- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:84.12-85.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释了灵魂的理性能力被区分为实践理智与观照理智,以及人如何随着时间逐步获得这些品格和外来理智。他还注疏了胎儿营养能力的潜能状态,以及亚里士多德关于依赖身体器官的心灵能力不能先在、唯独理智从外进入的证明。
διττὴ δὲ ἡ δύναμις αὕτη καὶ ἐπιτηδειότης τῆς ψυχῆς τῷ διαφέροντα εἶναι καὶ τὰ περὶ ἃ ἡ δύναμίς τε καὶ ἐνέργεια αὐτῆς ἐστι·1 πρὸς γὰρ τὰ κατὰ φύσιν διαφέροντα καὶ τῶν τῆς ψυχῆς μορίων ἕτερον τῇ φύσει τὸ πρὸς ἑκάτερον πεφυκός, ὥσπερ ἐν τοῖς ἐπιγραφομένοις Νικομαχείοις ἠθικοῖς εἴρηται, εἴπερ καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα ἡ γνῶσις αὐτοῖς γίνεται. διαφέρει δ’ ἀλλήλων τὰ ὑποκείμενα ταῖς λογικαῖς δυνάμεσι τῷ τὰ μὲν πρακτὰ εἶναι καὶ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν, τὰ δὲ ἀίδιά τε καὶ ἀναγκαῖα, καὶ τὰ μὲν δοξαστὰ τὰ δὲ ἐπιστητά. διὸ καὶ τῶν τῆς ψυχῆς δυνάμεων ἡ μέν ἐστι δοξαστικὴ ἡ δὲ ἐπιστημονική· καλεῖται δ’ ἑκατέρα νοῦς, ἀλλ’ ὁ μὲν πρακτικὸς καὶ δοξαστικὸς καὶ βουλευτικός, ὃς ἀρχὴ γίνεται πράξεως, ὅταν ἡ βούλευσις καὶ ἡ ὄρεξις συνοδεύσῃ τοῖς ὑπ’ αὐτοῦ κριθεῖσιν, ὁ δὲ ἐπιστημονικὸς καὶ θεωρητικός· τὰ μὲν γὰρ ζητοῦμεν πράξεως χάριν, τὰ δὲ γνώσεως. γίνεται οὖν ὁ ἄνθρωπος οὐκ εὐθὺς ἔχων τὴν τοιαύτην ἕξιν, ἀλλ’ ἔχει μὲν δύναμιν καὶ ἐπιτηδειότητα τοῦ δέξασθαι, ὕστερον μέντοι λαμβάνει αὐτήν, ὅπερ ἐστὶ καὶ τέλος οὐ τελειότατον, τέλος δ’ οὖν ὅμως κάλλιστον. τὸ γὰρ ἄριστον καὶ θειότατον τέλος ἡμῖν ἐγγίνεται δεξαμένοις τὸν θύραθεν νοῦν· τίς δ’ οὗτος καὶ πόθεν καὶ πῶς καὶ πηνίκα ἡμῖν ἐλλάμπει, εἴρηταί μοι ἐν ἄλλοις ἀκριβέστερον. τούτων οὕτως ἐχόντων πάνυ ἀκριβῶς εἴρηται τῷ Ἀριστοτέλει οὐ γὰρ ἅμα γίνεται ζῷον καὶ ἄνθρωπος, ἄνθρωπος δηλονότι ὁ τὰς προσεχῶς ῥηθείσας ἔχων ἕξεις· ὕστερον γὰρ αὗται ἐγγίνονται. τὸ δὲ ἴδιόν ἐστι τὸ ἑκάστου τῆς γενέσεως τέλος ταὐτόν ἐστι τῷ τὸ τέλος τῆς ἑκάστου γενέσεως οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἑκάστου ἴδιον. περὶ δὲ τοῦ νοῦ λέγει μὲν προθυμεῖσθαι λέγειν, οὐ λέγει δὲ ἐν τῇ παρούσῃ πραγματείᾳ· εἴρηκε δὲ ἔν τε τοῖς Περὶ ψυχῆς καὶ ἐν τῷ Λ τῆς Μετὰ τὰ φυσικά. Ὅτι δὲ καὶ τὰ σπέρματα καὶ τὰ κυήματα χωριστὰ ὄντα, τουτέστι