← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§93.4-94.11

雌雄生殖残余物的差异与质料及形式之提供

菲洛波庞疏解了亚里士多德关于雌雄体内生殖残余物存在与否之差异的悬绝句式,并以无需工具的昆虫交配为例,阐明雌性提供质料、雄性提供形式与能作之热的生殖原理解析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21#1

" Τοῦ δ’ ἐν μὲν τοῖς θήλεσι πᾶσιν ὑπάρχειν περίττωμα τοιοῦτον.1" Διὰ τούτων τὴν αἰτίαν λέγει, δι’ ἣν τὰ μὲν θήλεα πάντα προΐεται ἢ καταμήνιον ἢ τὸ ἀνάλογον τῷ καταμηνίῳ, οὐ πάντα δὲ τὰ ἄρρενα ἢ σπέρμα ἢ τὸ ἀνάλογον. τινὰ γὰρ τῶν ἐντόμων, ἐν ὅσοις τὸ θῆλυ εἰς τὸ ἄρρεν ἀφίησί τι τῶν ἑαυτοῦ, ὡς πολλάκις εἴρηται, οὐ προΐεται οὔτε σπέρμα οὔτε τὸ ἀνάλογον οὔθ’ ὅλως τι. διὰ μακροῦ δὲ τὴν τοῦ λόγου πεποίηκεν ἀπόδοσιν, διὰ τὸ πολλὰ μεταξὺ παρεμβαλεῖν. ῥητέον δὲ πρῶτον μὲν τὴν τῶν λεγομένων διάνοιαν, εἶθ’ οὕτω τὴν λέξιν καταστῆσαι πειρατέον. τοῦ μὲν οὖν τοῖς θήλεσι, φησί, πᾶσιν γενέσθαι περίττωμα, ἤτοι καταμήνιον ἢ τὸ ἀνάλογον, τοῖς δὲ ἄρρεσι μὴ πᾶσιν αἴτιον ὅτι πᾶν ζῷον σῶμα ἔμψυχόν ἐστι, καὶ τὴν μὲν ὕλην ἐξ ἧς τὸ σῶμα παρέχει τὸ θῆλυ, τὴν δὲ ψυχὴν καὶ τὸ εἶδος τὸ ἄρρεν ὡς δι’ ὀργάνου τοῦ σπέρματος. ἐν οἷς οὖν ἐνδέχεται τὴν ψυχὴν δίδοσθαι ἄνευ ὀργάνου καὶ σπέρματος, τούτοις οὐκ ἀνάγκη περίττωμα ἔχειν σπερματικόν· ἐνδέχεται δὲ δίδοσθαι ταύτην χωρὶς ὀργάνου ἐν οἷς ἐντόμοις τὸ θῆλυ τῶν ἑαυτοῦ τι εἰς τὸ ἄρρεν ἀφίησιν. ἐπεὶ οὖν χωρὶς ὕλης καὶ εἴδους οὐδέν τι δύναται γενέσθαι, χωρὶς δὲ ὀργάνων πολλά, ὥσπερ ἐπὶ τῆς πλαστικῆς, τὴν δὲ ὕλην παρέχει τὸ θῆλυ, ἀνάγκη πᾶσι τοῖς θήλεσιν εἶναι περίττωμα γεννητικόν, τουτέστι καταμήνιον ἢ τὸ ἀνάλογον, τοῖς δ’ ἄρρεσιν οὐκ ἀνάγκη πᾶσι γίνεσθαι σπέρμα ἤτοι ὄργανον, διὰ τὸ δύνασθαι, ὥσπερ εἴρηται, καὶ χωρὶς τοῦ τοιούτου ὀργάνου ἄλλως πως δίδοσθαι τῇ ὕλῃ τὴν ψυχὴν καὶ τὸ εἶδος. ἡ μὲν οὖν αἰτία, δι’ ἣν οὐ πᾶσι τοῖς ἄρρεσι γίνεται σπέρμα ἢ τὸ ἀνάλογον, τοῖς δὲ θήλεσι πᾶσιν, αὕτη. ἡ δὲ τῆς λέξεως ἀπόδοσις καὶ τὸ συνεχὲς καὶ ἡ τῶν μεταξὺ παρεμβληθέντων ἔννοια ὧδέ πως ἔσται δήλη. καὶ πρῶτον ἡ τῆς λέξεως· τοῦ δὲ ἐν μὲν τοῖς θήλεσι πᾶσιν ὑπάρχειν περίττωμα τοιοῦτον, ἐν δὲ τοῖς ἄρρεσι μὴ πᾶσιν, αἴτιον δὴ τοῦ τοῖς μὲν ἄρρεσι μὴ πᾶσιν εἶναι περίττωμα γεννητικόν· τὰ δὲ λοιπὰ μεταξὺ παρενεβλήθη, διὸ καὶ αὐτὸς εἰδὼς ὡς παρενέβαλέ τε καὶ ἐμέστωσε τὸν λόγον, τέθεικε τὸν ἀρκτικὸν τὸν δή σύνδεσμον εἰπὼν αἴτιον δή. ἀλλὰ τὸ μὲν τῆς λέξεως ἀκόλουθον τοιοῦτον, ἡ δὲ τῶν μεταξὺ παρεμβληθέντων διάνοια αὕτη· ὥσπερ γὰρ τὰ προϊέμενα γονήν, οἷον ἄνθρωπος καὶ τὰ τοιαῦτα τῶν ζῴων, τῇ ἐν τῇ γονῇ κινήσει, ἤτοι τῇ ποιητικῇ ὑπ’ αὐτῶν ἐνδιδομένῃ διὰ τῆς γονῆς θερμότητι, δημιουργεῖ τὸ ζῷον (τοῦτο γὰρ εἶπε συνιστάμενον· συνέστησε γὰρ ὁ Σωφρονίσκος τὸν Σωκράτην ἔκ τε τῆς ἀπὸ τῆς Ξανθίππης ὕλης2 καὶ τῆς ἀπ’ αὐτοῦ δοθείσης ψυχικῆς θερμότητος) οὕτω καὶ τῶν ἐντόμων ὅσα μὴ προΐεται γονήν, ἀλλὰ δέχεται τὴν ἐκ τοῦ θήλεος ὑγρότητα, συνιστῶσιν αὐτὴν ὑπὸ τῆς ἐνούσης αὐτοῖς ποιητικῆς δυνάμεως. εἰπὼν δὲ ὅτι συνιστῶσιν ἣν ἀπὸ τοῦ θήλεος δέχονται ὕλην ὑπὸ τῆς ἐν αὐτοῖς δυνάμεως, σαφηνίζων ἐν τίνι τῶν μορίων ἐστὶν αὕτη ἡ δύναμις, ἐπήγαγεν ἐν τούτῳ τῷ μορίῳ, ὅθεν ἀποκρίνεται τὸ σπέρμα, τουτέστιν ἐν τούτῳ τῷ μορίῳ ἔχουσι τὰ τοιαῦτα ἔντομα τὴν ποιητικὴν δύναμιν, τῷ ἀναλογοῦντι τῷ ἐφ’ ἡμῖν μορίῳ, ἀφ’ οὗ ἀποκρίνεται τὸ σπέρμα.

