- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:81.10-82.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
讨论种子究竟是水还是水与土的混合物这一疑难,并通过泡沫和油的白化等归纳实例,论证种子是由水与空气(精气)构成的,从而化解了这一疑难。
" Περὶ δὲ τῆς τοῦ σπέρματος φύσεως ἀπορήσειεν ἄν τις." Ὃ ζητεῖ τοιοῦτόν ἐστι, πότερον τὸ σπέρμα ὕδωρ ἐστὶν ἢ μῖγμα ὕδατος καὶ γῆς. εἰ μὲν οὖν ὕδωρ, οὐδὲν δὲ ὕδωρ παχύνεται ὑπὸ θερμοῦ καὶ στερεώτερον αὐτὸ ἑαυτοῦ γίνεται, ἔδει μηδὲ τὸ σπέρμα ὕδωρ ὂν παχύνεσθαι ὑπὸ τῆς ἐν τοῖς ζῴοις θερμότητος· νῦν δὲ ἔξεισι παχὺ καὶ συνεστηκὸς ὥσπερ μέλι ἑψηθέν, ἀλλ’ οὐ διαρρέον καὶ ἐξατμιζόμενον ὥσπερ τὸ ὕδωρ. ἔξεισι μὲν οὖν παχύ, ψυχόμενον δὲ γίνεται ὑγρὸν καὶ διαρρέον· ἔδει δέ, εἴπερ ὕδωρ ἦν, μὴ διαρρεῖν ὑπὸ τοῦ ψύχους, ἀλλὰ μᾶλλον πήγνυσθαι καὶ ὥσπερ κρύσταλλον γίνεσθαι. ἐπεὶ οὖν τὸ ὕδωρ ὑπὸ μὲν θερμοῦ οὐ παχύνεται, ὑπὸ δὲ ψυχροῦ πήγνυται, τὸ δὲ σπέρμα παχύνεται μὲν ὑπὸ τοῦ θερμοῦ, ὑπὸ δὲ τοῦ ψυχροῦ ὑγραίνεται ὡς ὑπὸ τοῦ ἐναντίου ἤτοι τοῦ θερμοῦ παχυνθέν (ὃ γὰρ ἔπηξε τὸ ἐναντίον, τοῦτο τήκεται ὑπὸ θατέρου τῶν ἐναντίων, ὡς ἐν τῷ τετάρτῳ βιβλίῳ τῶν Μετεώρων εἴρηται) οὐκ ἂν εἴη τὸ σπέρμα ὕδωρ. ἀλλὰ μὴν οὐδὲ μῖγμα γῆς καὶ ὕδατος· ἔδει γὰρ ἐν τοῖς πάγοις πήγνυσθαι καὶ στερεοῦσθαι, ὥσπερ ὁ πηλός· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οὐκ ἔδει ὑγρὸν πᾶν γίνεσθαι καὶ ὕδωρ.1 ἔδει οὖν πήγνυσθαι· οὐ πήγνυται δέ, ὥσπερ εἴρηται.
“关于种子的本性,人们可能会提出疑问。” 他所探究的是这样的问题:种子是水,还是水与土的混合物?如果它是水,而没有任何水会因热变稠并变得比自身更坚固,那么种子既然是水,本也不应因动物体内的热变稠;但实际上它排出来时是浓稠而凝结的,如同被熬煮过的蜂蜜,而不是像水那样流散和蒸发。因此它排出来时是浓稠的,但在受冷时却变稀并流散;然而,假若它真是水,本不应在冷的作用下流散,而是更应冻结并变得像冰一样。因此,既然水不因热变稠,却因冷冻结,而种子则因热变稠,在冷的作用下变稀(作为因对立面即热而变稠之物;因为对立面所冻结之物,被另一对立面所融解,正如在《气象学》第四卷中所说的那样),种子就不会是水。然而它也绝不是土与水的混合物;因为在严寒中它本应像泥土一样冻结并凝固;因为他通过“它本不应全部变成液体和水”阐明了这一点。因此它本应冻结;但正如已经指出的那样,它并不冻结。
"Ἢ οὐ πάντα τὰ συμβαίνοντα διῃρήκαμεν." Θεὶς τὴν ἀπορίαν λύει αὐτὴν διὰ τῶν προκειμένων δυνάμει λέγων ἢ ἡ ἀπορία χώραν ἔσχεν ἐκ τοῦ ἀτελῆ καὶ μὴ τελείαν ἡμᾶς ποιεῖσθαι τὴν διαίρεσιν. εἴρηται γὰρ ὅτι παχύνεται μὲν ὑπὸ πυρὸς τὸ ἐκ γῆς καὶ ὕδατος ὄν, οὐ παχύνεται δὲ τὸ ὕδωρ· οὐ μόνον δὲ τὸ ἐκ γῆς καὶ ὕδατος παχύνεται ὑπὸ πυρός, ἀλλὰ καὶ τὸ ἐξ ὕδατος καὶ ἀέρος. ὥστε δειχθέντος ὅτι τὸ σπέρμα ἐξ ὕδατος καὶ ἀέρος ἐστί, συλλογιστέον ὧδέ πως· τὸ σπέρμα ἐξ ὕδατός ἐστι καὶ ἀέρος, πᾶν τὸ ἐξ ὕδατος καὶ ἀέρος ὂν παχύνεται ὑπὸ τοῦ θερμοῦ, καὶ τὸ συμπέρασμα δῆλον. ὅτι δὲ τὸ ἐξ ὕδατος καὶ ἀέρος ὂν παχύνεται ὑπὸ τοῦ θερμοῦ, δείκνυσι διὰ τῆς ἐπαγωγῆς. ὅ τε γὰρ ἀφρὸς ἐξ ὕδατός ἐστι καὶ ἀέρος· ἡ γὰρ γινομένη ἐκ τοῦ κινεῖσθαι καὶ φέρεσθαι θερμότης τῷ ὕδατι μετὰ τοῦ πνεύματος ἢ τοῦ ἀέρος, ἐν ᾧ ἐστι, (πᾶσα γὰρ θερμότης ἔν τινι) αὕτη οὖν μετὰ τοῦ οἰκείου ὑποκειμένου τοῦ ἀέρος ἐμμιγνυμένη τῷ ὕδατι παχύνει καὶ ποιεῖ τὸν ἀφρόν. ὅτι δὲ ὁ ἀφρὸς παχύτερος καὶ στερεώτερος τοῦ ὕδατος, δῆλον· τὸ μὲν γὰρ ὕδωρ ῥεῖ καὶ οὐδένα ἔχει οἰκεῖον ὅρον, ὁ δ’ ἀφρὸς ἵσταται οἰκείῳ ὅρῳ περιωρισμένος ὥσπερ ὁ κηρὸς ἢ ἄλλο τι τῶν στερεωτέρων καὶ οἰκείῳ ὅρῳ περιοριζομένων. καὶ ὅσῳ ἂν ἐλάττους ὦσιν αἱ πομφόλυγες, τοσοῦτον στρυφνότερος καὶ στερεώτερος ὁ ἀφρός. διὰ τὰς αὐτὰς δ’ αἰτίας καὶ τὸ λευκαινόμενον ἔλαιον (λευκαίνουσι γὰρ καὶ τοῦτον ἐν τῷ ἡλίῳ ὥσπερ τὰ λίνεια ὑφάσματα) παχύτερον γίνεται· τὸ γὰρ ἐνὸν ἐν αὐτῷ ὑδατῶδες ἐξατμισθὲν ὑπὸ τῆς ἀπὸ τοῦ ἡλίου ἐγγινομένης θερμότητος καὶ ἀναμιχθὲν τῷ ἐλαίῳ ἐπάχυνεν αὐτό. ἡ δὲ μολίβδαινα εἶδός ἐστιν ὑγρὰ καὶ χυτὴ ὥσπερ ὁ ὑδράργυρος. παχύνει δὲ τὸ ὑγρὸν ἡ μολίβδαινα διὰ τὸ ἐγκαταμίγνυσθαι πνεῦμα ἐν τῇ κινήσει τῇ γινομένῃ ἐν τῇ μίξει· μίξαντες γὰρ αὐτὴν τῷ ὑγρῷ κινοῦσιν ἐπὶ πολύ, ἕως ἂν κερασθῶσιν ἄκρως, κινοῦσι δὲ ἐπὶ πολὺν χρόνον, ὅτι οὐ ταχέως οὐδὲ ῥᾳδίως ἀνακεράννυται μετὰ τοῦ ὑγροῦ, ἀλλὰ βραδέως, ὥσπερ καὶ τὸ ἔλαιον μετὰ τοῦ ὕδατος. δείξας οὖν ἀπό τε τοῦ ἀφροῦ ἀπό τε τοῦ ἐλαίου ὅτι τὸ ὑγρὸν παχύνεται καὶ ὑπὸ τοῦ ἀέρος ἐπάγει ὥσπερ οὖν ὑπό τινος παχύνεται τὸ ἔλαιον καὶ τοῦτο τὸ παχῦνον αὐτό ἐστι θερμότης, οὕτως καὶ τὸ σπέρμα παχύνεται μὲν ὑπὸ τοῦ ἐν ἡμῖν θερμοῦ, ἐξελθὸν δὲ ὅταν ἀποπνεύσῃ ἀπὸ τοῦ ψύχους τὸ θερμὸν καὶ δηλονότι καὶ ἀήρ τις σὺν αὐτῷ, ὁ δὲ ἐναπομείνας καὶ μὴ ἐκπνευσθεὶς ψυχθεὶς ὕδωρ γένηται, μᾶλλον δὲ ὕδωρ μὲν οὔ, παχύτερος δὲ ἀέρος, λεπτότερος δὲ ὕδατος, ὁποία ἐστὶν ἡ ἀτμίς, ὑγραίνεται·2 λείπεται γὰρ τὸ ὕδωρ ἡ ἀτμὶς καὶ βραχύ τι γεῶδες. ὅτι δὲ λείπεταί τι γεῶδες, φανερόν· ξηραινομένου γὰρ τοῦ σπέρματος ἐμφαίνεταί τι γεῶδες ἐν τῷ ἐξ ὀλιγίστων συγκεῖσθαι μορίων· τὸ δὲ ὀλιγίστων ἀντὶ τοῦ μικρῶν. κυρίαν δὲ τῆς μίξεως τὴν Ἀφροδίτην λέγει.
