- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:91.28-93.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《动物之生成》738a22的注解,论述了乳糜向血液的转化、经血的成因、年轻妇女出现白带的原因、热的量与强度的差异,以及未被吸收的经血被转用于生成新个体的机制。
" Μεταβεβληκότος μὲν οὖν εἰς αἷμα τοῦ περιττώματος βούλεται γίνεσθαι τὰ καταμήνια κατὰ τὴν εἰρημένην περίοδον." Μεταβάλλον εἰς αἷμα περίττωμα λέγει τὴν κεχυλοποιημένην ἐν τῇ γαστρὶ τροφήν, ἣν ἕλκουσιν ἀπ’ αὐτῆς αἱ εἰς αὐτὴν1 ἐρριζωμέναι φλέβες καὶ ἐν ἑαυταῖς ἐξαιματοῦσιν. ἡ γὰρ πρώτη τροφή, οἷον ὁ ἄρτος, πρῶτον μὲν χυλοποιεῖται ἐν τῇ γαστρὶ ὑπὸ τῆς ἐμφύτου θερμότητος, εἶτα ἀπ’ αὐτῆς ὥσπερ ῥίζαι ἀπὸ γῆς ἕλκουσιν αὐτὴν αἱ τῶν δύο φλεβῶν, τῆς μεγάλης καὶ τῆς ἀορτῆς, εἰς αὐτὴν ἐρριζωμέναι παραφυάδες, καὶ οὕτως ἐντὸς αὐτῶν μεταβάλλει εἰς αἷμα· ἁπλῶς γὰρ πᾶν αἷμα ἐν ταῖς φλεψὶ γίνεται αἷμα. ἔχουσι δὲ τὴν ἀρχὴν ἡ μεγάλη φλὲψ καὶ ἡ ἀορτὴ ἀπὸ τῆς καρδίας. ἐκάλεσε δὲ τὴν ὑπὸ τῶν φλεβίων ἀπὸ τῆς γαστρὸς ἑλκομένην τροφὴν περίττωμα, διότι πᾶσαν τὴν τροφὴν τὴν πρώτην ἡ κοιλία ὡς οἰκείαν μὲν ἕλκει, οὐ πᾶσαν δὲ τρέφεται, ἀλλά τι μέρος. τὸ δ’ ἐναπομεῖναν ἕλκουσιν αἱ φλέβες, ὅπερ καλεῖται οὐχ ἁπλῶς περίττωμα, ἀλλὰ περίττωμα τῆς τροφῆς, ἀφ’ ἧς ἐτράφη ἡ κοιλία. καὶ εἴη ἂν διὰ τοῦτο, οἶμαι, τὸ τῆς λέξεως πλῆρες τοιοῦτον· μεταβεβληκότος μὲν οὖν εἰς αἷμα τοῦ περιττώματος τῆς τροφῆς τῆς κοιλίας. λέγει δὲ περίοδον ἑκάστην τὴν τοῦ ἡλίου καὶ τῆς σελήνης σύνοδον. εἰπὼν δὲ ὅτι πεφθέντος δὲ καὶ μεταβεβληκότος εἰς αἷμα τοῦ περιττώματος, τῆς δὲ φύσεως μὴ δυνηθείσης ἀπὸ αἵματος μεταβαλεῖν αὐτὴν εἰς σάρκας, ἐκκρίνεται εἰς τὴν ὑστέραν καὶ γίνεται τὰ καταμήνια, ἐπήγαγε μὴ πεπεμμένου δὲ κατὰ μικρὸν ἀεί τι ἀποκρίνεται, τουτέστι μὴ πεφθείσης δὲ ἐν ταῖς φλεψὶ μηδὲ εἰς αἷμα μεταβεβληκυίας, ἀλλ’ οὔσης οἵα ἦν ὅτε ἐκ τῆς γαστρὸς