- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:82.31-84.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《动物生成论》736a27,菲洛波庞讨论了胎儿如何获得营养、感觉和理性灵魂的问题。他论证指出,并不是相继接受多个独立的灵魂,而是一单具灵魂从最初就潜在地拥有所有这些能力,更高级能力的现实活动只有在出生后感觉对象和学习条件具备时才得以显现。
" Διορίσαι τε δεῖ πότερον μεταλαμβάνει τὸ συνιστάμενον ἐν τῷ θήλει." Εἰπὼν τούτου δ’ ἐχόμενόν ἐστιν ἀπορῆσαι καὶ εἰπεῖν, πάλιν ἐπαναλαμβάνει τὸν λόγον, ὡς εἰ ἔλεγε περὶ τοῦ προκειμένου δεῖ διορίσαι, τοῦτο δὲ ἦν πότερον μεταλαμβάνει τὸ συνιστάμενον καὶ τελειούμενον ἐν τῷ θήλει ζῷον ἀπὸ τοῦ ἄρρενος· περὶ δὴ τούτου δεῖ διορίσαι καὶ περὶ ψυχῆς. τὸ δὲ οὐδὲν γὰρ ἧττον τὰ σπέρματα καὶ τὰ κυήματα τῶν ζῴων ζῇ τῶν φυτῶν ἴσον ἐστὶ τῷ ὥσπερ γὰρ τὰ φυτὰ ζῇ, οὕτω καὶ τὰ σπέρματα τῶν ζῴων, καὶ τὰ κυήματα δέ, φησί, μέχρι τινός εἰσι γόνιμα· μέχρι γὰρ τοῦ γενέσθαι τὸ κύημα ζῷόν ἐστι γόνιμον, γεγονὸς δὲ οὐκέτι ἐστίν, ὥσπερ καὶ τὸ ᾠόν, ἕως μὲν ἂν ᾖ ᾠόν, γόνιμόν ἐστιν (ἔχει γὰρ δύναμιν, καθ’ ἣν δύναται ζῷον γενέσθαι), γεγονὸς δὲ οὐκέτι ἐστὶν ᾠὸν ἢ κύημα ἢ σπέρμα γόνιμον, ἀλλὰ ζῷον γόνιμον δυνάμενον γεννῆσαι οἷον αὐτό. φανερὸν δέ, φησίν, ἐκ τῶν περὶ ψυχῆς διωρισμένων, διὰ τί τὴν θρεπτικὴν λαμβάνουσι πρῶτον· ἔχουσι μὲν οὖν τὰ κυήματα, ὡς πρὸ ὀλίγου δέδεικται, τὴν θρεπτικὴν ψυχήν, προϊόντα δὲ λαμβάνει καὶ τὴν αἰσθητικὴν καὶ ἔτι προϊόντα, ὥσπερ οἱ ἄνθρωποι, καὶ τὴν λογικήν. καὶ οὐ τοῦτό φαμεν ὅτι κατὰ διαφόρους χρόνους ταύτας λαμβάνει τὰς δυνάμεις, ἀλλ’ εὐθὺς πάσας ἀπὸ τῆς πρώτης συστάσεως καὶ κατὰ γαστρὸς ὂν λαμβάνει ταύτας τὸ ζῷον. εἰ γὰρ μὴ πολλαὶ αὗται ψυχαί, ἀλλὰ δυνάμεις μιᾶς ψυχῆς, οἷον φέρε εἰπεῖν τῆς λογικῆς (ταύτης γὰρ αἱ δυνάμεις αἱ μέν εἰσι τιμιώτεραι, αἱ δὲ ἀτιμότεραι, οὐ δύνανται δὲ αἱ τιμιώτεραι οἷον ἡ ἐπιστημονική τε καὶ διανοητικὴ εἶναι χωρὶς τῆς θρεπτικῆς καὶ αἰσθητικῆς, καὶ ὅλως χωρὶς τῶν καταδεεστέρων· τὴν γὰρ ἔχουσαν τὴν νοητικὴν δύναμιν ψυχὴν ἀνάγκη καὶ τὰς ἄλλας ἔχειν, οὐ μὴν τὴν τὰς ὑφειμένας