- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:94.11-95.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德关于精液汇集部位与心脏主导地位的论述,阐明了作用因与工具为何不内在留存于生成物中,并通过杂交繁殖(狗与狐狸)及种子移植的例子,论证了质料来自雌性、形式来自雄性以及异种交配成立的条件。
ἐν ἡμῖν δὲ εἰς τὸ καλούμενον διάφραγμα καὶ ὑπόζωμα καὶ φρένας συνάγεται πρῶτον, ἐκεῖθεν δ’ ἐξέρχεται διὰ τῶν πόρων. συνάγεται δ’ ἐνταῦθα διὰ τὴν τοιαύτην αἰτίαν· ἐπειδὴ γὰρ ἐν τῷ σπέρματι ἐκ τῆς καρδίας διαδίδοται ἡ θερμότης ἡ πολλάκις ῥηθεῖσα ἀνάλογος τῇ ἀπὸ τοῦ ἡλίου θερμότητι, ἡ δὲ καρδία ἢ τὸ ἀνάλογον ἐνταῦθα κεῖται, εἰκότως καὶ τὸ σπέρμα ἢ τὸ ἀνάλογον τῷ σπέρματι ἐνταῦθα συναθροίζεται, ἵνα δέξηται ἀπ’ αὐτῆς ἢ ἀπ’ αὐτοῦ τὴν τοιαύτην δύναμιν. ἔστιν οὖν, φησίν, ἡ καρδία ἀρχή, τὸ δὲ κάτω τῆς καρδίας προσθήκη καὶ χάριν αὐτῆς· τὸ γὰρ κυρίως ζῷον ἡ καρδία, τὰ δ’ ἄλλα χάριν αὐτῆς εἰσιν. εἰπὼν δὲ ὅτι τὸ σπέρμα ὄργανον ὂν οὐκ ἀναγκαῖον ὑπάρχειν ἐν τοῖς γινομένοις οὐδὲ μέρος γίνεσθαι αὐτοῖς, ἐπήγαγεν οὔτε τὸ ποιοῦν πάνυ ἀκριβῶς·1 οὔτε γὰρ ὁ τέκτων ἐνυπάρχει τῇ θύρᾳ οὔθ’ ἡ ἐν τῷ σπέρματι θερμότης τῷ γινομένῳ ζῴῳ, ἀλλὰ γίνεται μὲν ὑπ’ αὐτοῦ, οὐκ ἐνυπάρχει δὲ αὐτῷ. ὅτι δὲ ἡ μὲν ὕλη ἐκ τοῦ θήλεός ἐστιν, ἡ δὲ ψυχὴ καὶ τὸ εἶδος ἐκ τοῦ ἄρρενος, πιστοῦται καὶ ἐκ τῶν μὴ ὁμογενῶν, λέγων μὴ ὁμογενῆ τὰ μὴ ὁμοειδῆ. εἰ γὰρ μιχθείη ἀλώπηξ ἄρρην κυνὶ θηλείᾳ καὶ γεννήσει, τὸ γεννηθὲν μεταξύ ἐστι κυνὸς καὶ ἀλώπεκος καὶ ἔοικεν ἀμφοτέροις· εἶτα τὸ γεννηθὲν ἐξ ἀμφοῖν εἴ ἐστιν ἄρρεν, μιχθείη δὲ τῇ κυνί, τὸ γεννηθὲν μᾶλλον