← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§88.15-90.4

能动与受动的潜能以及卵胎生中卵的脱落

菲洛波庞论述了种子与经血在潜能上的区别(能动与受动)、无精卵的局限以及胚胎中黏稠物质转化为肌腱的过程(§2.17#2),随后基于质料的自足与匮乏探讨了软骨鱼类等卵胎生动物中卵从子宫脱落与否的原因(§2.18)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17#2

ζητήσειε δ’ ἄν τις, εἰ καὶ τὸ σπέρμα δυνάμει ἔχει πάντα τὰ τοῦ ζῴου μέρη, ἔχει δὲ ταῦτα δυνάμει καὶ τὸ καταμήνιον, τί διαφέρει τὸ σπέρμα τοῦ καταμηνίου; ἢ τὸ μὲν σπέρμα ἔχει δυνάμει ταῦτα ὡς δυνάμενον ποιῆσαι αὐτὰ ἐν ἄλλῳ, ὥσπερ καὶ ὁ τεχνίτης τὰ εἴδη καὶ τοὺς λόγους τῶν τεχνητῶν, τὸ δὲ καταμήνιον ἔχει δυνάμει ταῦτα ὡς δυνάμενον δέξασθαι. ἐπεὶ οὖν ἀμφότερα δύναται τὸ καταμήνιον, καὶ τὰ τοῦ ἄρρενος καὶ τὰ τοῦ θήλεος, ἐπικρατησάσης τῆς φύσεως καὶ τοιωσδὶ κινησάσης αὐτὸ ὁτὲ μὲν ἄρρεν ὁτὲ δὲ θῆλυ γίνεται. ἀλλὰ περὶ τῆς τοῦ ἄρρενος καὶ θήλεος γενέσεως αὐτὸς ἐρεῖ ἐν τῷ τετάρτῳ λόγῳ τῆς παρούσης πραγματείας. τὸ δὲ ἐκ πεπηρωμένων γίνεσθαι πεπηρωμένα ὥσπερ παράδειγμα εἴληπται·1 ὡς γὰρ ἐκ τούτων ποτὲ μὲν γίνονται ἄρτια καὶ ὑγιῆ, ὅταν σύμμετρον ἔχωσι τὴν ὕλην, ὁτὲ δὲ πεπηρωμένα δι’ ἔνδειαν ὕλης, οὕτω καὶ ἐκ τῶν καταμηνίων ὁτὲ μὲν γίνονται ἄρρενα δι’ ἐπικράτειαν φέρε εἰπεῖν τῆς φυσικῆς θερμότητος, ὁτὲ δὲ δι’ ἔνδειαν αὐτῆς θήλεα. ἐπεὶ οὖν, φησίν, ἔχει τὸ τοῦ θήλεος περίττωμα, αὐτὸ δὴ τὸ καταμήνιον, δυνάμει τὰ τοιαῦτα μόρια, ἀνάγκη καὶ ἐν ὅσοις τῶν ὀρνίθων ὑπηνέμια γίνεται, ἔχειν τὸ συσταθὲν ᾠὸν δυνάμει ἀμφοτέρων καὶ τοῦ ἄρρενος καὶ τοῦ θήλεος, ἀλλὰ διὰ τὸ μὴ ἔχειν τὴν ἐκ τοῦ ἄρρενος διὰ τοῦ σπέρματος ἐνδιδομένην ψυχήν, ἤτοι τὴν αἰσθητικήν, οὐ μεταβάλλει εἰς ζῷον. ὥσπερ δὲ ἐν τοῖς ἑψήμασιν οἷον τῷ ἀληλεσμένῳ κυάμῳ ἢ τῇ σεμιδάλει, ἣν μετὰ γλήχωνος καὶ μέλιτος ἕψοντες ἐσθίουσιν οἱ ῥεύμασι περιπίπτοντες, ὥσπερ οὖν ἐν τούτοις ἑψηθεῖσιν, εἶτα ψυχθεῖσι περιίσταταί τι περίξηρον ἐοικὸς ὑμένι, ὃ καλοῦσι γραῦν, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ, οὕτω καὶ ἐν τοῖς καταμηνίοις (ταῦτα γὰρ εἶπεν ὑγρὰ καὶ σωματώδη, λέγων πάλιν σωματώδη τὰ ἔχοντα γεῶδες) θερμαινομένοις ὑπὸ τῆς ἐν τῷ σπέρματι θερμότητος τῆς ἀναλόγου τῇ τῶν ἀστέρων θερμότητι περιίσταται τὸ γλίσχρον ἀνάλογον τῷ τῶν ἑψημάτων περιξήρῳ· ὅπερ γλίσχρον προϊοῦσι καὶ μείζοσι γενομένοις τοῖς ἐμβρύοις λαμβάνει ἡ τοῦ νεύρου φύσις·2 γλισχρότερον γὰρ τὸ νεῦρον καὶ δέρματος καὶ φλεβὸς καὶ ὑμένος. τῆς γὰρ τῶν γλίσχρων μορφῆς καὶ φύσεώς ἐστι καὶ ὑμὴν καὶ φλὲψ καὶ δέρμα. ἔστι δὲ γλισχρότης δύναμις συνεκτικὴ τῶν ὧν ἂν ἅψηται καὶ ὧν οὐδέν τι καθ’ αὑτὸ συνέχεσθαι δύναται, ἀλλ’ ἢ ῥεῖ, εἴπερ ὑγρόν ἐστιν, ἢ θρύπτεται, εἴπερ ξηρόν. τέλειον δὲ κύημα λέγει τὸ ἔχον ἐνεργείᾳ ἤδη τὰ μόρια καθ’ ἃ χαρακτηρίζεται, εἴτε ἄρρεν ἐστὶ τὸ κυοφορούμενον εἴτε θῆλυ· ταῦτα δ’ ἐστὶ τὰ αἰδοῖα.

