← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§11.1-12.17

鱼类缺乏睾丸与具备笔直排精管的原因

注解亚里士多德《动物之生成》717b33,从交配时闭气导致的窒息风险、春季气候对精液的预先熟成,以及解剖学结构(附字母图解)等方面,论证鱼类为何不具睾丸而仅具单纯笔直的排精管道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#1

" Ὅσα δὲ μὴ ἔχει ὄρχεις, διὰ τὸ μὴ εὖ ἀλλὰ τὸ ἀναγκαῖον μόνον οὐκ ἔχει τοῦτο τὸ μόριον.1" Δείξας ὅτι ὅσα ἔχει ὄρχεις οὐ διὰ τὸ ἀναγκαῖον ἔχει αὐτούς, ἀλλὰ διὰ τὸ βέλτιον, καὶ μεταξὺ εἰπὼν διὰ τί τὰ μὲν ἔχει ἐκτὸς αὐτοὺς τὰ δ’ ἐντὸς τὰ δ’ οὐδ’ ὅλως, λέγει ὅτι ὅσα δὲ μὴ ἔχει τοὺς ὄρχεις, καθάπερ δέδεικται, διὰ τὸ εὖ, οὐδὲ ὅλως αὐτοὺς ἔχει· εἰ γὰρ εἶχε, διὰ τὸ εὖ ἂν εἶχεν, ἐπεὶ δὲ οὐ διὰ τὸ εὖ, παντελῶς ἀφῄρηται αὐτούς, καὶ ὄρχεις2 μὲν οὐκ ἔχει, μόνον δὲ τὸ ἀναγκαῖον, λέγων ἀναγκαῖον τοὺς φλεβώδεις πόρους δι’ ὧν ἔξεισι τὸ σπέρμα· τούτους γὰρ ἐξ ἀνάγκης ἔχει πάντα τὰ ἄρρενα· χωρὶς γὰρ τούτων ἀδύνατόν ἐστι γένεσιν γενέσθαι. ἔστι δὲ τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον· ὅσα δὲ μὴ ἔχει ὄρχεις διὰ τὸ μὴ εὖ, οὐκ ἔχει τοῦτο τὸ μόριον ἤτοι τοὺς ὄρχεις, ἀλλὰ τὸ ἀναγκαῖον μόνον ἤγουν τοὺς πόρους. οὐκ ἔχουσιν οὖν ὄρχεις τὰ τοιαῦτα τῶν ζῴων διὰ τὸ μὴ χώραν ἔχειν ἐν τούτοις τὸ εὖ καὶ πρὸς τούτοις διὰ τὸ ἀναγκαῖον εἶναι ταχεῖαν γίνεσθαι τὴν τοῦ σπέρματος ἔκκρισιν, ὥσπερ ἐπὶ τῶν ἰχθύων καὶ τῶν ὄφεων. ἀναγκαῖον δὲ ταχεῖαν ἐπὶ τῶν ἰχθύων γίνεσθαι τὴν ἀπόκρισιν, διότι ὥσπερ οἱ ἄνθρωποι καὶ τὰ λοιπὰ ἐν τῷ τέλει τῆς ὁμιλίας κατέχοντες τὸ πνεῦμα καὶ οὐκ ἀναπνέοντες οὕτω τὸ σπέρμα προΐενται, ὥσπερ οὖν ἐπὶ τούτων, οὕτως ἀνάγκη γίνεσθαι καὶ ἐν τοῖς ἰχθύσι καὶ συγκλείειν τὰ τῶν βραγχίων ἐπικαλύμματα καὶ μὴ εἰσδέχεσθαι τὴν θάλατταν. συμβαίνει γάρ, ὡς ἐρεῖ ἐν τῷ Περὶ ἀναπνοῆς, τὸ ἀναπνεῖν τοὺς ἰχθύας εἰσδεχομένους τὴν θάλατταν, ὥσπερ καὶ ἡμεῖς τὸν ἀέρα· ὥσπερ γὰρ ὁ εἰσιὼν ἀὴρ ἐν τῇ ἀναπνοῇ καταψύχει τὸν πνεύμονα, οὕτω καὶ τὰ βράγχια, ἅπερ ἀναλογεῖ πνεύμονι, καταψύχει ἡ εἰσιοῦσα θάλασσα. ἐπεὶ οὖν, ὡς εἴρηται, ὥσπερ ἡμεῖς ἐν τῇ τοῦ σπέρματος προέσει κατέχομεν ἐντὸς τὸ πνεῦμα καὶ οὐκ ἀναπνέομεν, οὕτως ἀνάγκη καὶ τοὺς ἰχθύας τὴν θάλατταν — εἴπερ οὖν εἶχον ὄρχεις, βραδεῖα ἂν ἐγίνετο ἡ πρόεσις τῆς γονῆς, ὥσπερ καὶ ἐφ’ ἡμῖν· εἰ δὲ τοῦτο, ἀπεπνίγετο ἂν τὸ γένος αὐτῶν διὰ τὸ εὔφθαρτον εἶναι· οὐ γὰρ δύναται ἐπὶ πολὺν χρόνον κατέχειν τὸ ὕδωρ ἐντός, ὥσπερ ἡμεῖς τὸν ἀέρα, ἀλλ’ ὅσον ὡς εἰπεῖν τὰ βλέφαρα μῦσαι· πλείονα δὲ χρόνον εἴπερ κατάσχῃ, πνίγεται, ὥστε καὶ διὰ τοῦτο οὐ δέδονται τοῖς ἰχθύσιν ὄρχεις. οὐ δεῖ οὖν διὰ τὸ εὐφθάρτους εἶναι ἐν τῷ συνδυασμῷ συμπέττειν τὸ σπέρμα ὥσπερ τὰ πεζά, ἀλλ’ ὑπὸ τῆς ὥρας, λέγων ὥραν τὸ ἔαρ· τότε γὰρ οὗτοι συνδυάζονται. πεττόμενον οὖν ὑπὸ τῆς ὥρας διὰ τὸ εὔκρατον αὐτῆς ἔχουσιν αὐτὸ ἕτοιμον, καὶ ἅμα τῷ θίξαι προΐενται, ὥστε οὐκ ἐν τῷ καιρῷ τῆς συνουσίας γίνεσθαι αὐτοῖς τὸ σπέρμα, ἀλλὰ προυπάρχειν· τοῖς πλείστοις δὲ τῶν ἀνθρώπων καὶ πᾶσι τοῖς ἔχουσιν ἐκτὸς τοὺς ὄρχεις ἐν τῷ καιρῷ τῆς ὁμιλίας, ὡς ἐρεῖ καὶ δείξει, ὅτε περὶ τῆς φύσεως αὐτοῦ τίς ἐστι καὶ γενέσεως λέγει. ἀλλὰ πῶς πρότερον λάβρους λέγοντες πρὸς συνουσίαν τοὺς ἰχθῦς νῦν εἴπομεν ὅτι ἐν τῷ ἔαρι μόνον συνδυάζονται; ἢ λάβροι λέγονται, ὅτι κατὰ τὸ ἔαρ, ὅταν συνδυάζωνται, πάνυ πολλάκις τῆς ἡμέρας ἀλλήλων θιγγάνουσι. καὶ ὄρχεις μὲν οἱ ἰχθῦς οὐκ ἔχουσι, πόρους δὲ ἐξ ἀνάγκης, καὶ τούτους ἁπλοῦς καὶ εὐθεῖς καὶ οὐκ ἐπαναδεδιπλωμένους· οἱ γὰρ ἐν τοῖς ὄρχεσιν πεφύκασιν ἐπαναδιπλοῦσθαι. ἔχουσι δέ, φησίν, ἁπλοῦς καὶ εὐθεῖς τοὺς πόρους, οἷον μικρὸν μόριον τοῖς τετράποσι καὶ τοῖς ἀνθρώποις ὑπάρχει περὶ τοὺς ὄρχεις. τοῖς γὰρ τετράποσι καὶ τοῖς ἀνθρώποις πρῶτον μέν εἰσιν οἱ πόροι εὐθεῖς ἄχρι τῶν ὄρχεων, ἐν δὲ τούτοις γίνεται ἐπαναδίπλωσις· εἶτα πάλιν τὸ ἀπὸ τῶν ὄρχεων εἰς τὸ αἰδοῖον ἐμβάλλον εὐθύνεται βραχύτατον ὄν. οἷον οὖν ἐστι τὸ μικρὸν μόριον τῶν πόρων τὸ ἀπὸ τῶν ὄρχεων εἰς τὸ αἰδοῖον ἐμβάλλον (ἔστι δὲ ἁπλοῦν καὶ εὐθύ) τοιοῦτός ἐστιν ὁ τῶν ἰχθύων ἅπας πόρος. σαφηνείας δὲ χάριν ἔστω ὄρχις ὁ Η Θ, πόρος δὲ ὁ Α Β Γ Δ Ε Ζ· ὁ μὲν οὖν Α Β, ὅστις ἐστὶ πρὸς τὸν ὄσχεον, εὐθύς ἐστι καὶ ἁπλοῦς, ὁ δὲ ΒΓ ΓΔ ΔΕ, ὅς ἐστιν ἐν τῷ ὄρχει, ἐπαναδεδιπλωμένος κείμενος καὶ ἑλικοειδῆ τὴν θέσιν ἔχων.

