← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§8.13-9.24

睾丸与输精管盘曲的功能及其附属特性

注疏者论述了睾丸及输精管道的盘曲折叠如何延缓精液排出以增进节制,并通过刚去势公牛受孕的实例证明睾丸仅为附属构造而非管道本体,进而探讨鸟类睾丸的季节性变化以及各门类动物交配器官的有无。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#3

ἃ δεῖ, φησί, τῶν ζῴων σωφρονέστερα εἶναι, τούτων τῶν ζῴων ἔχουσιν οἱ πόροι ἕλικας καὶ ἐπαναδιπλώσεις·1 ποιοῦσι γὰρ στασιμωτέραν καὶ βραδυτέραν τὴν κίνησιν καὶ τὴν ἔξοδον τοῦ σπέρματος αἱ ἕλικες καὶ ἐπαναδιπλώσεις· ταύτας δὲ τὰς ἐπαναδιπλώσεις σῴζουσιν οἱ ὄρχεις. ὃν δὲ τρόπον ἔχει ἡ ἐπαναδίπλωσις, δεῖ θεωρεῖν ἐκ τῆς Περὶ τὰ ζῷα ἱστορίας· ὅτι δὲ διὰ τὸ σῴζεσθαι τὰς τοιαύτας ἐπαναδιπλώσεις γεγόνασιν οἱ ὄρχεις, δῆλον· οὐδὲ γάρ εἰσι μόριον τῶν πόρων, ἀλλὰ πρόσκεινται μόνον, ὥσπερ καὶ αἱ λαιαὶ [χεῖρες] τοῖς ἱστοῖς· οὐδὲ γὰρ αὗται μέρος εἰσὶ τῶν ἱστῶν, ἀλλὰ μόνον πρόσκεινται. ὅτι δὲ πρὸς ἀνάπαυσιν τῶν πόρων καὶ τὰς ἐπαναδιπλώσεις γεγόνασιν οἱ ὄρχεις καὶ ἐκ τῶνδε δῆλον· ἀφαιρουμένων γὰρ καὶ ἀποτεμνομένων τῶν ὄρχεων ἀνασπῶνται οἱ πόροι καὶ εἰσέρχονται ἐγγὺς πρὸς τὸν θώρακα διὰ τὸ μὴ εἶναι τοὺς ἐν οἷς ἀναπαύσονται καὶ ἐπαναδιπλωθήσονται ὄρχεις. ἀνασπωμένων δὲ τούτων ἐντὸς συμβαίνει μὴ γεννᾶν τὰ ἐκτεμνόμενα· εἰσερχομένων γὰρ ἐντὸς καὶ ἐμφραττομένων, καθ’ ὅ τι μέρος γέγονεν ἡ τομή, συμφύεται τοῦτο τὸ μέρος τῶν πόρων καὶ οὐ δύναται ἐξελθεῖν τὸ σπέρμα, ἐπεὶ εἴπερ ἦσαν ἐκτὸς καὶ ἀνεῳγμένα τὰ πέρατα αὐτῶν ἀλλὰ μὴ συμπεφυκότα, ἐγέννα ἂν τὰ ἐκτμηθέντα. σημεῖον δέ· καὶ γὰρ ταῦρός τις ἅμα τῷ ἐκτμηθῆναι πρὸ τοῦ ἀνασπασθῆναι τοὺς πόρους καὶ ἐμφραγῆναι ὀχεύσας ἐπλήρωσεν,2 ἤτοι ἔγκυον ἐποίησε τὴν θήλειαν. ὥστε δῆλον ὅτι οὔτε μόριόν εἰσι τῶν πόρων οἱ ὄρχεις οὔτε πρὸς τὸ γεννᾶν συμβάλλονται. ἔστι