χωρὶς τροφῆς ὄντα, καθ’ ἣν τραφήσεται, δυνάμει ἐστὶ θρεπτικά, δῆλον· πᾶν γὰρ τὸ μὴ ἔχον πρὸς ὃ πέφυκεν ἐνεργεῖν καὶ διὰ τοῦτο μὴ ἐνεργοῦν δυνάμει θετέον, ἐνεργείᾳ δὲ οὔ, πρὶν ἢ ἕλκει τροφὴν καὶ ποιεῖ καὶ ἐνεργεῖ τὸ τῆς θρεπτικῆς ψυχῆς ἔργον, καθάπερ τὰ χωριζόμενα τῶν κυημάτων. οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως2 τῆς πρὶν ἢ καθάπερ τὰ χωριζόμενα τῶν κυημάτων ἕλκει τὴν τροφὴν καὶ ποιεῖ τὸ τῆς τοιαύτης ψυχῆς ἔργον. χωριζόμενα δὲ τῶν κυημάτων νῦν εἴρηκεν οὐ τὰ κυρίως κυήματα, ἀλλὰ τὰ θηλάζοντα βρέφη· ταῦτα γὰρ ὅταν θηλάζῃ, ἐνεργείᾳ ἔχει τὴν θρεπτικὴν ψυχήν. δύναται δὲ τοῦτο καὶ ἐπὶ τῶν κυρίως κυημάτων λέγεσθαι· τρέφεται γὰρ καὶ αὐτὰ ἕως οὗ εἴη ἐν τῇ ὑστέρᾳ. ἐν δὲ τῇ λέξει τῇ καὶ ἐγγίνεσθαι ἢ ἐν τῇ ὕλῃ μὴ εἰσελθούσας πρότερον ἐν τῷ τοῦ ἄρρενος σπέρματι ὕλην λέγει τὸ καταμήνιον ἢ τὸ ἀνάλογον. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἀναγκαῖον τὰς τοιαύτας ψυχὰς ἢ ἐν τῷ καταμηνίῳ εὐθὺς ἐγγίνεσθαι μὴ εἰσελθούσας πρότερον ἐν τῷ τοῦ ἄρρενος σπέρματι, ἢ πρότερον μὲν ἐν τῷ σπέρματι, ἐκ δὲ τούτου εἰς τὸ καταμήνιον. εἰπὼν δὲ ὅτι πότερον πᾶσαι προϋπάρχουσιν ἢ οὔ, δείκνυσιν ὅτι οὐχ οἷόν τε πάσας προϋπάρχειν λέγων ὅσων γὰρ ἀρχῶν καὶ ψυχικῶν δυνάμεων αἱ ἐνέργειαι σωματικαί, ἤτοι ἄνευ σώματος καὶ ὀργάνου οὐ δύνανται τὸ οἰκεῖον ἐκπληροῦν ἔργον, δῆλον ὅτι ταύτας ἄνευ σώματος οὐχ οἷόν τε ὑπάρχειν,3 ὡς ἐν τοῖς Περὶ ψυχῆς δέδεικται, εἰ δὲ τοῦτο, οὐδὲ προϋπάρχειν οὔτε μεθυπάρχειν. εἰ γὰρ ἀδύνατον αὐταῖς χωρὶς σώματος τὰς οἰκείας ἐνεργεῖν ἐνεργείας, εἰ μὴ ἕξουσι σῶμα, μάτην ἂν εἶεν. ἄλλως τε κἂν προϋπῆρχον, ἢ μετὰ σώματός τινος εἰσήρχοντο ἢ χωρὶς σώματος. χωρὶς μὲν οὖν σώματος ὅλως εἶναι μὴ δυνάμεναι, πῶς ἂν χωρὶς σωμάτων εἰσελεύσονται; εἰ δὲ μετὰ σώματος, δῆλον ὅτι μετὰ τοῦ σπέρματος. ἀλλὰ τὸ σπέρμα, ὡς εἴρηται, περίττωμα μεταβαλλούσης ἐστὶ τροφῆς· εἰ δὲ περίττωμα, πῶς ἂν εἴη ἐν αὐτῷ ὁ νοῦς; λείπεται ἄρα τὸν νοῦν μόνον θύραθεν ἐπεισιέναι· οὐδὲν γὰρ αὐτοῦ τῇ ἐνεργείᾳ κοινωνεῖ σωματικὴ ἐνέργεια, τουτέστιν οὐδαμῶς γὰρ δεῖται σωματικῆς ἐνεργείας καὶ σώματος εἰς τὸ ἐνεργεῖν τὰς οἰκείας ἐνεργείας.