有人也许会提出疑难:如果种子也在潜能上具有动物的一切部分,而经血同样也在潜能上具有这些部分,那么种子与经血有何不同?对此[应当回答说]:种子是在能于他者中产生这些部分的意义上在潜能上具有它们,正如工匠具有人工造物的形式和定义一样;而经血则是在能接受这些部分的意义上在潜能上具有它们。既然经血兼具两者(即雄性的部分与雌性的部分)的潜能,那么当自然占据优势并如此这般地运动它时,它有时变为雄性,有时变为雌性。但关于雄性与雌性的生成,他本人将在本论著的第四卷中论述。至于说残疾的父母产生残疾的后代,则是作为一个例证被引用的;因为正如从这些残疾的父母那里,当它们具有相称的质料时有时会产生健全完好的后代,而有时由于质料的匮乏产生残疾的后代,同样,从经血中,有时由于譬如说自然之热占据优势而产生雄性,有时则由于这种热的缺乏而产生雌性。他说,既然雌性的残余物(即经血本身)在潜能上具有这样的部分,那么在那些产生无精卵的鸟类中,凝结而成的卵必然也在潜能上具有雄性与雌性两者的〔部分〕;但由于它没有通过种子由雄性赋予的灵魂(即感觉灵魂),它便不会转变为动物。正如在煮熟的食物中,例如磨碎的蚕豆或精面粉(患黏膜卡他的人将其与薄荷及蜂蜜一同煎煮食用),正如在这些被煮熟继而冷却的食物周围,会形成一层类似于膜的干燥表层(人们称之为皮,正如他本人在下文中将要说到的),同样地,在经血中(因为他把这些称为湿润且具形体的,又把具有土性成分的称为具形体的),当被种子中与星辰之热相当的热加热时,其周围也会形成与煮熟之物的干燥表层相当的黏稠物质。随着胚胎的发展和增大,肌腱的自然便获取了这种黏稠物质;因为肌腱比皮肤、静脉和膜都更为黏稠。因为膜、静脉和皮肤也属于黏稠之物的形态和自然。黏稠性乃是一种凝聚力,能使它所接触的一切事物凝聚在一起,而这些事物本身完全无法保持结合,湿润则流散,干燥则破碎。而他所说的完全的胎儿,是指在现实中已经具备了依之被表征出特征的那些部分(无论所怀的是雄性还是雌性)的胎儿;而这些部分就是生殖器。