“至于在所有雌性中都存在这样一种残余物……” 他通过这些话指明了为什么所有雌性都排出经血或其类似物,而并非所有雄性都排出精液或其类似物的原因。因为正如多次谈到的,在雌性将自身的某物送入雄性体内的某些昆虫中,〔雄性〕既不排出精液,也不排出类似物,完全不排出任何东西。但他之所以隔了很长距离才给出句子的应结部,是因为在中间插入了许多内容。因此,首先必须阐明所论述之事的意旨,然后依此尝试理顺句式的结构。他说,在所有雌性中产生残余物(即经血或其类似物),而并非在所有雄性中都产生的原因在于:一切动物都是有灵魂的身体,雌性提供身体由之构成的质料,而雄性则提供灵魂与形式,如同以精液为工具一样。因此,在那些无需工具和精液便能赋予灵魂的物类中,它们便无必要拥有精液性的残余物;而在雌性将自身某物送入雄性体内的那些昆虫中,灵魂无需工具即可被赋予。既然没有质料与形式任何东西都无法生成,但无需工具却能生成许多东西(正如在造型艺术中那样),且质料是由雌性提供的,那么所有雌性必然都拥有生成的残余物(即经血或其类似物),而并非所有雄性都必然产生精液(即工具),因为正如所说,即便没有这种工具,灵魂与形式也能以其他某种方式被赋予质料。因此,并非在所有雄性中都产生精液或其类似物、而在一切雌性中都产生的原因,就在于此。而文句的应结、连贯性以及中间插入内容的意思,大致可以通过如下方式阐明。首先就文句而言:“至于在所有雌性中都存在这样一种残余物,而并非在所有雄性中,那么在并非所有雄性中都存在生成性残余物的原因确实……”其余部分则是插入中间的;正因如此,他自己也意识到自己插入了材料并使句子充塞膨胀,于是放置了作为领起性的连接词“确实”(δή),说“原因确实”。文句的承接固然是这样的,而中间插入内容的意旨则是如此:因为正如排出种子的动物(例如人及这类动物)凭借种子中的运动,即凭借通过种子由它们所赋予的能作的热来造作动物(因为他说“被构成的”,指的就是这个;因为索弗洛尼斯科斯乃是由来自克珊蒂珀的质料以及由自身赋予的灵魂热构成了苏格拉底),同样,那些不排出种子、而是接受来自雌性的流动体之昆虫,也由它们内部固有的能作能力来构成它。在陈述了它们由其内部能力构成从雌性处接受的质料之后,为了澄清这种能力存在于哪一个部位中,他接着补充道“在分泌出精液的这个部位中”,也就是说,这类昆虫在这个相应于我们身上分泌精液之部位的部位中,具备这种能作的能力。

语法注2 条
  1. 2.21Τοῦ δ’ ἐν μὲν τοῖς θήλεσι πᾶσιν ὑπάρχειν περίττωμα τοιοῦτον

    亚里士多德原文(738b9)开头的带定冠词属格不定式短语(τοῦ ... ὑπάρχειν)在句法上隶属于后文的名词 αἴτιον,表示所要解释的原因对象(“关于存在这样一种残余物的原因”)。由于亚里士多德在中间插入了长篇解释,导致应结部(ἀπόδοσις)严重滞后,后文以 αἴτιον δή 重新拾起,构成了注释家在此专门剖析的悬绝/破格(anacoluthon)句式。

  2. 2.21συνέστησε γὰρ ὁ Σωφρονίσκος τὸν Σωκράτην ἔκ τε τῆς ἀπὸ τῆς Ξανθίππης ὕλης

    句法上,συνέστησε 为及物动词(主语为 ὁ Σωφρονίσκος,宾语为 τὸν Σωκράτην),介词短语 ἔκ τε ... καὶ ... 表示构成的质料与动因来源。文中的女性名 Ξανθίππη 在历史上实为苏格拉底之妻,但注释者文本在此误写或沿用了“来自克珊蒂珀的质料”而非其母淮那瑞忒(Phaenarete),译文严格依原文如实译出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:93.4-94.11