← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§79.15-81.9

种子与各部分的灵魂及心脏的先行生成

本节注解亚里士多德《动物生成论》735a4–735a19,探讨种子与身体各部分是否具有灵魂的问题,借助现实态与潜在态的区别(以清醒与未开展活动的几何学家为喻)加以阐明;随后论证了在胚胎塑造过程中,具有生长原理的器官(如心脏)为何必须最先生成及其必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9

" Πότερον δ’ ἔχει ψυχὴν τὸ σπέρμα ἢ οὔ; ὁ αὐτὸς λόγος καὶ περὶ τῶν μορίων." Τὸ ζητούμενόν ἐστιν, ἆρα ἔχει ψυχὴν καὶ τὸ σπέρμα τινὰ καὶ τὰ μόρια, ἢ πάντη πάντως ἄψυχα τυγχάνει ὄντα; τὸ γὰρ ὁ αὐτὸς λόγος καὶ περὶ τῶν μορίων ἴσον ἐστὶ τῷ τὸ αὐτὸ δὴ τοῦτο ζητητέον καὶ περὶ τῶν μορίων, ἆρ’ ἔχουσι ψυχὴν ἢ οὔ. εἰ γὰρ μὴ ἔχει τὸ σπέρμα ψυχήν, φησίν, οὐδ’ ἐν ἄλλῳ τῶν μορίων, οἷον ὀφθαλμῷ, χειρί, τοῖς τοιούτοις ἔσται ψυχή, πλὴν ἐν ἐκείνῳ οὗ γέ ἐστι, τουτέστι πλὴν ἐν τῷ πατρὶ ἀφ’ οὗ τὸ σπέρμα ἀπῆλθεν. ὥστε εἰ μὴ ἐν τῷ σπέρματί ἐστι ψυχή, ὑφ’ οὗ τὰ μόρια γέγονεν, οὐδὲ τὰ μόρια ἕξει, ἀλλ’ ἄψυχα ἔσται. ἀλλ’ εἰ μὴ ἔχουσι ψυχήν, οὐδὲ μόρια ἔσται τοῦ γεγονότος, ἀλλ’ ἢ ὁμωνύμως. πῶς γὰρ αὐτοῦ μὲν ὄντος ἐμψύχου, τούτων δὲ ἀψύχων, μόρια ἔσται αὐτοῦ; δῆλον οὖν, φησίν, ὅτι καὶ ἔχει τὸ σπέρμα ψυχὴν καὶ δηλονότι δι’ αὐτὸ καὶ τὰ μόρια, καὶ ἔστι δυνάμει. ἀλλὰ πῶς ψυχὴν ἔχον οὐκ ἐνεργείᾳ ἐστὶν ἔμψυχον, ἀλλὰ δυνάμει; ἢ οὕτως ἐστί, φησί, δυνάμει πρὸ τοῦ ἅψασθαι τοῦ καταμηνίου, ὡς ὁ ἐνεργείᾳ γεωμέτρης καὶ μὴ ἐνεργῶν διὰ στέρησιν βιβλίου· ἐπειδὰν δὲ ἅψηται τῆς ὕλης καὶ κινῇ καὶ οἱονεὶ ἐμψυχοῖ αὐτήν, ἔοικε τῷ ἔχοντι βιβλίον καὶ ἐνεργοῦντι. λέγει δὲ καὶ τὸ σπέρμα καὶ τὸν γεωμέτρην ἐγγυτέρω αὐτὰ ἑαυτῶν γίνεσθαι καὶ πόρρω.1 ὡς γὰρ ὁ αὐτὸς καὶ εἷς γεωμέτρης ὅταν μὲν καθεύδῃ, πορρωτέρω ἐστὶ τοῦ ἐνεργοῦντος, ἐγγυτέρω δὲ ὅταν ἐγρηγορῇ, οὕτω καὶ τὸ σπέρμα. ἔστιν οὖν τὸ σπέρμα ἐνεργείᾳ μὲν ἔμψυχον, ὥσπερ καὶ ὁ ἐγρηγορὼς γεωμέτρης ἐνεργείᾳ γεωμέτρης, δυνάμει δὲ ὡς μὴ ἐνεργοῦν, ὥσπερ καὶ ὁ μὴ ἐνεργῶν γεωμέτρης· ᾗ μὲν γὰρ ἔχουσι τὴν ἕξιν, ἐνεργείᾳ εἰσίν, ᾗ δὲ μὴ ἐνεργοῦσι, δύνανται δὲ ἐνεργῆσαι, δυνάμει.

