρέχουσα...
- 2.21τὸ δὲ τῶν περιττωμάτων ἕκαστον ἅμα ἔν τε τοῖς οἰκείοις τόποις ἐστὶ καὶ γίνεται περίττωμα πρὸς σύστασιν ἐπῆκται τοῦ καὶ τὸ καταμήνιον, κἂν αἷμά ἐστιν ὅτε ἐμπέσῃ τῇ ὑστέρᾳ, ὅμως ἐν ἐκείνῃ ὡς καταμήνιον εἰδοποιεῖσθαι
该句的语法骨干为 τὸ δὲ [引文] πρὸς σύστασιν ἐπῆκται τοῦ [不定式从句],意为“‘……’这一说法被引出(ἐπῆκται)是为了确证(πρὸς σύστασιν)……”。带冠词的不定式 τοῦ... εἰδοποιεῖσθαι 修饰名词 σύστασιν,表示所要确立的内容。
- 2.21τὸ ἐλάττω γὰρ ἔχει θερμότητα ψυχικὴν διὰ τὴν ἀπεψίαν ταὐτόν ἐστι τῷ τὸ γὰρ πλεῖον ἐλαττόνως πεφθὲν ἐλάττονα ἔχει καὶ τὴν ψυχικὴν θερμότητα
该句采用了注释书常见的程式结构:τὸ [引述从句] ταὐτόν ἐστι τῷ [释义从句],其中与格冠词 τῷ 引领一个具有名词功能的从句,表示“某句与某句意义相同”。