ἐλήφθη (ἦν δὲ λευκή· ὁ γὰρ χυλὸς λευκός) ἀεί τι ἀπὸ τούτων εἰς τὰς ὑστέρας ἐκκρίνεται λευκόν, καὶ ἐπὶ τούτῳ ταῖς νέαις γυναιξίν, οὐ πάσαις ἀλλά τισιν, ἀντὶ καταμηνίων ἀποκρίνεται θύραζε λευκά τινα. ἀλλὰ πῶς ταῖς νεωτέραις τῶν γυναικῶν πλεῖον ὂν τὸ ἔμφυτον θερμὸν ἤπερ ταῖς παλαιοτέραις οὐ μᾶλλον πέττεται αὕτη ἡ χυλοποιηθεῖσα τροφὴ καὶ εἰς αἷμα μεταβάλλει, ἀλλὰ μένει ἐν ταῖς φλεψὶν οἵα ἦν ὅτε ἐλήφθη ἐκ τῆς γαστρός; ἢ πλέον μέν ἐστιν ἐν αὐταῖς τὸ θερμόν, οὐ σφοδρὸν δέ, ἀλλ’ ἀνειμένον. ὥσπερ γὰρ καὶ ἡ τοῦ κυαθιαίου θερμοῦ ὕδατος ἐπιτεταμένη θερμότης ἥττων μέν ἐστι τῆς τῶν μυρίων κυάθων χλιαρῶν θερμότητος, ὅμως σφοδροτέρα ἐστὶ καὶ δραστικωτέρα, οὕτω καὶ ἡ τῶν παλαιοτέρων γυναικῶν θερμότης ἥττων ἐστὶ τῆς τῶν νεωτέρων θερμότητος, δραστικωτέρα μέντοι καὶ σφοδροτέρα. διά τε οὖν τοῦτο καὶ τὸ πλείονι τροφῇ χρῆσθαι τὰ νεώτερα οὐ γίνονται καλῶς αἱ πέψεις. ποιοῦσι δὲ νόσον τὰ καταμήνια μὴ γινόμενα, πολλὰ δὲ γινόμενα καὶ μὴ συμμέτρως καθαίρεσιν ἐργάζονται τῶν τοῦ σώματος ὄγκων. ὃ γὰρ ἤμελλε προσκριθῆναι τῷ σώματι, ὥστε αὐξῆσαι αὐτό, ἀνάγκη ἐξιὸν καθαίρεσιν ποιεῖν τοῦ ὄγκου. τὸ δὲ ὅπως οἷον ἤμελλε τοιοῦτον γένηται ἕτερον τοιοῦτόν ἐστι·2 τὸ καταμήνιον εἴπερ ἐπέφθη καὶ προσεκρίθη, ἀνάγκη ἦν σάρκας ἐξ αὐτοῦ καὶ ὀστᾶ καὶ τὰ λοιπὰ ἕτερα μόρια γενέσθαι· ἐπεὶ δ’ οὐ προσεκρίθη, καταχρῆται αὐτῷ ἡ φύσις πρὸς ἄλλου γένεσιν ζῴου ὁμοίου τῷ πατρὶ ἢ τῇ μητρί· δυνάμει γάρ ἐστιν ἀμφότερα τὰ καταμήνια. οἷον οὖν πρᾶγμα καὶ οἵα φύσις ἤμελλε γενέσθαι προσκριθέν (ἐγεγόνει δ’ ἂν σάρκες καὶ πάντα τὰ ἄλλα μόρια) γίνεται πάλιν ἕτερα τοιαῦτα· ἔχει γὰρ τὸ γεγονὸς πάντα, ὅσα τὸ γεννῆσαν αὐτό· κἂν γὰρ τῇ μητρὶ τοῦ Σωκράτους προσεκρίθη, σάρκας ἂν ἐποίησε πάντως καὶ ὀστᾶ καὶ τὰ λοιπά, καὶ ἐν τῷ Σωκράτει τὰ αὐτὰ πεποίηκε.
