- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:90.5-91.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德主张种子与残余物的分泌是自然运送至固有场所的,而若望·斐洛庞劳解释了反对者关于残余物由精气强力排出的观点,并通过指出屏气是为了蓄力且排泄在睡眠松弛时也会发生予以驳斥,随后阐述了经血经小静脉排出的过程。
" Ἡ μὲν οὖν ἀπόκρισις γίνεται πᾶσι τοῦ σπέρματος ὥσπερ ἄλλου τινὸς περιττώματος." Τὸ λεγόμενον δυνάμει τοιοῦτόν ἐστιν· ὥσπερ γὰρ ἡ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίττωσις οἰκείους ἔχουσα τόπους φύσει ἔρχεταί τε καὶ συναθροίζεται εἰς αὐτούς, εἶτα διὰ τῶν συνεχῶν τοῖς τοιούτοις τόποις πόρων ἐξέρχεται θύραζε, οὕτω καὶ τὸ σπέρμα περίττωμα ὂν ἔχει οἰκεῖόν τινα τόπον, ὃν τίς ποτέ ἐστι μετὰ βραχὺ ἐρεῖ, καὶ εἰς τοῦτον φύσει καὶ οὐ βίᾳ συναθροιζόμενον ἔξεισι διὰ τῶν φλεβικῶν πόρων θύραζε. τὰ δὲ ῥηθησόμενα ἴσως ἔσται σαφῆ, εἰ τὴν δόξαν πρότερον ἐκθησόμεθα τὴν λέγουσαν ὅτι τὰ περιττώματα τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς βίᾳ ἐξέρχονται, ὁμοίως καὶ τὰ σπέρματα. ἔλεγον οὖν οἱ τῆς δόξης ταύτης προϊστάμενοι ὅτι, ὥσπερ ἡ τῶν εἰρημένων δύο τροφῶν περίττωσις βίᾳ ἐξέρχεται ἀπωθουμένη ὑπὸ τοῦ ἐν ἡμῖν ἐντὸς ὄντος πνεύματος (σημεῖον δέ φασιν ὅτι ὑπὸ τοῦ τοιούτου πνεύματος βιαζομένη καὶ ἀκοντιζομένη ἔξεισι· καὶ γὰρ ὅταν μὴ ῥᾳδίως ἔξεισιν ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις ὥσπερ ἐν ταῖς τῆς γαστρὸς ἐποχαῖς διὰ ξηρότητα, οὐκ ἐκπνέομεν, ἀλλὰ κατέχομεν ἐντὸς τὸ πνεῦμα, ὡς δηλονότι ὑπὸ τούτου βιασθησομένης καὶ ἐκτὸς ἀκοντισθησομένης· τοῦτο δὲ ποιοῦμεν καὶ ἐπὶ τῆς ὑγρᾶς) ὥσπερ οὖν αὕτη ἡ περίττωσις βίᾳ ἐξέρχεται, οὕτω καὶ τὸ σπέρμα ἀκοντιζόμενόν τε καὶ ὠθούμενον ὑπό τε τῆς ἐν αὐτῷ οὔσης θερμότητος ὑπό τε τῆς τοῦ ὅλου σώματος, καὶ προσέτι ἑλκόμενον καὶ ὑπὸ τῆς τῶν αἰδοίων θερμότητος, ὥσπερ ὑπὸ τῶν σικυῶν τὸ αἷμα (ὄργανα δὲ ταῦτα ἰατρικά) ἔξεισι βίᾳ καὶ οὐ φύσει. τούτων προλεχθέντων τὴν λέξιν μετιτέον. φέρεται γάρ, φησίν, ἕκαστον εἰς τὸν οἰκεῖον τόπον, λέγων ἕκαστον τό τε σπέρμα καὶ τὴν τῶν δυεῖν τροφῶν περίττωσιν. τὸ δὲ τῷ τε πνεύματι βιαζομένων1 δύναται καὶ περὶ τῶν σπερμάτων ἀκούεσθαι μόνων, δύναται δὲ καὶ περὶ τῶν τριῶν, τοῦ τε σπέρματος καὶ τῶν δυεῖν περιττώσεων. ἐξέρχονται