- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:9.24-10.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论述了鸟类和鱼类因腿部位置或无足、以及器官与腿部共有筋腱性质而无法具备生殖器官的原因,并阐明了鱼类因不能在水中长久交合而必须瞬间排出精液且不具睾丸的必然性。
λέγει οὖν μὴ ἔχειν αὐτοὺς διὰ τὸ τῶν ὀρνίθων τὰ σκέλη ὑπὸ μέσην εἶναι τὴν γαστέρα, τοὺς δ’ ἰχθύας ὅλως εἶναι ἀσκελεῖς, τὴν δὲ τοῦ αἰδοίου φύσιν ἠρτῆσθαι ἐντεῦθεν, ἤτοι ἀπὸ τῶν σκελῶν, καὶ τὴν θέσιν ἐν τούτοις ἔχειν· ὥστε ἐπειδὴ ἤρτηνται τὰ αἰδοῖα ἀπὸ τῶν σκελῶν, ταῦτα δ’ ἔχουσιν οἱ ὄρνιθες ὑπὸ μέσην τὴν γαστέρα, εἴπερ εἶχον αἰδοῖον, ὑπὸ μέσην ἂν εἶχον αὐτὸ τὴν γαστέρα· εἰ δὲ τοῦτο, οὐκ ἂν ἠδύναντο συνδυάζεσθαι. πῶς γάρ; οἵτινες διὰ τῶν πόρων δι’ ὧν ἐξέρχεται1 τῆς ξηρᾶς τροφῆς περίττωσις συνδυαζόμενοι οὐδὲ οὕτω ῥᾳδίως συνδυάζονται2 ἀλλὰ πίπτουσι τὰ πλεῖστα ἐκ τῶν θηλειῶν μὴ ὀχεύσαντες· εἰ δὲ καὶ διὰ τῶν τοιούτων πόρων ὀχεύοντες δυσκολαίνουσι περὶ τὴν ὀχείαν, εἴπερ ὑπὸ μέσην εἶχον τὴν γαστέρα τὸ αἰδοῖον, οὐδαμῶς ἂν ἠδύναντο ὀχεύειν. ὅτι δὲ ἀναγκαῖόν ἐστι τὸ αἰδοῖον ἐκ τῶν σκελῶν ἠρτῆσθαι, σημεῖόν φησι τὸ γίνεσθαι τὴν τῶν σκελῶν σύντασιν ἐν τῇ ὁμιλίᾳ· τείνονται γὰρ τὰ σκέλη, καὶ μάλιστα πρὸς τῷ τέλει τῆς ὁμιλίας, ὥσπερ ἡ τοῦ τόξου νευρά, πρὸ τῆς ὁμιλίας κεχαλασμένα ὄντα. εἰπὼν δὲ ὅτι τείνονται ἐν τῇ ὁμιλίᾳ τὰ σκέλη τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν τό τε γὰρ ὄργανον νευρῶδες καὶ ἡ τῶν σκελῶν φύσις νευρώδης· ὥστ’ ἐπεὶ τῆς αὐτῆς εἰσι φύσεως, ἀνάγκη συμπάσχειν ὑπ’ ἀλλήλων. τείνεται δὲ τὸ ὄργανον ἐν τῇ ὁμιλίᾳ· ἀνάγκη 〈ἄρα〉 καὶ τὰ σκέλη αὐτοῦ συντείνεσθαι τότε. ὥστ’ ἐπεὶ οὐκ ἐνδέχεται τοὺς ὄρνιθας καὶ τοὺς ἰχθύας ἔχειν αἰδοῖον, τοὺς μὲν ὄρνιθας διὰ τὸ ὑπὸ μέσην ἔχειν τὴν γαστέρα τὰ σκέλη, τοὺς δ’ ἰχθύας διὰ τὸ ὅλως ἀσκελεῖς εἶναι, ἀνάγκη καὶ ὄρχεις ἢ μὴ ἔχειν ἢ μὴ ἐν τοῖς σκέλεσιν· ἡ γὰρ αὐτὴ θέσις ἀμφοτέρων