§2.18

"Τὰ δὲ ζῳοτοκοῦντα ἐν αὑτοῖς τὰ τέλεια τῶν ζῴων." Τὴν αἰτίαν παραδοῦναι βουλόμενος τοῦ τῶν μὲν τὰ ᾠὰ ἀπολύεσθαι ἐκ τῶν ὑστερῶν, καθάπερ τοῖς πλείστοις τῶν σελαχῶν, οὕτω δὲ καὶ ἀπολυθέντα μὲν αὐτῆς, ἐν αὐτῇ δ’ ὅμως ὑπάρχοντα ζῷα γίνεσθαι, τὰ δὲ μὴ ἀπολύεσθαι, καθάπερ τὰ τοῦ λείου γαλεοῦ (σέλαχος γὰρ καὶ οὗτος), ὑπομιμνήσκει ἡμᾶς σαφῶς καὶ τὰ περὶ τῶν μὴ ᾠοτοκούντων. ἐλλιπῶς δὲ ἡ λέξις ἀπηγγέλθαι δοκεῖ ἡ ὅσα δὲ θύραζε μὲν ζῳοτοκεῖ,3 εἴη δ’ ἂν τὸ πλῆρες ὅσα δὲ καὶ ἐν αὑτοῖς καὶ θύραζε ζῳοτοκεῖ (εἴρηται γὰρ ὅτι τὰ σελάχη πρῶτον μὲν ᾠοτοκεῖ ἐν αὑτοῖς, εἶτα ζῳοτοκεῖ ἐν αὑτοῖς, εἶτα θύραζε) τούτων τῶν ἐν ἑαυτοῖς μὲν πρῶτον ᾠοτοκούντων, εἶτα ἐν ἑαυτοῖς ζῳοτοκούντων, εἶτα θύραζε ζῳοτοκούντων ἐνίων ἀπολύεται τὸ ᾠὸν ἀπὸ τῆς ὑστέρας. πρῶτον μὲν γὰρ συμπεφυκός ἐστιν ἐν αὐτῇ, εἶτα ἀπολυθὲν ἐν αὐτῇ δὲ ὂν ὥσπερ ὕδωρ φέρε εἰπεῖν ἐν ἀγγείῳ ζῷον γίνεται τέλειον, καὶ οὕτω ἔξεισι θύραζε. δι’ ἣν δὲ αἰτίαν ἀπολυθὲν ζωοῦται, δῆλον ἔσται ἐκ τοῦ ἐπαγομένου περὶ τῶν μὴ ἀπολυομένων· ἐπάγει οὖν περὶ τούτων ἐνίων δὲ ὅταν καταναλωθῇ ἡ ἐν τῷ ᾠῷ τροφή, τελειοῦται ἀπὸ τῆς ὑστέρας, δυνάμει λέγων ἐπὶ τούτων δὲ μὴ ἀρκούσης τῆς τοῦ ᾠοῦ οὐσίας καὶ ὁλότητος εἰς ἀποπλήρωσιν ζῴου ἀλλ’ ἐλλιπῶς ἐχούσης συμπέφυκε τῇ ὑστέρᾳ, ἵν’ ἀπ’ αὐτῆς λαμβάνῃ τὸ φῶς διά τινων πόρων, ὡς ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ἐκ δὲ τοῦ ᾠοῦ ὁ ὀμφαλὸς τελειωθείη. ὅταν οὖν καταναλωθῇ ἡ ἐν τῷ ᾠῷ τροφή, τουτέστιν ὅταν οὖν καταναλωθῇ τὸ ᾠὸν εἰς σύστασίν τε ἅμα καὶ τροφήν τινων μορίων, λαμβάνει ἐκ τῆς ὑστέρας τὴν λοιπήν, ἕως ἂν τελειωθὲν ἐκπεσεῖται θύραζε. ὥστε ἐπειδὴ δι’ ἔλλειψιν ὕλης ταῦτα οὐκ ἀπολύεται, τὰ ἄρα ἀπολυόμενα ἀπολύεται διὰ τὴν αὐτάρκειαν καὶ τὸ μὴ δεῖσθαι τῆς ἀπὸ τῶν ὑστερῶν ἐπικουρίας.