μὲν οὖν βραδεῖα ἡ ἔξοδος τοῦ σπέρματος τοῖς ἔχουσιν ἐκτὸς τοὺς ὄρχεις διά τε τὰς ἐπαναδιπλώσεις καὶ τὴν κατάψυξιν καὶ τὴν ἐκ ταύτης τῶν πόρων πύκνωσιν. Δέχονται δὲ οἱ ὄρχεις, τουτέστιν οἱ ἐν αὐτοῖς πόροι, καὶ ἐν τοῖς ὄρνισιν καὶ τοῖς ᾠοτόκοις τῶν τετραπόδων τὴν σπερματικὴν περίττωσιν, ὥστε βραδυτέραν εἶναι τὴν ἔξοδον διὰ τὰς ἐπαναδιπλώσεις ἢ τοῖς ἰχθύσι, ταχυτέραν δὲ ἢ τοῖς ἀνθρώποις καὶ τοῖς ἵπποις, ταχυτέραν δὲ διὰ τὴν θερμότητα καὶ τὴν ἀπ’ αὐτῆς γινομένην τοῖς πόροις εὐρύτητα. ὅτι δὲ καὶ οἱ τῶν ὀρνίθων ὄρχεις δέχονται τὸ περίττωμα, ἐπὶ μὲν τῶν ἀλεκτρυόνων καὶ περιστερῶν καὶ τῶν ἄλλων τῶν κατὰ πᾶσαν ὥραν ἤγουν καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον καὶ θέρος ὀχευόντων καὶ πρὸς τούτῳ καὶ πολλάκις τῆς ἡμέρας οὐκ ἔστι δῆλον ἐπὶ τούτων· ἐπὶ δὲ τῶν ὀρνίθων, οἷον ἱεράκων, στρουθῶν, τῶν ἄλλων τῶν ἐν μιᾷ ὥρᾳ τοῦ ἔτους οἷον τῷ ἔαρι μόνον ὀχευόντων δῆλον γίνεται ὅτι δέχονται τὸ σπέρμα οἱ ὄρχεις [καὶ τῶν ἄλλων ὀρνίθων]· περὶ γὰρ τὸν καιρὸν τῆς ὀχείας πολλῷ μείζους ἔχουσι τοὺς ὄρχεις, ὡς πεπληρωμένων ὄντων ὑπὸ τοῦ σπέρματος·3 ὅταν δὲ ὁ χρόνος τῆς ὀχείας παρέλθῃ καὶ ἐκκενώσωσι τὸ σπέρμα, σχεδὸν ἄδηλοί εἰσιν. θᾶττον μὲν οὖν ὀχεύουσι τὰ ἐντὸς ἔχοντα τοὺς ὄρχεις διὰ τὴν θερμότητα· καὶ γὰρ καὶ τὰ ἐκτὸς ἔχοντα οὐ πρότερον ἀφίησι τὸ σπέρμα, πρὶν ἀνασπάσαι τοὺς ὄρχεις· κατὰ βραχὺ γὰρ θερμαινόμενοι ὑπὸ τῆς ἐν τῷ συνδυασμῷ γενομένης θερμότητος κουφότεροι γίνονται καὶ ἀνέρχονται. τότε δὲ ἤδη καὶ οἱ πόροι τέλεον ἀνοιχθέντες ἀφίενται τὸ σπέρμα. Μετὰ ταῦτα λέγεται καὶ διὰ τί τὰ μὲν τετράποδα τὸ πρὸς τὸν συνδυασμὸν ὄργανον (τοῦτο δ’ ἐστὶ τὸ αἰδοῖον) ἔχουσιν, οἱ δὲ ὄρνιθες οὐκ ἔχουσιν, οὐδὲ μὴν τὰ ἄποδα.