ἔχουσαν δυνάμεις ἀνάγκη ἔχειν καὶ τὴν νοητικήν) δῆλον ὅτι1 ὁπηνίκα ἂν ἐγγένηται ἡμῖν αὕτη ἡ ψυχή, καὶ αἱ λοιπαὶ πᾶσαι δυνάμεις αὐτῆς·2 συνεισφέρει γὰρ ἑαυτῇ ἡ λογικὴ τὰς ἀλόγους, ἀλλ’ οὐ συνεισφέρεται αὐταῖς. οὐ δὴ οὖν τοῦτό φαμεν, ὥσπερ εἴρηται, ὅτι κατὰ διαφόρους χρόνους ἄλλη καὶ ἄλλη ψυχικὴ δύναμις ἢ ψυχὴ ἡμῖν ἐγγίνεται· οὕτω γὰρ ἂν πολλὰς εἴχομεν ψυχὰς καὶ κεχωρισμένας ἀπ’ ἀλλήλων· ἀλλ’ ἐπειδὴ πάντα ἀπὸ τῶν οἰκείων ἐνεργειῶν χαρακτηρίζεταί τε καὶ κατονομάζεται, τὰ δὲ ζῷα εὐθὺς γινόμενα καὶ κατὰ γαστρὸς ὄντα τρέφεται μέν, οὐκ αἰσθάνεται δέ (παρόντων γὰρ τῶν αἰσθητῶν τὸ αἰσθάνεσθαι), τὴν μὲν θρεπτικὴν ψυχὴν φαμεν ἔχειν αὐτά, τὴν δ’ αἰσθητικὴν ἐγγίνεσθαι αὐτοῖς ὕστερον ἀποτεχθεῖσι· τότε γὰρ αἰσθάνονται. αἱ γὰρ συστολαί τε καὶ ἐκτάσεις τῶν μερῶν, ἃς ποιοῦνται κατὰ γαστρὸς ἔτι ὄντα, οὐ γίνεται κατ’ οἰκείαν αἴσθησιν αὐτοῖς, ἀλλ’ ὡς ἐμψύχου μέρος κατὰ ταῦτα κινεῖται. ὅτι μὲν οὖν τὰς δυνάμεις πάσας ἅμα λαμβάνουσι, τὰς δὲ τῶν κρειττόνων ἐνεργείας ὕστερον, καὶ ἐντεῦθεν δῆλον· εἰ γάρ ἐστιν ἡ αἴσθησις δύναμις ψυχῆς, καθ’ ἣν τὸ ἔχον αὐτὴν οἷόν τέ ἐστιν ὁμοιούμενον τοῖσδε τοῖς αἰσθητοῖς διά τινος ἀλλοιώσεως τῇ πρὸς αὐτὰ ἐνεργείᾳ κρίνειν αὐτά (ὡς γὰρ ἡ θρεπτικὴ δύναμις τροφῆς ἐδεῖτο πρὸς τὸ ἐνεργεῖν περὶ ταύτην τὴν ἐνέργειαν αὐτῆς, οὕτω καὶ ἡ αἰσθητικὴ τῶν αἰσθητῶν· περὶ γὰρ ταῦτα ἡ ἐνέργεια αὐτῆς καὶ τούτων ἐστὶν ἀντιληπτική τε καὶ κριτική) εἰ δὴ τοῦτό ἐστιν ἡ αἰσθητικὴ ψυχὴ καὶ μὴ παρόντων τῶν αἰσθητῶν ἐνεργεῖν οὐ δύναται, οὐ πάρεισι δὲ ταῦτα ἐν τῇ τῆς μητρὸς γαστρί, δυνάμει μὲν αἰσθητικὸν ἂν ῥηθείη καὶ ἀτελὲς ἀναλόγως τοῖς ἔχουσιν ἐπιστήμην καὶ μὴ ἐνεργοῦσι κατ’ αὐτήν· ἐξελθὸν δὲ καὶ ἐνεργοῦν ἤδη αἰσθητικὸν καὶ τέλειον.3 οὕτως οὖν καὶ ἐπὶ τῆς λογικῆς· ἔχει μὲν γὰρ δύναμιν καὶ ἐπιτηδειότητα τοῦ δέξασθαι τὴν ἀπὸ τοῦ πράττειν καὶ νοεῖν ἐγγινομένην τῷ πράττοντι καὶ μανθάνοντι ἕξιν, ἣν ὅτε δὴ καὶ δέξεται, κυρίως ἄνθρωπος εἶναι λέγεται.