αὐτῶν, τουτέστιν ἐν ᾧ κεῖται τὸ αἰδοῖον, ἐνταῦθα καὶ οἱ ὄρχεις. ἔχομεν οὖν καὶ ἄλλην αἰτίαν διὰ τί τὰ μὲν ἐκτὸς ἔχει τοὺς ὄρχεις τὰ δ’ ἐντὸς τὰ δ’ οὐδ’ ὅλως. Τὸ δὲ ἔτι δὲ τοῖς γε τοὺς ὄρχεις ἔχουσιν ἔξω διὰ τῆς κινήσεως θερμαινομένου τοῦ αἰδοίου προέρχεται τὸ σπέρμα συναθροισθὲν δηλωτικόν ἐστι3 τοῦ πολλάκις ἡμῖν εἰρημένου· ἐλέγομεν γὰρ ὅτι ἐκτὸς ὄντων τῶν ὄρχεων καὶ κατεψυγμένων αὐτῶν τε καὶ τῶν πόρων, διὰ τῆς κινήσεως θερμαινομένου τοῦ αἰδοίου καὶ κατὰ βραχὺ συναθροιζομένου τοῦ σπέρματος βραδεῖα γίνεται ἡ τούτου συνάθροισις. ἐπειδὰν οὖν πάλιν ἐξέλθῃ, πάλιν χρεία πλείονος χρόνου, ἵνα γένηται συνάθροισις, διὰ τὸ ἐκ πολλῆς εὐχρήστου τροφῆς ὀλίγον πάνυ συναθροίζεσθαι, ὡς ἐρεῖ ἐν τῷ παρόντι βιβλίῳ, ὅταν λέγῃ περὶ τῆς τοῦ σπέρματος φύσεως, τίς ἐστι καὶ πόθεν συνίσταται. οἱ δ’ ἰχθύες διὰ τὸ θερμοὺς ἔχειν τοὺς πόρους καὶ διὰ τὴν θερμότητα συνηγμένον καὶ ἕτοιμον τὸ σπέρμα ἢ δι’ ἀδυναμίαν τοῦ πέττειν (γίνεται γὰρ καὶ δι’ ἀδυναμίαν τὸ σπέρμα, ὁμοίως δὲ καὶ διὰ δύναμιν, ὡς ἐρεῖ, ὅτε περὶ τῆς φύσεως αὐτοῦ λέγει) ἔχοντες οὖν τὸ σπέρμα διὰ θερμότητα ἢ δι’ ἀδυναμίαν συνηγμένον καὶ ἕτοιμον ἅμα τῷ θίξαι τοῦ θήλεος ἐξέρχεται. αὐτὸς δὲ καὶ τὴν αἰτίαν ἅμα εἴρηκε τοῦ συνηγμένον ἔχειν καὶ ἕτοιμον τὸ σπέρμα καὶ πρὸ τῆς θίξεως· διὰ γὰρ τὸ μὴ δύνασθαι, φησίν, ἐνδιατρίβειν καὶ χρονοτριβεῖν ἐν τῷ συνδυασμῷ ἐν ὕδατι ὄντα μηδ’ ἐπιβαίνειν ἐπὶ τὰ πρανῆ τοῦ θήλεος ὥσπερ τὰ τετράποδα, ἔχουσι συνηγμένον καὶ οἱονεὶ προαποτεθησαυρισμένον τὸ σπέρμα καὶ ἅμα τῷ θίξαι προΐενται αὐτό, ὥσπερ συμβέβηκε καὶ τοῖς ἐχίνοις· οὐδὲ οὗτοι γὰρ δύνανται ἐπιβαίνειν ἐπὶ τὰ πρανῆ διὰ τὸ ἀκανθῶδες αὐτῶν τῆς φύσεως. ὥστε εἰ δεῖ ταχεῖαν ἐπὶ τῶν ἰχθύων τὴν τοῦ σπέρματος ἔκκρισιν γίνεσθαι διὰ τὰ ῥηθέντα, οἱ δὲ ὄρχεις πρὸς τοῦτο ἐμποδίζουσιν, εἰκότως οὐκ ἔχουσιν ὄρχεις.