“那么种子是具有灵魂还是没有?关于各部分也是同样的道理。” 所探究的问题是:种子是否也具有某种灵魂,各部分亦然,还是说它们彻底完全是无灵魂的?因为“关于各部分也是同样的道理”等同于:关于各部分也必须探究完全相同的这一点,即它们究竟是具有灵魂还是没有。他说,因为如果种子不具有灵魂,那么在其他任何部分中,例如在眼、手或诸如此类的部分中,也不会存在灵魂,除非在它是其种子的那个存在者中,也就是在种子由之离去的父亲中。因此,如果制造了诸部分的种子中没有灵魂,各部分也不会具有灵魂,而是将成为无灵魂的。但如果它们不具有灵魂,它们甚至不能成为已生成之物的部分,除非是同名异义地[作为部分]。因为当动物自身有灵魂而这些部分无灵魂时,它们怎能成为它的部分呢?因此他说,显然种子既具有灵魂,显见通过它各部分也具有灵魂,并且它是潜在态的。然而,既然具有灵魂,它如何不是在现实态中具有灵魂,而是在潜在态中呢?他说,或者它在接触经血之前是这样处于潜在态的,就像现实态中的几何学家却因缺乏书籍而未开展活动那样。而当它接触质料并运动且宛如赋予其灵魂时,它便类似于拥有书籍并开展活动的人。他又说,种子和几何学家都会变得比自身[原先的状貌]更近或更远。因为正如同一个几何学家在睡眠时距离开展活动的状态更远,而在清醒时更近,种子亦是如此。因此,种子在现实态中具有灵魂,正如清醒的几何学家在现实态中是几何学家一样;但在并未开展活动的意义上是潜在态的,正如同未开展活动的几何学家一样。因为就他们拥有这种状态而言,他们是在现实态中;但就他们未开展活动、却能够开展活动而言,他们是在潜在态中。

