← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§86.1-87.14

作为灵魂基质的热与天体精气

斐洛庞诺斯注解了736b29–737a7,通过三段论论证了作为灵魂基质的热并非火,而是与星辰的热和精气相当,并分析了精液的身体与心灵原理之间的关系及文本的句法补充。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15

" Πάσης μὲν οὖν ψυχῆς δύναμις ἑτέρου σώματος ἔοικε κεκοινωνηκέναι." Ὃ λέγει τοιοῦτόν ἐστι· πᾶσα ψυχῆς δύναμις ἐν σώματί ἐστι κρείττονι ὄντι καὶ τιμιωτέρῳ τῶν τεσσάρων στοιχείων· ὥστε καὶ ὁ νοῦς καὶ ἡ λογικὴ ψυχὴ ὅσῳ κρείττω τῶν ἄλλων ἐστί, τοσούτῳ καὶ τὸ ὑποκείμενον αὐτοῖς κρεῖττον ἔσται τῶν ὑποκειμένων ταῖς ἄλλαις. τοῦτ’ εἰπὼν λέγει ὅτι ἡ ἐν ἑκάστῳ τῷ τῶν ζῴων σπέρματι ἐνυπάρχουσα δύναμις καὶ ποιοῦσα αὐτὰ γόνιμα θερμότης ἐστὶ ψυχικὴ δηλονότι, ἀνάλογος οὖσα τῇ τοῦ ἡλίου θερμότητι καὶ τῇ τῶν ἄλλων ἀστέρων· ὥστε ἀνάγκη καὶ ἐν τῷ σπέρματι ἐνεῖναι καὶ περιέχεσθαι ὑπ’ αὐτοῦ σῶμά τι ἀνάλογον ὂν τῷ τῶν ἀστέρων στοιχείῳ ἤτοι σώματι. τῇ μὲν οὖν φύσει ταὐτὸν ὂν ἅπαν τὸ ὑποκείμενον ἑκάστῃ ψυχῇ, διαφέρον δὲ τῷ τιμίῳ καὶ τῷ ὑπερτέρῳ καὶ ὑφειμένῳ,1 ὥσπερ καὶ αἱ σφαῖραι· καὶ γὰρ αὗται καὶ οἱ ἐν αὐταῖς ὄντες ἀστέρες τῇ μὲν φύσει οὐδὲν διαφέρουσι, διαφέρουσι δὲ τῇ τιμιότητι· τιμιωτέρα γὰρ πασῶν ἡ ἀπλανής, εἶθ’ ἡ Κρονικὴ καὶ ἐφεξῆς. ὅτι δὲ οὐ πῦρ ἡ ἐν τῷ σώματι θερμότης (λέγω δὲ σῶμα τὸ ἀνάλογον τῷ τῶν ἀστέρων σώματι) ὅτι οὖν οὐ πῦρ, ἀλλ’ ἀνάλογος τῇ ἀπὸ τῶν ἀστέρων θερμότητι, ἥτις ἡ ἀπὸ τῶν ἀστέρων θερμότης καὶ ζῷα καὶ φυτὰ παράγει καὶ γεννᾷ (βραχείσης γὰρ τῆς γῆς καὶ θερμανθείσης ὑπὸ τοῦ ἡλίου σκώληκές τε καὶ ἄλλ’ ἄττα ἀναδίδονται) δείκνυσι δυνάμει συλλογιζόμενος ὧδε· οὐδὲν πῦρ ζῷα γεννᾷ, πᾶν τὸ ἐν τοῖς σπέρμασι θερμὸν ζῷα γεννᾷ· οὐδὲν ἄρα τὸ ἐν τοῖς σπέρμασι θερμὸν πῦρ ἔσται, ἀλλά τις πνευματώδης φύσις ἐμπεριειλημμένη τῷ ἀφρώδει τοῦ σπέρματος. τὸ δὲ πνεῦμα καὶ ἡ ἐν τῷ πνεύματι φύσις ἐκ παραλλήλου κεῖται.2 οὐ μόνον δέ, φησίν, ἡ τοῦ ἡλίου καὶ τῶν ζῴων θερμότης ζῷα γεννᾷ, ἀλλὰ κἄν τι περίττωμα τύχῃ, οἷον ἰχὼρ ἢ πύον, ἀλλότριον πάντως ὂν τῆς ἑκάστου φύσεως, ἐξ αὐτοῦ δὲ ὅμως ὄν, ἔχει καὶ τοῦτο ζωτικὴν ἀρχήν· γίνονται γὰρ ἐκ πύων σκώληκες.