οὖν, φησί, βιαζομένων, ἤτοι βιαζομένων τῷ πνεύματι. ἐν δὲ τῷ μὴ βιασαμένων ταύτην περίττωσιν2 τὸ βιασαμένων περὶ τῶν πνευμάτων εἴρηται. ὃ λέγει τοιοῦτόν ἐστι δυνάμει· λέγουσιν οὖν, φησί, βίᾳ ἐξέρχεσθαι, ὥσπερ ἐνδεχομένου ὄντος τὴν τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίττωσιν καὶ ἄλλοθί που πορευθῆναι, οἷον ἐν τῷ στόματι ἢ τοῖς μυκτῆρσι μὴ βιασαμένων αὐτὴν τῶν πνευμάτων καὶ ἀκοντισάντων πρός τε τὴν κύστιν καὶ τὰ ἔντερα. λέγουσι δέ, φησίν, οἱ ταύτης τῆς δόξης προϊστάμενοι βίᾳ ἐξέρχεσθαι τὸ περίττωμα, διότι τὰς ἐξόδους αὐτῶν τῶν περιττωμάτων οἱ ἄνθρωποι συνεκκρίνουσιν ὁμοίως καὶ τὰ λοιπὰ ζῷα τῷ ἀθροισθέντι ἐντὸς πνεύματι· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὅτι τὰς ἐξόδους αὐτῶν ἠθροισμένῳ τῷ πνεύματι συνεκκρίνουσι. θεὶς δὲ τὴν δόξαν ἐνίσταται· λέγων οὐ μόνον γὰρ ἐν τῇ ἐξόδῳ τούτων τὸ πνεῦμα κατέχομεν, ἀλλὰ κἄν τι βάρος ἆραι βουληθῶμεν, ὁμοίως κατέχομεν τὸ πνεῦμα· ἐγγίνεται γὰρ ἡμῖν ἐκ τῆς τοῦ πνεύματος κατοχῆς ἰσχύς, εἴπερ ἡ ἰσχὺς διὰ θερμότητος, τὸ δὲ πνεῦμα θερμόν. ὥστε οὐχ ἁπλῶς διὰ τὴν τῶν περιττωμάτων ἀκόντισιν τοῦτο κατέχομεν, ὡς ἄνευ τοῦ πνεύματος μὴ δυναμένων ἐξελθεῖν, ἀλλὰ δι’ ἰσχύν. ἀλλὰ καὶ ὑπνώττουσιν ἡμῖν ἂν ἄνετοί τε καὶ ἀσθενεῖς οἱ τόποι τύχωσιν, οἷον ἥ τε κύστις καὶ τὰ ἔντερα, ὡς μὴ δύνασθαι κατέχειν, ἐκκρίνονται· οὐροῦσι γὰρ πολλοὶ καὶ μᾶλλον οἱ παῖδες ὑπνώττοντες διὰ τὸ ἀσθενῆ εἶναι τὴν τῶν τοιούτων καθεκτικὴν δύναμιν, ἀλλ’ οὐ διὰ τὸ κατέχειν τὸ πνεῦμα. πῶς γὰρ κατέχουσι ὑπνώττοντες; σαφῶς δὲ τὴν τῶν καταμηνίων γένεσιν ἀπαγγέλλει, πλὴν τοῦ ὅτι αἱ φλέβες ἡ μεγάλη καὶ ἡ ἀορτὴ τέμνεται εἰς πολλάς,3 ἓν δέ τι τῶν τμημάτων εἰς τὴν ὑστέραν εἰσελθὸν τέμνεται εἰς πολλὰ καὶ λεπτὰ φλεβία. ἐμήνυσε δὲ διὰ τοῦ σχιζομένων ἄνωθεν τῶν φλεβῶν· τοῦτο γὰρ ἴσον ἐστὶ τῷ εὐθὺς ἐν τῇ τῆς καρδίας ἐπιφανείᾳ τὴν σχίσιν δεχομένων. ἀλλὰ καὶ τὸ τῆς φύσεως διὰ ψυχρότητα οὐ πέττειν δυναμένης ταὐτόν ἐστι τῷ καὶ μὴ δυναμένης τῆς τοῦ θήλεος φύσεως τὸ ἐν τοῖς τοιούτοις φλεβίοις αἷμα πέττειν τε καὶ εἰς σαρκὸς φύσιν μεταβάλλειν, ἐκκρίνεται ἀπὸ τῶν τοιούτων φλεβίων καὶ πίπτει ἐν τῇ ὑστέρᾳ, ἐξ αὐτῆς δὲ ὑπὸ τῆς φύσεως ἀκοντίζεται θύραζε.
