← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§87.15-88.15

种子之热凝结经血与工具的比喻

注疏亚里士多德《动物生成论》737a18,阐释种子中的热如何运动并使经血凝结。针对既然种子与经血分有相同运动,为何唯独作为受动者的经血被成形并凝结,而作为工具的种子自身却不凝结这一疑难,注解者援引工匠的工具(斧子)以及空气传递颜色而不自身着色作为类比予以解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17#1

" Τοῦ δὲ σπέρματος ὄντος περιττώματος καὶ κινουμένου κίνησιν τὴν αὐτήν." Διὰ τούτων τὰ ἔργα, ἅπερ ἐργάζεται ἡ ἐν τῷ σπέρματι θερμότης, ἥτις ἦν ἀνάλογος τῇ τῶν ἀστέρων θερμότητι, ἀπαγγέλλει καί φησι τοῦ δὲ σπέρματος ὄντος, ὥσπερ δέδεικται, περιττώματος καὶ κινουμένου τὴν αὐξητικὴν δύναμιν,1 τουτέστιν ἔχοντος ἐν ἑαυτῷ τὴν αὐξητικὴν δύναμιν ἢ ψυχὴν καὶ δηλονότι καὶ τὴν θρεπτικήν (ἡ αὐτὴ γὰρ καὶ μία ψυχὴ διὰ μὲν ταύτης τῶν ἑαυτῆς δυνάμεων ποιεῖ, διὰ δὲ ταύτης τρέφει καὶ αὔξει τὰ μέρη τοῦ ζῴου μεριζομένης ἐν αὐτοῖς τοῖς μέρεσι τῆς ἐσχάτης τροφῆς, αὕτη δὲ ἦν τὸ αἷμα) ὅταν ἔλθῃ εἰς τὴν ὑστέραν, συνίστησι καὶ κινεῖ τὰ καταμήνια (ταῦτα γὰρ εἶπε θήλεος περιττώματα) † ἥνπερ αὐτὰ τυγχάνει κινούμενα κἀκεῖνο. ὥσπερ γὰρ ἐπὶ τῶν τεχνητῶν, ὁποίαν κινοῦνται κίνησιν οἱ τεχνῖται καὶ τὰ ὄργανα, τὴν αὐτὴν καὶ ταῦτα κινοῦνται, οὕτω καὶ τὰ καταμήνια τὴν αὐτὴν κινοῦνται κίνησιν, ἥνπερ καὶ τὸ σπέρμα ὑπὸ τῆς ἐν αὐτῷ ψυχῆς. ζητήσειε δ’ ἄν τις εἰκότως, εἰ τὴν αὐτὴν κίνησιν κινεῖται τὸ σπέρμα, ἥνπερ καὶ τὰ καταμήνια, τὰ δὲ καταμήνια συνίσταταί τε καὶ τρέφεται καὶ δηλονότι καὶ αὔξεται, εὔλογον καὶ τὸ τοῦ σπέρματος σῶμα συνίστασθαι καὶ τρέφεσθαι καὶ αὔξεσθαι. ἢ ὥσπερ τὸ ξύλον κινεῖται2 μὲν ὑπὸ τοῦ σκεπάρνου καὶ τοῦ τεχνίτου τὴν κίνησιν καθ’ ἣν σφαιροῦται τὸ ξύλον ἢ ἄλλο τι γίνεται, κινεῖται δὲ τὴν αὐτὴν ταύτην καὶ τὸ σκέπαρνον (εἰ γὰρ ἄλλην μὲν ἐκινεῖτο τὸ ξύλον, ἄλλην δὲ τὸ σκέπαρνον, οὐδ’ ἂν οὐδέπω περιέθηκε τὸ τοιοῦτον εἶδος ὁ τεχνίτης εἰς τὸ ξύλον), ὥσπερ οὖν καὶ τὸ ξύλον καὶ τὸ σκέπαρνον τὴν αὐτὴν καὶ μίαν κινοῦνται κίνησιν, ὅμως τὸ σκέπαρνον οὐ σφαιροῦται τοῦ ξύλου σφαιρουμένου, ὁμοίως δὲ καὶ ὁ ἀὴρ δέχεται μὲν τὸ τοιονδὶ χρῶμα καὶ διαπορθμεύει πρὸς τόνδε τὸν τοῖχον ἢ ὅ τι ἂν εἴη τὸ στερεὸν αὐτὸς μὴ χρωννύμενος (εἴρηται δὲ περὶ τοῦ ἀέρος ὅπως διαπορθμεύει τὰ χρώματα αὐτὸς μὴ χρωννύμενος ἀκριβῶς ἡμῖν ἐν τῷ δευτέρῳ λόγῳ Περὶ ψυχῆς), οὕτω καὶ τὸ σπέρμα κινηθήσεται μὲν τὴν κίνησιν, ἣν καὶ τὸ καταμήνιον κινούμενον συνίσταταί τε καὶ τρέφεται, αὐτὸ μὴ συνιστάμενον μηδὲ τρεφόμενον, διὰ τὸ ὄργανον εἶναι ὥσπερ τὸ σκέπαρνον καὶ οὐχ ὕλην. εἰπὼν δὲ ὅτι κινεῖ τὸ τοῦ θήλεος περίττωμα ἐπήγαγε καὶ γὰρ ἐκεῖνο περίττωμα, τουτέστι καὶ γὰρ καὶ τὸ καταμήνιον περίττωμα, καὶ πάντα τὰ μόρια ἔχει δυνάμει, καθὸ γίνεται τά τε ἄρρενα καὶ τὰ θήλεα.