“因此,当残余物转变成血液时,经血便倾向于按照所说的周期产生。” 他所说的“转变成血液的残余物”,是指在胃中化为乳糜的滋养物,植根于胃中的静脉从胃中汲取它,并在自身内部将其转化为血液。因为第一滋养物,例如面包,首先在胃中被天生热化为乳糜,然后大静脉与主动脉这两条静脉植根于胃中的分支,像植物根系从大地中汲取一样从胃中汲取它,并就这样在其内部转变成血液;因为简言之,一切血液都是在静脉中变为血液的。而大静脉与主动脉的起点都在心脏。他之所以把由小静脉从胃中汲取的滋养物称为“残余物”,是因为腹部将全部的第一滋养物作为固有的食物汲取,但并未以其全部为滋养,而仅以某一组成部分为滋养。剩下的部分则由静脉汲取,这并非简单地被称为“残余物”,而是被称为腹部借以得到滋养的“滋养物的残余物”。因此,我想,文句的完整形式大概会是这样的:“因此,当腹部的滋养物的残余物转变成血液时”。他所说的“周期”是指太阳与月亮的每一次交合。在陈述了“残余物被消化并转变成血液,但自然无法将其从血液转变成肉,它便被分泌进子宫并成为经血”之后,他接着补充道“但若是未被消化,则总有少量东西被分泌出来”;也就是说,当它在静脉中既未被消化也未转变成血液,而是保持从胃中汲取时的状态时(它是白色的;因为乳糜是白色的),便总有某种白色的东西从这些静脉分泌进子宫,正因如此,在年轻妇女中,虽然不是所有人,但在某些人身上,会有某种白色的分泌物代替经血排出体外。但是,既然年轻妇女体内的天生热多于年长妇女,为什么这种化为乳糜的滋养物没有更多地被消化并转变成血液,反而以从胃中汲取时的状态留在静脉中呢?难道是因为她们体内的热虽然量多,但并不剧烈,而是松散的吗?因为正如一勺热水被强化的热虽然总量少于一万勺温水的热,却更为剧烈、更具效力,年长妇女的热虽然少于年轻妇女的热,却更具效力且更为剧烈。因此,既由于这个原因,又由于年轻个体摄入更多的滋养物,消化才未能良好进行。经血若不产生便会致病,若产生过多且不合度节制,则会造成身体充实量的缩减。因为本应附着于身体以使其增长的东西,排泄出去必然造成充实量的缩减。而“以便产生另一个如同它本来要成为的那样的东西”这句短语的意思是:经血若是被消化并附着,必然会从中产生肉、骨骼及其他其余部分;但既然它未被附着,自然便将其用于生成另一个类似于父亲或母亲的动物;因为经血在潜能上是这两者。因此,若是附着,它本要成为怎样的物、怎样的自然(它本来会成为肉和所有其他部分),便又产生了其他这样的东西;因为产生出来的东西具备生成它的东西所具备的一切;因为即使它附着于苏格拉底的母亲,它也必定会产生肉、骨骼等其余部分,而它在苏格拉底身上也产生了同样的东西。
- 2.20αὐτὴν
尽管紧接在前的名词 τοῦ περιττώματος 是中性,但代词 αὐτήν 却是阴性单数宾格。此处是在意念上指涉前文论及的阴性名词 τροφή(或 χυλοποιηθεῖσα τροφή)。
- 2.20τὸ δὲ ὅπως οἷον ἤμελλε τοιοῦτον γένηται ἕτερον τοιοῦτόν ἐστι
句首的 τὸ δὲ ὅπως οἷον ἤμελλε τοιοῦτον γένηται [ἕτερον] 是引自亚里士多德原文(GA 738a36)的引文,由中性定冠词 τὸ 引出作主语。主句的谓语是句末的 τοιοῦτόν ἐστι(“意思是如下这样的”),而 ἕτερον 属于引语分句内部(ἕτερον γένηται)。