“或者说,我们并没有区分所有发生的现象?” 在提出疑问之后,他通过眼前的文本解决了它,其含义是说:或者说,疑问之所以产生,是因为我们作出了不完全而非完备的区分。因为人们说过,由土和水构成之物受火变稠,但水不变稠;然而,不仅由土和水构成之物受火变稠,而且由水和空气构成之物也[变稠]。因此,一旦证明种子是由水和空气构成的,就必须大致这样进行推论:种子是由水和空气构成的;凡由水和空气构成之物皆因热变稠;结论是显而易见的。至于由水和空气构成之物因热变稠,他是通过归纳来证明的。因为泡沫也是由水和空气构成的;因为因水被运动和运送而产生的热,与它所处于其中的精气或空气一道(因为所有的热都在某种东西中)——这种[热]与空气这一其自身的基底结合并混入水中,使水变稠并产生泡沫。而泡沫比水更稠且更坚固,这是显而易见的;因为水流动且完全没有自身的界限,但泡沫则由自身的界限所限定而伫立,如同蜂蜡或其他更坚固且由自身界限所限定之物一样。而且气泡越小,泡沫就越紧致和坚固。由于相同的原因,变白的油(因为人们也像漂白亚麻织物那样在太阳下使油变白)也变得更稠;因为其中所含的水性成分因太阳产生的热而蒸发,并与油混合在一起,使它变稠。而氧化铅是一种像水银一样呈液态且易流动的种类。氧化铅由于在混合中产生的运动里混入了精气,从而使液体变稠;因为人们将它与液体混合后搅拌很久,直到它们完全融调,他们搅拌很长时间是因为它与液体不能迅速而轻易地调和,而是缓慢地调和,正如油与水一样。因此,在通过泡沫和油证明了液体也能因空气而变稠之后,他接着指出:正如同油因某种东西而变稠且使它变稠的这东西是热一样,种子也因我们体内的热变稠;但在排出来之后,当热以及显然伴随它的某种空气因冷而散发,而残留下来未曾散发者受冷变成水——更确切地讲不是水,而是比空气稠却比水稀薄之物,正如水汽一样——它就变稀了;因为留下了水、水汽和微量的土性成分。至于留下了某种土性成分是显而易见的;因为当种子干燥时,由极少的部分组成这一点显露出了某种土性成分;而“极少”代替了“微小”。他称阿佛洛狄忒为主管混合的神。
- 2.12οὐκ ἔδει ὑγρὸν πᾶν γίνεσθαι καὶ ὕδωρ
此处指涉亚里士多德的原文章节(735a34–35)。注释者在此解释反事实论证:如果它是水与土的混合物,受冷时本不应当全部变成液体和水(土的成分本应留存并凝固)。
- 2.13ἐξελθὸν δὲ ὅταν ἀποπνεύσῃ ἀπὸ τοῦ ψύχους τὸ θερμὸν καὶ δηλονότι καὶ ἀήρ τις σὺν αὐτῷ, ὁ δὲ ἐναπομείνας καὶ μὴ ἐκπνευσθεὶς ψυχθεὶς ὕδωρ γένηται, μᾶλλον δὲ ὕδωρ μὲν οὔ, παχύτερος δὲ ἀέρος, λεπτότερος δὲ ὕδατος, ὁποία ἐστὶν ἡ ἀτμίς, ὑγραίνεται
这是一个带有长篇时间从句(ὅταν...)的复杂句。主句的主语是省略的种子(τὸ σπέρμα),主动词是末尾的 ὑγραίνεται。在 ὅταν 从句内部,首先由 τὸ θερμόν 及其伴随的空气作为 ἀποπνεύσῃ 的主语,随后由 ὁ δὲ ἐναπομείνας[ἀήρ]作为 γένηται 的主语。中间的插入句(μᾶλλον δὲ...)将 γένηται 的表语 ὕδωρ 修正限定为“并非水,而是比空气稠却比水稀薄的水汽”。