“因此,一切灵魂的能力,似乎都分有了一种相异的身体。” 他的意思是这样的:灵魂的一切能力都在一种比四元素更优越、更尊贵的身体中;因此,理智与理性灵魂比其他灵魂优越多少,它们的基底事物也就比其他灵魂的基底事物优越多少。说了这话之后他说,内在存在于每种动物的种子中并使其具有生育能力的能力,显然是一种心灵的热,与太阳的热以及其他星辰的热相当;因此在种子中也必然存在某种与星辰的元素即身体相当的身体,并被它所包含。因此,对每种灵魂而言,所有的基底事物在本性上是相同的,但在尊贵、优越与低劣上有所不同,正如各天球一样;因为这些天球本身以及其中的星辰在本性上毫无差异,但在尊贵性上却有差异;因为在所有的天球中恒星天球最尊贵,其次是土星天球,依此类推。而身体中的热(我所说的身体是指与星辰之身体相当的身体)并非火——也就是说它并非火,而是与来自星辰的热相当,正是这种来自星辰的热产生并生成动物与植物(因为当大地被润湿并受太阳加热时,便会生出蠕虫及某些其他生物)——这一点他是通过潜在地作如下推论来证明的:“没有火能生成动物;种子中所有的热都能生成动物;因此种子中没有任何热会是火,而是包含在种子的泡沫部分中的某种具精气性的本性”。而“精气与精气中的本性”是并列[同义]放置的。并且他说,不仅太阳和动物的热能生成动物,而且即便碰巧有某种残余物,例如脓血或脓液,尽管完全异于各者的本性,但终究出自于它,这也具有生命的原理;因为从脓液中会产生蠕虫。

§2.16

"Τὸ δὲ τῆς γονῆς σῶμα, ἐν ᾧ συναπέρχεται τὸ σπέρμα τὸ τῆς ψυχικῆς ἀρχῆς." Ψυχικὴν ἀρχὴν λέγει τὴν ψυχήν, σπέρμα δὲ ἤτοι ῥίζαν καὶ δημιουργὸν καὶ παραγωγὸν τῆς ψυχῆς λέγει τὸ θερμὸν τὸ ἀναλογοῦν τῇ τῶν ἀστέρων θερμότητι· τοῦτο γὰρ τὴν ἄλογον παράγει ψυχὴν καὶ τὴν μετ’ αὐτήν, μᾶλλον δ’ εἰ χρὴ τὸ δοκοῦν εἰπεῖν, αὕτη ἡ θερμότης ἐστὶ δυνάμει πως ἡ ψυχή. τὸ μὲν οὖν τῆς λέξεως τοιοῦτον. εἰπὼν δὲ πρότερον, πότερον ἔχει τὸ σπέρμα ψυχὴν ἢ οὔ, καὶ ἆρά γε ἀπέρχεται τὸ σπέρμα ἢ μέρος γίνεται τοῦ γινομένου, καὶ εἰπὼν τότε ὅτι ἔχει μὲν τὸ σπέρμα ψυχὴν ἀνάλογον τῷ ἐγρηγορότι γεωμέτρῃ καὶ μὴ ἐνεργοῦντι, νῦν δὲ εἰπὼν καὶ τίς ἐστιν αὕτη, ὅτι θερμότης τις, λέγει καὶ περὶ τοῦ σώματος τῆς γονῆς, ἐν ᾧ ἐστιν ἡ τῆς ψυχῆς ἀρχή, σῶμα γονῆς λέγων αὐτὴν τὴν γονήν, ὅτι ποτὲ μὲν διαλύεται καὶ πνευματοῦται φύσιν ἔχον ὑγράν, ὁτὲ δὲ ἔξεισι θύραζε. λείπει δὲ ἐν τῇ λέξει τῇ τὸ δὲ τῆς γονῆς σῶμα, ἐν ᾧ συναπέρχεται τὸ σπέρμα τὸ τῆς ψυχικῆς ἀρχῆς, τὸ ἧς,3 ἵν’ ᾖ τὸ πλῆρες τῆς ψυχικῆς ἀρχῆς, ἧς ψυχῆς τὸ μέν ἐστι χωριστόν, οἷον ὁ νοῦς ὁ θύραθεν, τὸ δ’ ἀχώριστον. εἴη δ’ ἂν τὸ τῆς λέξεως ἑξῆς τοιοῦτον·4 τὸ τῆς γονῆς σῶμα, τοῦτο δὴ τὸ σπέρμα τῆς γονῆς, τουτέστιν αὕτη δὴ ἡ γονὴ διαλύεται· τὰ δ’ ἄλλα μεταξὺ εἴρηται.