μὲν ἀφέστηκε τῆς τῶν ἀλωπέκων ὁμοιότητος, ἐγγίζει δὲ τῇ τῶν κυνῶν, καὶ τέλος ἀποβαίνει καὶ γίνεται κύων. προσεχῶς γὰρ ἡ κύων παρέχουσα τὴν ὕλην, τὸ δ’ ἄρρεν τὸ εἶδος δι’ ἄλλης καὶ ἄλλης ὁμοιότητος ἐξασθενεῖ,2 καὶ γίνεται τὸ γινόμενον κατὰ τὴν τῆς ὕλης καὶ τῆς χορηγούσης αὐτὴν ἐπικράτειαν. ὅτι δὲ ἀεὶ δι’ ἄλλου καὶ ἄλλου, δῆλον· πρῶτον μὲν γὰρ ἀλώπηξ ἦν ὃ δέδωκε τὸ εἶδος, εἶτα τὸ μεταξὺ ἀλώπεκος καὶ κυνός, εἶτα τὸ μεταξὺ τούτου καὶ κυνός, καὶ οὕτως ἐφεξῆς. εἰπὼν δὲ ὅτι ὅσα τῶν μὴ ὁμογενῶν μίγνυται, ἐπήγαγε μίγνυται δὲ ὧν ἴσοι οἱ χρόνοι καὶ ἐγγὺς αἱ κυήσεις, δυνάμει λέγων ἐκεῖνα τῶν μὴ ὁμογενῶν μιγνύμενα γεννῶσιν,3 ὅσα ἐν ἴσοις χρόνοις γεννῶσιν· ἐν ὅσοις γὰρ μησὶ κύει ἡ κύων, οἷον εἰ τέτρασιν, ἐν τοσούτοις καὶ ἡ ἀλώπηξ. εἰ δὲ τοδὶ μὲν πέφυκε φέρειν κατὰ γαστρὸς τὸ ἔμβρυον ἐν μησὶν ἐννέα τοδὶ δὲ ἐν τέτρασι καὶ μιχθῶσιν, οὐκ ἂν ἀπογεννήσαιεν. δεῖ οὖν μὴ μόνον ἴσους εἶναι τοὺς χρόνους, ἀλλὰ καὶ τὰ μεγέθη σύμμετρα· εἰ γὰρ ἴσοι μέν εἰσιν οἱ χρόνοι, ἀσύμμετρα δὲ τὰ μεγέθη, οὐδ’ οὕτως ἂν γενήσεται σύλληψις· πῶς γὰρ ἂν ἐκ κυνὸς καὶ ἵππου ἢ ἐξ ἐλέφαντος καὶ ἀλώπεκος; ὅτι δὲ ὥσπερ ἐπὶ κυνὸς καὶ ἀλώπεκος τοῦτο συμβαίνει γίνεσθαι καὶ ἐν τοῖς σπέρμασι, δῆλον. εἰ γάρ τις ἐξ Αἰγύπτου ἐν Ἀθήναις κομίσειε σῖτον καὶ σπείρειεν, ὁ γεγονὼς μεταξύ ἐστι τοῦ τε Αἰγυπτιακοῦ σίτου καὶ τοῦ ἐν Ἀθήνησιν· ὁ δὲ ἐκ τούτου τοῦ μεταξὺ σπαρέντος γεγονὼς ἔοικε μᾶλλον τῷ ἐν Ἀθήνησι καὶ τέλος γίνεται ἀπαραλλάκτως οἷος ὁ ἐν Ἀθήνησι γεωργούμενος.