“凡是没有睾丸的动物,由于不是为了十全而是仅仅为了必需,才不具有这一部分。” 在指明了凡是具有睾丸的动物具有它们不是为了必需,而是为了更好,并在其中间说明了为何某些动物将它们生于体外、某些生于体内、某些则全然不具之后,他说,凡是如已指明的那样并非为了十全而具有睾丸的动物,就全然不具睾丸;因为假若它们具有,本会是为了十全而具有,但既然不是为了十全,它们便完全被剥夺了它们,且并不具有睾丸,而仅仅具有必需之物,他将精液借以排出的血管状通道称为必需之物;因为所有雄性都必然具有这些通道;因为没有这些,生成便不可能发生。而其文句的语序如下:“凡是没有睾丸[乃是]由于并非为了十全的动物,不具有这一部分即睾丸,而仅仅具有必需之物即通道。”因此,此类动物不具睾丸,是由于十全在它们之中没有余地,此外亦由于精液的排泄必须迅速发生,正如在鱼类和蛇类身上那样。 而在鱼类身上排泄必须迅速,乃是因为正如人类及其余动物在交合即将结束时屏住呼吸而不吸气,以此排出精液一样,如同在它们身上那样,在鱼类身上亦必然如此发生,即紧闭鳃盖而不吸入海水。因为正如他在《论呼吸》中所将说明的,鱼类吸入海水来进行呼吸,恰如我们吸入空气一样;因为正如呼吸中进入的空气冷却肺部,进入的海水亦同样冷却类比于肺部的鳃。因此,既然如已说过的,正如我们在排出精液时将气息保持在体内而不呼吸,鱼类亦必然同样[保持]海水——假若它们真有睾丸,精液的排出就会变慢,正如在我们身上一样;而若果真如此,它们的族类便会由于容易受损而窒息;因为它们无法像我们保持空气那样长久地将水保持在体内,而仅仅只能保持宛如眨眼般的时间;假若保持更长时间,它们就会窒息,因此亦由于这一原因,睾丸并未被赋予鱼类。 因此,由于容易受损,它们不应像陆生动物那样在交合中消化熟成精液,而应由时令——他称春天为时令——来消化熟成;因为它们那时交合。因此,由于其温和的气候而由时令消化熟成的精液,它们将其保持在就绪状态,并在触碰的同时将其排出,以至于对它们而言精液并非在交媾的时刻产生,而是预先存在;但在大多数人类以及所有将睾丸生于体外的动物中,[精液产生于]交合的时刻,正如他在谈及精液的本性是何物及其生成时所将说明并指出的那样。但是,此前既然称鱼类对交媾十分贪恋,我们如今怎能说它们仅在春季交合呢?抑或它们被称为贪恋,是因为在春季它们交合时,一日之中极其频繁地相互触碰。 鱼类虽不具睾丸,却必然具有通道,且这些通道是单纯的、笔直的、并非折叠反转的;因为睾丸之中的通道本性上是折叠反转的。而他说,鱼类具有单纯而笔直的通道,宛如四足动物和人类在睾丸周围所具有的微小部分一样。因为在四足动物和人类身上,通道首先直到睾丸为止是笔直的,在其中发生折叠反转;随后从睾丸注入生殖器官的部分再次变直,且极短。因此,正如从睾丸注入生殖器官的通道的微小部分(它是单纯而笔直的)那样,鱼类的整个通道亦是如此。为了清楚起见,假定睾丸为 Η Θ,通道为 Α Β Γ Δ Ε Ζ;通向阴囊的 Α Β 乃是笔直且单纯的,而位于睾丸之内的 ΒΓ ΓΔ ΔΕ 则是折叠反转放置并具有螺旋状位置的。