“然而精液的身体——心灵原理的种子随之一起离去的所在——”他所谓的心灵原理是指灵魂,而所谓灵魂的种子,即根源、创制者和产生者,是指与星辰之热相当的热;因为正是这种热产生了无理性灵魂及其随后的灵魂,或者如果应当直言所见的话,这种热在某种意义上就是潜能上的灵魂。文句的意思就是如此。在先前探讨了种子是否具有灵魂、以及种子是离去还是成为生成物的一部分之后,并且在那时说明了种子具有灵魂是类似于清醒而未展开活动的几何学家,而现在又说明了这究竟是什么,即某种热,在此之后,他也论及其中具有灵魂原理的精液的身体(他把精液本身称为精液的身体),指出它有时由于具有湿润的本性而消解并转化为精气,有时则排出体外。而在“然而精液的身体——心灵原理的种子随之一起离去的所在——”这句话中,缺失了“其(ἧς)”字,以便完整的形式成为“心灵原理的[种子],其[灵魂]一部分是可分离的,例如从外而来的理智,另一部分则是不可分离的”。而文句的语序应当是这样的:“精液的身体,即这精液的种子,也就是说这精液本身,消解了”;而其他部分则是插在中间说的。

语法注4 条
  1. 2.15τῇ μὲν οὖν φύσει ταὐτὸν ὂν ἅπαν τὸ ὑποκείμενον ἑκάστῃ ψυχῇ, διαφέρον δὲ τῷ τιμίῳ καὶ τῷ ὑπερτέρῳ καὶ ὑφειμένῳ

    句首的分词短语(ὂν... διαφέρον δέ)在后文中缺乏明确的主句限定动词,类似于独立分词结构,用以总结并陈述前文的前提。整句骨架构成一个比喻:每种灵魂的底层事物在本性上同一,但在尊贵程度上有所差异,正如天球的层级(恒星天球到行星天球)一样。

  2. 2.15ἐκ παραλλήλου κεῖται

    短语 ἐκ παραλλήλου κεῖται(“并列放置”)是古代注释中的术语,意指两处表达是并列的、同义的(同义复指)。斐洛庞诺斯借此指出,“精气”与“精气中的本性”并非指两个不同的实体,而是同一概念的重叠表达。

  3. 2.16λείπει δὲ ἐν τῇ λέξει τῇ τὸ δὲ τῆς γονῆς σῶμα, ἐν ᾧ συναπέρχεται τὸ σπέρμα τὸ τῆς ψυχικῆς ἀρχῆς, τὸ ἧς

    斐洛庞诺斯指出了亚里士多德原文(737a7以下)中的句法脱漏(破格)。他认为此处省略了关系代词 ἧς(“其/它的”),并补全其结构,使得后文的分词与形容词划分(τὸ μέν ἐστι χωριστόν... τὸ δ’ ἀχώριστον)能够通过关系代词 ἧς 顺畅地修饰先行词 τῆς ψυχικῆς ἀρχῆς(心灵原理/灵魂)。

  4. 2.16εἴη δ’ ἂν τὸ τῆς λέξεως ἑξῆς τοιοῦτον

    由于亚里士多德的原句中插入了较长的从属解释,导致主语与谓语严重分离,斐洛庞诺斯在此梳理其句法骨架(τὸ ἑξῆς)。他指出句子的主干为 τὸ τῆς γονῆς σῶμα... διαλύεται(“精液的身体……消解”),中间涉及心灵原理及其划分的内容均为插叙(τὰ δ’ ἄλλα μεταξὺ εἴρηται)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:86.1-87.14