而灵魂的这种能力与适宜性是双重的,这是由于其能力与现实活动所涉及的对象是不同的;因为正如在题为《尼各马可伦理学》的著作中所说的那样,对于本性上相异的对象而言,灵魂中各自本性适宜于它们的部分在本性上也是相异的,如果认知确实是藉由某种相似性与亲和性而在它们之中产生的话。而作为理性诸能力之底层的对象彼此相异,在于一些对象是可实践的且也可能呈其他状态的,而另一些则是永恒且必然的,且一些是意见的对象,另一些则是科学认识的对象。因此,灵魂的诸能力中,一种是意见性的,另一种则是科学认识性的;每一者都被称为理智,但一者是实践的、意见的和审虑的,当审虑与欲求伴随着由它所判定的事物时,它便成为行动的始点;而另一者则是科学认识的和观照的;因为有些事物我们是为了行动而探求,另一些事物则是为了认识。因此,人生来并非立刻就拥有这种品格,而是拥有接受它的能力与适宜性,但却是在较晚时才获得它,这虽非最完满的终极目的,却终究是最美好的终极目的。因为最善且最神圣的终极目的,是在我们接受了外来的理智之后才在我们之中产生的;至于这理智是什么、从何而来、如何以及何时在我们之中照耀,我已在其他著作中更精确地论述过了。既然这些情况如此,亚里士多德说得极为精确:“因为动物与人并非同时产生”——此处的“人”显然是指拥有方才所述品格的人;因为这些品格是后来才产生的。而“固有属性乃是各自生成的终极目的”等同于“各自生成的终极目的无非是其固有属性”。关于理智,他虽说自己切望论述,但在本篇论著中并未论述;然而他在《论灵魂》以及《形而上学》卷十二中已有论述。 而种子和胎儿在分离的状态下,即处于缺乏赖以维持营养的食物时,是在潜能上具营养性的,这一点显而易见;因为凡是不拥有其本性适宜对其展开活动的对象、并因此而不展开活动的,都必须被设定为处于潜能中,而非处于现实中,直到它吸取养分并展开活动以履行营养灵魂的功用,正如胎儿中被分离出来的那些一样。因为以下文句的顺序正是如此,即“直到它像胎儿中被分离出来的那些一样吸取养分并履行此种灵魂的功用”。而他现在所说的“胎儿中被分离出来的”,并非指严格意义上的胎儿,而是指吃奶的婴儿;因为这些婴儿在吃奶时,现实地拥有营养灵魂。不过,这话也可用于严格意义上的胎儿;因为它们只要还在子宫内,就同样受着滋养。在“并且产生于质料中而未先进入雄性的精液”这句话中,他所说的“质料”是指经血或与其相当之物。而他的意思是这样的:“此类灵魂必然要么直接产生于经血中而未先进入雄性的精液,要么先存在于精液中,再由此进入经血”。在说了“是否所有的[灵魂]都先在,还是并非如此”之后,他指出所有的[灵魂]不可能都先在,他说:“因为凡是其现实活动属于身体性的原理和心灵能力,即缺乏身体和器官便无法完成其固有功用者,显而易见,它们没有身体便不可能存在”,正如在《论灵魂》中所证明的那样;如果确实如此,它们既不可能先在,也不可能在其后继续存续。因为如果它们脱离身体就无法展开其固有的现实活动,那么若无身体,它们就将是徒劳的了。此外,纵使它们先前存在,它们进入时要么带着某种身体,要么不带身体。既然完全不可能脱离身体而存在,它们又怎能不带身体而进入呢?但如果是带着身体,显然就是带着精液。然而精液正如所说,是正在转化的食物之残余物;如果是残余物,理智又怎能在其中呢?因此剩下的结论就是,唯独理智是从外追加进入的;因为没有任何身体性的活动分有理智的现实活动,也就是说,它在展开其固有的现实活动时完全不需要身体性的活动和身体。
- 2.14τῷ διαφέροντα εἶναι καὶ τὰ περὶ ἃ ἡ δύναμίς τε καὶ ἐνέργεια αὐτῆς ἐστι
带冠词不定式的与格(τῷ ... εἶναι)表示原因(“由于……”)。不定式 εἶναι 的主语是宾格短语 τὰ περὶ ἃ ...(“其能力与现实活动所涉及的对象”),谓语是宾格中性复数分词 διαφέροντα。
- 2.14οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως
注疏者在此为读者说明前句已将亚里士多德原文(τῆς λέξεως)中的倒装语序(hyperbaton)调整为文句自然的先后次序(τὸ ἑξῆς),指明由 πρὶν ἤ 引导的从句结构实际上直接衔接“ἕλκει τὴν τροφὴν καὶ ποιεῖ...”,而“καθάπερ τὰ χωριζόμενα τῶν κυημάτων”属于插入性比较。
- 2.14ὅσων γὰρ ἀρχῶν καὶ ψυχικῶν δυνάμεων αἱ ἐνέργειαι σωματικαί ... δῆλον ὅτι ταύτας ἄνευ σώματος οὐχ οἷόν τε ὑπάρχειν
这是先行词被吸收到关系从句中的结构。关系代词 ὅσων 属格修饰后文的主语 αἱ ἐνέργειαι,而作为先行词的名词 ἀρχῶν καὶ ψυχικῶν δυνάμεων 被并入从句中。主句(δῆλον ὅτι...)中则以指示代词 ταύτας(宾格,作为不定式 ὑπάρχειν 的逻辑主语)对其进行复指。