语法注2 条
  1. 1.2Ὅσα δὲ μὴ ἔχει ὄρχεις, διὰ τὸ μὴ εὖ ἀλλὰ τὸ ἀναγκαῖον μόνον οὐκ ἔχει τοῦτο τὸ μόριον.

    引文本身的语序包含倒装,菲洛波诺斯紧接着将其语序理顺为:ὅσα δὲ μὴ ἔχει ὄρχεις διὰ τὸ μὴ εὖ, οὐκ ἔχει τοῦτο τὸ μόριον ἤτοι τοὺς ὄρχεις, ἀλλὰ τὸ ἀναγκαῖον μόνον。即将其句法结构理解为:“凡因并非为了十全而不具睾丸者,不具该部分,而仅具必需之物”。

  2. 1.2ἐπεὶ οὖν, ὡς εἴρηται, ὥσπερ ἡμεῖς ἐν τῇ τοῦ σπέρματος προέσει κατέχομεν ἐντὸς τὸ πνεῦμα καὶ οὐκ ἀναπνέομεν, οὕτως ἀνάγκη καὶ τοὺς ἰχθύας τὴν θάλατταν — εἴπερ οὖν εἶχον ὄρχεις

    在由 ἐπεὶ οὖν 引导的原因从句中,οὕτως ἀνάγκη καὶ τοὺς ἰχθύας τὴν θάλατταν 之后省略了动词(如 κατέχειν 或 μὴ εἰσδέχεσθαι),形成了破格句(anacoluthon),随后的破折号直接转向由 εἴπερ οὖν εἶχον ὄρχεις 引导的条件句重新展开论述。骨干结构表明由鱼类屏闭海水的必然性推导出其不能具有睾丸的结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:11.1-12.17