“由于种子是残余物,且被运动以相同的运动,”通过这些话,他报告了种子中的热(即与星辰之热相当的热)所施展的作用,并说道:既然种子如前所示是残余物,并且依生长能力而被运动——也就是说,它自身具有生长能力即灵魂,且显然也具有滋养灵魂(因为同一且单一的灵魂通过其自身的这一能力进行造作,而通过另一能力,在最终的养分即血液被分配于各部分中时,滋养并使动物的各部分生长)——那么当它进入子宫时,便使经血(因为他把这些称为雌性的残余物)凝结并运动,†经血碰巧被运动以它们自身所被运动的那种运动,彼者亦然。因为正如在人工造物的情形中,工匠和工具被运动以何种运动,这些[质料]也就被运动以完全相同的运动,经血同样也被运动以种子受其内部灵魂所运动的完全相同的运动。然而人们可以合情理地提出疑难:如果种子被运动以经血所被运动的完全相同的运动,而经血凝结、受滋养且显然也生长,那么种子的身体按理也应当凝结、受滋养并生长。或者正如木材受到斧子和工匠的运动,被运动以木材借之被制成球形或成为别物的运动,而斧子本身也被运动以这完全相同的运动(因为倘若木材被运动以一种运动,而斧子被运动以另一种运动,工匠就绝不可能将这样的形式赋予木材),因此,正如木材与斧子都被运动以同一且单一的运动,但在木材被制成球形的同时斧子却并未被制成球形;又如同空气接受如此这般的颜色,并将其传送到某堵墙或任何坚硬之物上,自身却并未被着色(关于空气如何自身不着色而传送颜色,我们在《论灵魂》第二卷中已有精确的论述);同样地,种子也将被运动以经血受运动而借以凝结并受滋养的运动,但由于它是工具如斧子一般而非质料,它自身既不凝结也不受滋养。在说明了它运动雌性的残余物之后,他接着补充道“因为那也是残余物”,也就是说,因为经血也是残余物,并且在生成雄性与雌性的基准上,它在潜能上具有一切部分。

语法注2 条
  1. 2.17κινουμένου τὴν αὐξητικὴν δύναμιν

    这是注解者对引文内面宾格 κινουμένου κίνησιν τὴν αὐτήν 的转述说明。宾格短语 τὴν αὐξητικὴν δύναμιν 用作关系宾格或同族宾格的引申用法,紧接着由 τουτέστιν ἔχοντος ἐν ἑαυτῷ τὴν αὐξητικὴν δύναμιν(“即在自身中具有生长能力”)作了同义解释,表示“依生长能力而受运动”。

  2. 2.17ἢ ὥσπερ τὸ ξύλον κινεῖται

    连词 ἤ 引出对前述疑难(ζητήσειε δ’ ἄν τις... εὔλογον...)的解答(“抑或……”)。整个句式是一个长大的比喻框架(ὥσπερ... οὕτω καί...),先后通过斧子与木材、空气与颜色两组类比,最终引出关于种子与经血的核心论断(οὕτω καὶ τὸ σπέρμα κινηθήσεται μέν... αὐτὸ μὴ συνιστάμενον...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:87.15-88.15