§2.10

"Ταύτης μὲν οὖν οὐδὲν μόριον αἴτιον τῆς γενέσεως, ἀλλὰ τὸ πρῶτον κινῆσαν ἔξωθεν." Ταύτης λέγει τῆς διαπλαττούσης καὶ ποιούσης τὰ μόρια.2 οὐδὲν οὖν, φησί, μόριον αὐτὸ ἑαυτῷ αἴτιόν ἐστι τῆς διαπλαστικῆς γενέσεως· οὐδὲν γὰρ αὐτὸ ἑαυτὸ γεννᾷ καὶ παράγει, ὡς ἐν ἄλλοις ἡμῖν δέδεικται, ἀλλὰ γίνεται μὲν ὑπὸ τοῦ ἔξωθεν ποιοῦντος, τρέφεται δ’ ὑφ’ αὑτοῦ. τὴν μὲν γὰρ θρεπτικὴν ἔχει ἕκαστον ἐν ἑαυτῷ καὶ διὰ τοῦτο γεγονὸς τρέφει αὐτὸ ἑαυτό, τὴν δὲ διαπλαστικὴν καὶ ποιητικὴν οὐκέτι, ἀλλὰ ἔξωθεν· τὸ δὲ ἔξωθὲν ταὐτόν ἐστι τῷ οὐ σύμφυτον, ἀλλ’ οἱονεὶ ἁπτομένην. εἰπὼν δὲ ὅτι αὔξει ἤδη αὐτὸ ἑαυτό, ἐπήγαγε διόπερ πρῶτόν τι γίνεται καὶ οὐχ ἅμα πάντα, τουτέστι καὶ διὰ τὸ μηδὲν αὐτὸ ἑαυτὸ ποιεῖν καὶ παράγειν, ἀλλὰ πᾶν τὸ γινόμενον ὑπ’ ἄλλου γίνεσθαι γίνεται τι πρῶτον. εἰ γὰρ μὴ ὑπ’ ἄλλου ἐγίνοντο, ἀλλ’ ὑφ’ ἑαυτῶν, διὰ τί ὥσπερ ἡ καρδία φέρε εἰπεῖν ἐποίησεν αὑτήν, οὐ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἕκαστον τῶν ἄλλων ἑαυτὸ παρήγαγε καὶ ἅμα πάντα γέγονε; ζητήσειε δ’ ἄν τις, εἰ μηδὲν αὐτὸ ἑαυτὸ παράγει, ἀλλά τι ἄλλο ἔχον ἐν ἑαυτῷ ἐνεργείᾳ τοὺς λόγους, διὰ τί οὐχ ἅμα πάντα ποιεῖ, ἀλλὰ πρῶτον τὴν καρδίαν; ἢ ὥσπερ ὁ τέκτων ἐνεργείᾳ μὲν ἔχει τὸν τῆς ξυλίνης σφαίρας λόγον καὶ τὸν τῆς κλίνης καὶ ἄλλων πολλῶν, οὐχ ἅμα δὲ ποιεῖ πάντα, ἀλλὰ πρῶτον μέν, εἰ οὕτως ἔτυχε, τὴν σφαῖραν, εἶτα τὴν κλίνην, οὕτως καὶ αὕτη ἡ δύναμις ἅμα μὲν πάντα σκιαγραφεῖ, πρῶτον δὲ δημιουργεῖ τὸ ἀναγκαιότατον, εἶτα τὸ ἐφεξῆς. εἰπὼν δὲ διόπερ πρῶτόν τι γίνεται, ἐπήγαγε τοῦτο δὲ γίνεσθαι ἀνάγκη πρῶτον ὃ αὐξήσεως ἀρχὴν ἔχει, τουτέστι τοῦτο δὲ ἀνάγκη πρῶτον γίνεσθαι, ὃ δύναται ὥσπερ ἀκρόπολίς τις δέξασθαι καὶ φυλάσσειν τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν ψυχήν. αὗται δὲ τῷ μὲν ὑποκειμένῳ μία εἰσί, τῷ λόγῳ δὲ διάφοροι. τοῦτο δέ, φησί, τὸ θρεπτικὸν τὸ γεννητικόν ἐστιν οἷον αὐτό· παντὸς γὰρ ζῴου καὶ φυτοῦ τελείου τοῦτό ἐστιν ἔργον τὸ γεννῆσαι οἷον αὐτό.

“因此,没有任何部分是这种生成的原因,而是最初从外部运动者[是其原因]。” 他所谓的“这种[生成的]”,是指塑造和制造各部分的[生成]。因此他说,没有任何部分就其塑造成形的生成而言是自身的原因;因为正如我们在别处所指出的那样,没有任何事物能够生育和产生自身,而是由外部的制造者所生成,但由自身所滋养。因为每个部分自身内部都具有滋养[能力],正因如此在生成之后它能滋养自身,但塑造成形与制造的能力却不再具有,而是来自外部;而“来自外部”等同于:非生来固有的,而是宛如接触者那样。在说了它现在能使自身生长之后,他接着补充道:“因此某种东西最先生成,而非所有东西同时生成”,也就是说,也由于没有任何事物制造和产生自身,而是凡生成之物皆由另一物生成,因此某种东西最先生成。因为如果它们不是由另一物生成,而是由自身生成,那么为何正如假定心脏制造了自身那样,其他各个部分不在同一时刻产生自身并且所有部分同时生成呢?然而有人可能会探究:如果没有任何事物产生自身,而是由自身在现实态中具有理性原则的某种别物产生,那它为何不同时制造所有东西,而是首先制造心脏呢?或者正如木匠在现实态中虽拥有木球的理性原则、床的理性原则以及许多其他事物的理性原则,却并不一次性制造所有东西,而是若碰巧如此则首先制造球,然后制造床,同样,这种潜能也同时勾勒出所有事物的轮廓,但首先塑造最不可或缺者,然后依序塑造接续之物。在说了“因此某种东西最先生成”之后,他接着补充道:“而拥有生长原理之物必然最先生成”,也就是说,能够像某种卫城那样接纳并守卫滋养灵魂、生长灵魂和生育灵魂之物,必然最先生成。这些灵魂就其基底而言为一,但在定义上各不相同。他说,这种滋养的部分即是生育与自身相似者之物;因为每一个完满的动物和植物的功用,就在于生育与自身相似者。