“因此,种子的分泌在一切动物中都如同某种其他残余物的分泌一样发生。” 所言之意潜能上是这样的:因为正如干燥和湿润滋养物的残余物自然具有固有的场所,既进入其中又积聚其中,随后通过与这类场所相连的管道向外排出,同样,种子作为残余物,也具有某个固有的场所(至于这究竟是何处,他不久后将会言明),并且是自然而非受强力积聚于此,通过静脉管道向外排出。但是,如果我们首先陈明主张干燥与湿润滋养物的残余物是受强力排出、种子同样也是如此的观点,那么接下来的论述或许就会变得清晰了。主张这一观点的人曾说,正如所提到的这两种滋养物的残余物受我们体内的精气推动而受强力排出(他们说,残余物受这种精气强迫和射出而排出的证据是,当干燥滋养物的残余物由于干燥而无法轻易排出时,例如在腹部停滞中,我们并不呼气,而是将精气留在体内,显然以为残余物会被它强迫并射出体外;我们在湿润残余物的情形下也这样做)——正如这种残余物是受强力排出的,同样,种子也是既被自身内部的热也被整个身体的热射出并推动,此外还像血液被吸拔罐(这是医疗器械)吸附一样被生殖器的热所吸引,因此是受强力而非自然排出的。在预先阐明这些之后,必须转向文本。因为他说“各物都被运送到其固有的场所”,用“各物”一词指称种子以及两种滋养物的残余物。而“当受到精气强迫时”这一短语,既可以仅理解为关于种子,也可以理解为关于这三者,即种子和两种残余物。因此他说,它们是在“受到强迫时”排出的,也就是说受到精气强迫时。而在“若是没有强迫这种残余物”中,“强迫”是针对精气而言的。他所说的在潜能上是这样的:因此他说,他们声称这是受强力排出的,仿佛如果精气没有强迫它并将其射向膀胱和肠道,干燥和湿润滋养物的残余物就可能走到其他什么地方去似的,例如进入嘴里或鼻孔里。他说,支持这一观点的人之所以声称残余物受强力排出,是因为人类与其他动物一样,借助在体内积聚的精气一同排泄这些残余物的出口;因为“它们借助积聚的精气一同排泄它们的出口”所表明的正是这一点。但在提出这一观点后,他提出了反对:他说,因为我们不仅在排出这些东西时保留精气,而且如果我们想搬起任何重物,我们同样会保留精气;因为从对精气的保持中在我们内部产生了力量,如果力量确实是借由热产生的,而精气是热的。因此,我们保留精气并不单单是为了射出残余物,仿佛没有精气它们就不能排出似的,而是为了力量。不仅如此,当我们睡着时,如果像膀胱和肠道这样的场所恰好松弛而虚弱,以至于无法保留,残余物就会被排泄出来;事实上许多人,尤其是儿童,在睡梦中排尿是由于这类器官的固摄力量虚弱,而不是由于保留精气。因为他们在睡梦中怎么能保留精气呢?而且他清晰地叙述了经血的生成,除了大静脉和主动脉分出许多分支,而这些分支中的某一个进入子宫后又分出许多细小静脉之外。他通过“静脉从上方裂开”指明了这一点;因为这等同于它们在心脏表面立即接受裂开。而且,“自然因寒冷而无法消化”也等同于雌性的自然无法消化这种小静脉中的血液并将其转变为肉的自然,它便从这种小静脉中排泄出来并落入子宫中,随后由自然从子宫射向体外。
- 2.19τῷ τε πνεύματι βιαζομένων
此处引用的属格独立结构,对于其逻辑主语,注疏者指出了两种句法可能:既可以理解为仅指受到精气强迫的“种子本身”(περὶ τῶν σπερμάτων μόνων),也可以理解为同时涵盖种子与两类滋养物残余物的“三者”(περὶ τῶν τριῶν)。
- 2.19μὴ βιασαμένων ταύτην περίττωσιν
带有条件意味的属格独立结构,包含否定词 μή 与主动过去时分词 βιασαμένων。该分词的逻辑主语为前文提及的中性复数名词 τὰ πνεύματα(精气),支配阴性单数宾格宾语 ταύτην περίττωσιν(这种残余物),注疏者对此亦特别指出该分词是针对精气而言的。
- 2.19πλὴν τοῦ ὅτι αἱ φλέβες ἡ μεγάλη καὶ ἡ ἀορτὴ τέμνεται εἰς πολλάς
由介词性副词 πλήν 加上带 ὅτι 从句的中性属格冠词 τοῦ(πλὴν τοῦ ὅτι...)构成,意为“除了……之外”。主语包含两个并列的名词(大静脉与主动脉),但谓语动词 τέμνεται 却采用了单数形式,这是受紧邻的单数主语 ἡ ἀορτή 吸引而产生的邻近一致现象。