“至于在自身内部胎生的那些,动物中完全的那些。” 为了阐明其原因——为何在某些动物中,卵从子宫上脱落(正如在大多数软骨鱼类中那样),并且如此脱落之后,尽管仍在子宫内部,却变成了动物;而在另一些动物中则不脱落(正如在星鲨中那样,因为这也是软骨鱼类)——他也向我们清晰地提示了有关非卵生动物的情况。“凡是向外胎生的”这一句表述似乎略有欠缺,其完整的形式应当是“凡是在自身内部以及向外都胎生的”(因为前文已说明,软骨鱼类首先在自身内部卵生,随后在自身内部胎生,然后再向外胎生)。在这些首先在自身内部卵生、继而在自身内部胎生、而后向外胎生的动物中,某些动物的卵会从子宫上脱落。因为起初它是与子宫长在一起的,随后脱落下来,但仍留在子宫内,譬如如同容器中的水一般,变成完全的动物,然后如此产向体外。至于在脱落之后变成动物的原因,从下文关于不脱落者的补充论述中便可明了。因此他关于这些动物补充道:“而在某些动物中,当卵内的养分被耗尽时,它们便由子宫完成发育”,这实质上意指:在这些动物中,由于卵的实体和整体不足以完全形成动物而是有所欠缺,它便与子宫结合在一起,以便如他在下一卷中所要讲的那样,通过某些孔道从子宫吸取养分,并由卵完成脐带的发育。因此,当卵内的养分被耗尽时——也就是说,当卵被同时用于某些部分的构成和滋养而消耗殆尽时——它便从子宫吸取其余的养分,直到发育完全而被产向体外。因此,既然这些动物是由于质料的欠缺而不脱落,那么脱落的动物显然是由于自足性以及不需要来自子宫的协助而脱落的。

语法注3 条
  1. 2.17τὸ δὲ ἐκ πεπηρωμένων γίνεσθαι πεπηρωμένα ὥσπερ παράδειγμα εἴληπται

    主语是带定冠词的不定式短语 τὸ ἐκ πεπηρωμένων γίνεσθαι πεπηρωμένα,作被动动词 εἴληπται(λαμβάνω 的完成时被动态)的主语。ὥσπερ παράδειγμα 用作表语性的副词短语,意为“残疾者产生残疾后代这一现象是作为例证被引用的”。

  2. 2.17ὅπερ γλίσχρον προϊοῦσι καὶ μείζοσι γενομένοις τοῖς ἐμβρύοις λαμβάνει ἡ τοῦ νεύρου φύσις

    该句的骨干结构是 ἡ τοῦ νεύρου φύσις(主语)λαμβάνει(谓语动词)ὅπερ γλίσχρον(宾语)。与格短语 προϊοῦσι καὶ μείζοσι γενομένοις τοῖς ἐμβρύοις 是表示时间推进或关涉的与格(“随着胚胎的发育和变大”),分词 προϊοῦσι 和 μείζοσι γενομένοις 修饰 τοῖς ἐμβρύοις。

  3. 2.18ἐλλιπῶς δὲ ἡ λέξις ἀπηγγέλθαι δοκεῖ ἡ ὅσα δὲ θύραζε μὲν ζῳοτοκεῖ

    主干是 δοκεῖ 与主语短语 ἡ λέξις ἡ ὅσα δὲ θύραζε μὲν ζῳοτοκεῖ(“‘凡是向外胎生的’这一文句”)构成的主谓结构。ἀπηγγέλθαι 是 ἀπαγγέλλω 的完成时被动不定式,受副词 ἐλλιπῶς(残缺地、不完全地)修饰,意为“该表述似乎是以有所欠缺的形式传述的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:88.15-90.4