§2.11

"Ἀνάγκη δὲ διὰ τόδε, ὅτι ὅταν γένηται, αὐξάνεσθαι ἀνάγκη." Εἰπὼν ὅτι τοῦτο γίνεσθαι ἀνάγκη πρῶτον, ὃ αὐξήσεως ἀρχὴν ἔχει, καὶ διὰ μέσου τινὰ παρενείρας ἐπήγαγε τὸ ἀνάγκη δὲ διὰ τόδε, καὶ ἔστι συνεχὲς τούτῳ ἐκεῖνο.3 ὃ δὲ λέγει οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγε διὰ τί δὲ εἶπον τὸ ἀνάγκη γίνεσθαί τι πρῶτον καὶ ἔχειν αὐξήσεως ἀρχήν; διὰ τόδε. καὶ τί τοῦτο; διὰ τὸ ἀναγκαῖον εἶναι πᾶν τὸ γεγονὸς αὐξάνεσθαι. εἰ δὲ τί ἐστι καὶ τοῦτο τὸ ἔχον τὴν αὐξητικὴν πρώτως ψυχήν (οὐ γὰρ πολλὰ μέρη ἔχει), ταύτην πρώτως ἀνάγκη πρῶτον τῶν ἄλλων γίνεσθαι.

“而由于这一点这是必然的:因为一旦生成,就必然要生长。” 在说了“拥有生长原理之物必然最先生成”,并在其中插入了若干论述之后,他接着补充了“而由于这一点这是必然的”,而那句话与前一句话是紧密承接的。他所说的话是这样接续的,宛如他在说:我为何说某种东西必然最先生成且拥有生长原理?就是由于这一点。这又是什么呢?因为一切已生成之物都必然要生长。如果首要地拥有生长灵魂的这个东西是某种实体(因为它并不包含许多部分),那么它就必然作为首要者最先于其他部分生成。

语法注3 条
  1. 2.9ἐγγυτέρω αὐτὰ ἑαυτῶν γίνεσθαι καὶ πόρρω

    与比较级副词(ἐγγυτέρω, πόρρω)连用的反身代词属格 αὐτὰ ἑαυτῶν 构成比较结构,表示事物与自身在不同状态(如睡眠或未开展活动时)相比所发生的程度变化(“比自身更近或更远”)。

  2. 2.10Ταύτης λέγει τῆς διαπλαττούσης καὶ ποιούσης τὰ μόρια

    承接引文中的 Ταύτης μὲν οὖν οὐδὲν μόριον αἴτιον τῆς γενέσεως,该句旨在说明属格指示代词 ταύτης [sc. τῆς γενέσεως] 的指称。注疏者在此补充并限定其指的是塑造和制造各部分的生成过程(διαπλαστικὴ γένεσις)。

  3. 2.11ἀνάγκη δὲ διὰ τόδε, καὶ ἔστι συνεχὲς τούτῳ ἐκεῖνο

    ἐκεῖνο 指代刚刚引用的词句 ἀνάγκη δὲ διὰ τόδε,而 τούτῳ 则指代在插入语之前出现的先行命题(τοῦτο δὲ γίνεσθαι ἀνάγκη πρῶτον ὃ αὐξήσεως ἀρχὴν ἔχει),用以梳理被插入成分隔开的上下文承接关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:79.15-81.9