“并且必须确定在雌性体内被组织生成之物是否[从雄性分有灵魂]。” 在说了“接下来的事情是提出疑问并加以讨论”之后,他又重提论题,仿佛是在说:“对于眼前的课题必须作出界定——而这就是在雌性体内被组织生成并趋于完满的动物是否从雄性分有[灵魂];正是在这一点上必须作出界定,同时也须关于灵魂作出界定。”而“因为动物的种子和胎儿之有生命绝不亚于植物”这句话等同于:“因为正如植物是有生命的,动物的种子也是如此,并且胎儿,”他说,“在某一阶段之前是具有生育(形成)能力的”;因为在胎儿成为动物之前,它是具生育能力的,但一旦成为[动物]之后就不再是了,正如卵在仍是卵的时候是具生育能力的(因为它具有凭以能够成为动物的能力),但一旦成为[动物]之后就不再是卵、胎儿或具生育能力的种子,而是能够产生与自身相似之物的具生育能力的动物。他说,从关于灵魂所作的界定中可以明白,为什么它们最先接受营养[灵魂];因此,正如不久前所证明的那样,胎儿具有营养灵魂,但随着发育它们也接受感觉灵魂,随着进一步发育,正如人类那样,也接受理性灵魂。我们并不是说它在不同的时间接受这些能力,而是说动物从最初组织生成之时、在母腹中时就立即接受了所有这些能力。因为如果这些并不是多数灵魂,而是一具灵魂(例如假定说是理性灵魂)的能力(因为在它的诸能力中,有些更为崇高,有些则较不崇高,而更为崇高的诸能力,如科学认识能力和思维能力,不能脱离营养与感觉能力而存在,总的说来不能脱离更低级的能力而存在;因为具有智性能力的灵魂必然也具有其余能力,但具有从属能力的灵魂却不必然也具有智性能力),那么显而易见,一旦这具灵魂产生在我们体内,它的其余所有能力也同样[产生];因为理性灵魂自携着非理性能力,而不是被非理性能力所携入。因此,正如所说的那样,我们绝不是说在不同时间一种又一种心灵能力或灵魂产生在我们体内;因为若这样,我们就会拥有彼此分离的多个灵魂了。但是,既然万物都是由其固有的现实活动来表征和命名的,而动物在刚生成且在母腹中时虽摄取营养却不具感觉(因为感知是在感觉对象临在时才发生的),所以我们说它们具有营养灵魂,而感觉灵魂是在它们后来出生时才产生在它们之中的;因为到了那时它们才感知。因为它们在尚处于母腹中时所作的肢体收缩与舒张,并不是依照它们固有的感觉发生的,而是作为有灵魂之物的一部分在这些方面被运动的。因此,它们同时接受所有能力,而较优越者的现实活动则在较晚时才接受,这一点从以下方面也是显而易见的:因为如果感觉是灵魂的一种能力,凭此能力拥有它者能够通过某种变化同化于这些感觉对象,并藉由指向它们的现实活动来判别它们(因为正如营养能力需要养分以围绕养分展开其自身的现实活动一样,感觉能力也需要感觉对象;因为它的现实活动与这些对象相关,并且是对它们的感知与判别)——那么,如果感觉灵魂确实是这样的,且在感觉对象不临在时不能展开现实活动,而这些对象在母腹中并不临在,那么它[胎儿]可以说是在潜能上具感觉性且不完全的,类似于那些拥有知识却不依照知识展开现实活动的人;但在脱离母腹并展开现实活动时,它便已经是[现实地]具感觉性且完全的了。因此,对于理性灵魂而言也是如此;因为它具有接受某种品格(即通过行动与思考而在行动者与学习者身上产生的品格)的能力与适宜性,而唯有当它确实接受了这种品格时,才被严格地说成是人。
- 2.14εἰ γὰρ μὴ πολλαὶ αὗται ψυχαί, ἀλλὰ δυνάμεις μιᾶς ψυχῆς ... δῆλον ὅτι
这是一个长距离的分隔结构:在条件从句(εἰ γὰρ μὴ πολλαὶ αὗται ψυχαί...)之后插入了长篇解释性说明(ταύτης γὰρ αἱ δυνάμεις... νοητικήν),随后以 δῆλον ὅτι 引出归结部分。条件从句中的动词 εἰσίν 亦被省略。
- 2.14ὁπηνίκα ἂν ἐγγένηται ἡμῖν αὕτη ἡ ψυχή, καὶ αἱ λοιπαὶ πᾶσαι δυνάμεις αὐτῆς
在以 καί 开头的主句(归结分句)中,谓语动词(ἐγγίνονται 或 ἔσονται)承接前接时间条件分句中的 ἐγγένηται 而被省略。这里的 καί 起到呼应连接并表“亦/同样”的作用。
- 2.14δυνάμει μὲν αἰσθητικὸν ἂν ῥηθείη καὶ ἀτελὲς ... ἐξελθὸν δὲ καὶ ἐνεργοῦν ἤδη αἰσθητικὸν καὶ τέλειον
这是承接复合条件结构(εἰ δὴ τοῦτό ἐστιν...)的主句,中性主语承前指代胎儿(τὸ κύημα / τὸ συνιστάμενον)。在后半句(ἐξελθὸν δὲ...)中,系动词或潜能动词(ἐστίν 或 ἂν ῥηθείη)通过对照而在意念上被补出。