在我们身上,它首先被聚集到所谓的横膈膜、即中隔与心膈部,并从那里通过管道排泄出去。它被聚集在那里是出于如下的原因:因为被多次称为类似于来自太阳之热的热,是从心脏分配到精液中的,而心脏或其类似物正位于此处,所以精液或精液的类似物也很自然地聚集在此处,以便从心脏(或它)那里接受这样一种能力。因此他说,心脏是本原,而心脏以下的部分则是附加物,且是为了心脏而存在的;因为严格意义上的动物乃是心脏,而其他部分都是为了它而存在的。在指出精液作为一种工具并不必然存在于生成物之中、也不成为它们的一个部分之后,他又极其精确地补充道“造作者也不[存在于其中]”;因为既非木匠内在存在于门中,亦非精液中的热内在存在于生成的动物之中,反倒是动物虽由它生成,但它并不内在存在于动物之中。而质料来自雌性、灵魂与形式来自雄性这一事实,也通过那些不同属的事物得到证实——他将不同种的事物称为“不同属”。因为如果一只雄狐与一只雌狗交配并产生后代,所产生的后代便介于狗与狐狸之间,并与二者皆相似;随后,如果由二者所产生的后代是雄性,并且再与雌狗交配,所产生的后代就会更加远离狐狸的相似性,而接近狗的相似性,最终完全变成一只狗。因为雌狗直接提供质料,而雄性[所提供]的形式经过一次又一次不同的相似性而减弱,生成之物便依照质料及其供给者的优势力量而生成。而且这始终是经过一个又一个不同者,这是显而易见的:因为起初赋予形式的是狐狸,随后是介于狐狸与狗之间的中间物,再后则是介于此物与狗之间的中间物,依此类推。在谈到凡不同属而交配者之后,他补充道“而那些妊娠时间相等且孕育相近者才会交配”,这实质上是说,在不同属之中能够交配并繁育后代的,是那些在相等时间内繁育的物类;因为雌狗怀胎几个月(假定是四个月),狐狸怀胎也是同样的时间。但如果这种动物依其本性需在腹中孕育胚胎九个月,而另一种则为四个月,它们若发生交配,便不可能产生后代。因此不仅需要时间相等,而且体型大小也必须相当;因为即便时间相等,但如果大小不相称,即便如此也不会受孕;因为怎能由狗与马、或者由大象与狐狸受孕呢?而且显而易见的是,正如在狗与狐狸的情形中一样,这种情况在种子上也会发生。因为如果有人把谷物从埃及带到雅典并播种,所生成的谷物便介于埃及谷物与雅典谷物之间;而从这种播下的中间性谷物中所生成的,则更加类似于雅典的谷物,最终毫无二致地变成在雅典所耕作的那样。
- 2.21οὔτε τὸ ποιοῦν πάνυ ἀκριβῶς
承接前文“精液作为工具并不必然存在于生成物中,亦不成为其一部分”,亚里士多德在此补充了简洁的短语 οὔτε τὸ ποιοῦν(造作者亦不……)。根据下文木匠的类比(οὔτε γὰρ ὁ τέκτων ἐνυπάρχει τῇ θύρᾳ),此处省略了谓词 ἐνυπάρχει(内在存在于),应补足为“造作者亦不[内在存在于其中]”。
- 2.21προσεχῶς γὰρ ἡ κύων παρέχουσα τὴν ὕλην, τὸ δ’ ἄρρεν τὸ εἶδος δι’ ἄλλης καὶ ἄλλης ὁμοιότητος ἐξασθενεῖ
在句法构造上,前半句的分词短语 ἡ κύων παρέχουσα τὴν ὕλην(雌狗直接提供质料)与后半句由主定动词 ἐξασθενεῖ(减弱)构成的从句形成对举。无论将 τὸ ἄρρεν 视为省略了分词 παρέχον 并支配宾语 τὸ εἶδος,还是将雄性所提供的形式作为讨论的主题,其逻辑脉络完全一致:母体在每代直接提供质料,而雄性所赋予的形式则在连续的异种交配中逐代衰减。
- 2.21δυνάμει λέγων ἐκεῖνα τῶν μὴ ὁμογενῶν μιγνύμενα γεννῶσιν, ὅσα ἐν ἴσοις χρόνοις γεννῶσιν
由 δυνάμει λέγων(实质上是在说)所引出的间接陈述结构。主句核心是 ἐκεῖνα … μιγνύμενα γεννῶσιν(交配的那些物类才生育),关系从句 ὅσα ἐν ἴσοις χρόνοις γεννῶσιν(在同等时间内生育者)限制先行词 ἐκεῖνα。动词 γεννῶσιν 的重复明确指出了能够成功怀胎并产下后代的限定条件。