他说,在那些必须更为节制的动物中,这些动物的通道具有螺旋与折叠;因为螺旋与折叠使精液的运动与排出更为迟缓而慢速;而睾丸则保持着这些折叠。折叠的具体方式,当从《动物志》中考察;而睾丸之所以产生是为了保持此类折叠,则是显然的;因为它们甚至不是通道的一部分,而只是附加其上,正如织机上的坠子附加于织机上一样;因为这些坠子亦非织机的一部分,而只是附加其上。而睾丸产生是为了通道的安歇与折叠,从以下诸点亦甚为显明:因为当睾丸被切除和割去时,由于不再有使通道得以安歇并折叠的睾丸,通道便向上回缩并深入胸部附近。当这些通道向内回缩时,便导致被去势者不能生育;因为随着通道进入体内并在切口发生之处被闭塞,通道的这一部分便愈合在一起,精液无法排出;因为假若它们留在体外且末端开敞而未愈合,被去势者本是能够生育的。且有一个征候:某头公牛在刚被去势之际,在通道回缩并闭塞之前,进行了交配并使雌性充实,即令其受孕。因此显而易见,睾丸既不是通道的一部分,亦不对生育本身作出贡献。因此,对于将睾丸置于体外的动物,由于折叠、冷却以及由此导致的通道收紧,精液的排出是缓慢的。而睾丸,即其中的通道,在鸟类和卵生四足动物中亦接纳精液的剩余物,以至于由于折叠,其排出比鱼类更为迟缓,但比人类和马更为迅速;更为迅速则是由于热量以及由热量在通道中所产生的舒张。鸟类的睾丸亦接纳此剩余物,这在公鸡、鸽子以及在所有季节(即冬、春、秋、夏)都交配且每天交配多次的其它〔鸟类〕身上并不明显;但在诸如鹰、麻雀以及其它仅在一年中的一个季节(例如仅在春季)交配的鸟类身上,便显明睾丸[在其它的鸟类中亦]接纳精液;因为在交配季节前后,它们具有大得多的睾丸,犹如被精液充满一般;而一旦交配时期过去且它们排空了精液,睾丸便几乎隐而不见。因此,将睾丸置于体内的动物由于热量交配得更快;因为即便将睾丸置于体外的动物,在向上收缩睾丸之前亦不排放精液;因为在交合中产生的热量逐渐加热下,睾丸变得更轻并上升。这时通道才最终完全打开并排放精液。在此之后,亦论述了为何四足动物具有用于交合的器官(即生殖器官),而鸟类不具,无足动物亦不具。

语法注3 条
  1. 1.1ἃ δεῖ, φησί, τῶν ζῴων σωφρονέστερα εἶναι, τούτων τῶν ζῴων ἔχουσιν οἱ πόροι ἕλικας καὶ ἐπαναδιπλώσεις

    关系从句 ἃ δεῖ ... σωφρονέστερα εἶναι 通过句法前置(prolepsis)先于其先行词句 τούτων τῶν ζῴων 出现。关系代词 ἃ 带有部分属格 τῶν ζῴων(“动物中那些必须更为节制者”),并在主句中被指示代词属格短语 τούτων τῶν ζῴων 所复指承接。

  2. 1.1ταῦρός τις ἅμα τῷ ἐκτμηθῆναι πρὸ τοῦ ἀνασπασθῆναι τοὺς πόρους καὶ ἐμφραγῆναι ὀχεύσας ἐπλήρωσεν

    主动词 ἐπλήρωσεν(支配后文的 τὴν θήλειαν)之前带有修饰性的分词 ὀχεύσας,其时间状语由两个冠词不定词结构构成:ἅμα τῷ ἐκτμηθῆναι(“刚被去势之际”)与 πρὸ τοῦ ἀνασπασθῆναι ... καὶ ἐμφραγῆναι(“在通道被回缩并闭塞之前”),精确界定了交配并受孕的时间窗口。

  3. 1.1ὡς πεπληρωμένων ὄντων ὑπὸ τοῦ σπέρματος

    此为带有连词 ὡς 的属格独立结构(genitive absolute),表示主观原因或表象性依据(“犹如被精液充满一般”),用以说明前文所述睾丸的膨大。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:8.13-9.24