因此他说,由于鸟类的腿位于腹部正下方,而鱼类全然无足,且生殖器官的本性是从那里即从腿部悬垂,并在其中占有其位置,所以它们并不具有[生殖器官];因而,由于生殖器官悬垂于腿部,而鸟类是将双腿生于腹部正下方,假若它们真有生殖器官,它们也会将其生于腹部正下方;若果真如此,它们便无法交合了。因为怎能可能呢?那些通过排泄干燥食物剩余物的通道进行交合的鸟类,即便如此也不能轻易交合,反而大多尚未完成交配便从雌鸟身上跌落;假若连通过此类通道交配都感到交配之困难,那么假若它们真把生殖器官长在腹部正下方,它们便绝不可能交配了。至于生殖器官必然悬垂于腿部,他指出其征候乃是交合时腿部发生的紧绷;因为腿部会紧绷起来,尤其是在交合即将结束时,宛如弓弦一般,而在交合之前它们是松弛的。在说了腿部在交合中紧绷之后,他便引申出其原因,说道:因为该器官是筋腱质的,且腿部的本性亦是筋腱质的;因此既然它们具有相同的本性,就必然相互感应。而该器官在交合中紧绷;〈因此〉在那时其腿部亦必然一同紧绷。因而,既然鸟类和鱼类不可能具有生殖器官——鸟类是由于将双腿生于腹部正下方,鱼类则是由于全然无足——那么它们必然要么没有睾丸,要么不在腿部具有睾丸;因为二者的位置相同,即生殖器官所在之处,睾丸亦在那里。因此,我们亦获得了为何某些动物将睾丸生于体外、某些生于体内、某些则全然不具的另一原因。而“此外,在那些将睾丸生于体外的动物中,随着生殖器官因运动而温热,精液便聚集而排出”这句话,表明了我们屡次谈及的事情;因为我们曾说过,当睾丸位于体外且它们自身及通道皆被冷却时,随着生殖器官因运动而温热且精液逐渐聚集,精液的这种聚集便变得迟缓。因此,每当精液再次排出时,为了产生聚集便再次需要更多的时间,因为从大量有用的食物中聚集起来的极其微少,正如他在本书中论及精液的本性即它是何物以及由何构成时所将说明的那样。另一方面,鱼类由于通道温热,并且由于热量或者由于消化能力的匮乏(因为正如他在论及精液本性时所将说明的,精液既因无能而产生,亦同样因能力而产生),精液聚集而准备就绪——因此,由于热量或由于无能而具有聚集且就绪的精液,在触及雌性的同时[精液]便排出了。而他本人同时亦说明了它们甚至在触碰之前便具有聚集且就绪的精液的原因;因为他说,由于身处水中而无法在交合中流连和耗费时间,亦不能像四足动物那样骑在雌性的背部,它们便具有聚集起来并犹如预先储藏好的精液,并在触碰的同时将其排出,正如在海胆身上所发生的那样;因为海胆由于其本性的多刺亦不能骑在背上。因而,假若由于上述原因在鱼类身上精液的排泄必须迅速发生,而睾丸对此有所阻碍,那么它们不具睾丸便是合情合理的。
- 1.1οἱ δ’ ἰχθύες διὰ τὸ θερμοὺς ἔχειν ... ἔχοντες οὖν τὸ σπέρμα ... ἐξέρχεται
句首的主格 οἱ δ’ ἰχθύες 在经过原因介词短语和插入从句后被分词短语 ἔχοντες οὖν ... 承接,但主句的限定动词 ἐξέρχεται 其主语转换为了精液(τὸ σπέρμα),构成了典型的悬置主格/破格结构(nominativus pendens / anacoluthon)。
- 1.1οἵτινες διὰ τῶν πόρων δι’ ὧν ἐξέρχεται τῆς ξηρᾶς τροφῆς περίττωσις συνδυαζόμενοι οὐδὲ οὕτω ῥᾳδίως συνδυάζονται
关系代词 οἵτινες 引导一个说明性/原因性从句,用以回答前述修辞性反问 πῶς γάρ;(“因为怎能可能呢?”)。分词 συνδυαζόμενοι 带有让步意味(“即便交合……”),从属于谓语动词 συνδυάζονται。
- 1.1Τὸ δὲ ἔτι δὲ τοῖς γε τοὺς ὄρχεις ἔχουσιν ἔξω ... δηλωτικόν ἐστι
中性单数定冠词 Τὸ 将引用的亚里士多德原文整句(ἔτι δὲ τοῖς γε ... προέρχεται τὸ σπέρμα συναθροισθέν)名词化,作为主语与表语形容词 δηλωτικόν ἐστι 搭配。
