← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§7.6-8.13

睾丸位置与输精管结构对交配欲望的差异

斐洛波诺斯从通道折叠、周围温度以及精液生成机制这三个因素,阐明了睾丸位于体外、体内或缺失如何导致交配上的节制或贪求程度,并预告了自然的目的因与质料必然性两方面的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#2

Συμβάλλονται δὲ οἱ ὄρχεις οἱ μὲν ἐκτὸς πρὸς σωφρονισμὸν μᾶλλον, οἱ δ’ ἐντὸς ἧττον διὰ τάδε. ἴσμεν ἐκ τῆς Περὶ ζῴων ἱστορίας καὶ τῶν ἀνατομῶν ὡς φλεβώδεις εἰσὶ πόροι ἐν οἷς συνάγεται τὸ σπέρμα καὶ δι’ ὧν ἐξέρχεται, καὶ τούτων ἕνεκα τῶν πόρων μεμηχανῆσθαι τοὺς ὄρχεις, ἵνα ὥσπερ ἐν κραββάτῳ ἐν αὐτοῖς ἐπαναπαύωνται.1 κεῖνται δὲ ἐν τοῖς ὄρχεσιν ἐπαναδεδιπλωμένοι οἱ τοιοῦτοι πόροι ὡς εἰπεῖν, ὥσπερ ἡ Α Β Γ Δ Ε γραμμή. ἀλλ’ ὅσων μὲν ἐκτός εἰσιν οἱ ὄρχεις, ἀνάγκη καὶ τὴν τῶν φλεβῶν ἐπαναδίπλωσιν ἐκτὸς εἶναι· μέχρι γὰρ τῶν ὄρχεων οἱ πόροι εὐθεῖς εἰσιν, ἐν αὐτοῖς δὲ ἐπαναδιπλοῦνται. ἐκτὸς δὲ ὄντων τῶν ὄρχεων καὶ διὰ τὸ περιέχον ψυχομένων ἐξ ἀνάγκης ψύχονται οἱ πόροι καὶ στενοῦνται· ψυχομένων δὲ καὶ στενουμένων χρεία θερμότητος, ἥτις εὐρυνεῖ αὐτοὺς καὶ ποιήσει ἐπιτηδείους πρὸς ὑποδοχὴν ἅμα καὶ ἄφεσιν τοῦ σπέρματος· ἡ δὲ θερμότης αὕτη γίνεται βραδέως διὰ τὸ ἐκ τῆς πρὸς ἄλληλα τῶν αἰδοίων τοῦ ἄρρενος καὶ τοῦ θήλεος γίνεσθαι παρατρίψεως ἐν ταῖς ὀχείαις. ὥστε τρία εἰσὶ τὰ συντείνοντα πρὸς τὸ μὴ ταχεῖαν γίνεσθαι τὴν τοῦ σπέρματος ἄφεσιν, τό τε κατ’ ὀλίγον συναθροίζεσθαι τὸ σπέρμα·2 ἐν γὰρ τοῖς πλείστοις, ὡς μαθησόμεθα, ὅταν λέγῃ περὶ τῆς τοῦ σπέρματος φύσεως τίς ἐστιν, οὐ προυπάρχει τὸ σπέρμα, ἀλλ’ ἐν τῷ καιρῷ τῆς ὀχείας καὶ γίνεται καὶ ἀποκρίνεται. ἡ γὰρ ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ γενομένη θερμότης ἅμα τε τὸ σπέρμα οὐσιοῖ καὶ συνίστησι καὶ τοὺς πόρους εὐρύνει καὶ περὶ αὐτοὺς συναθροίζει. ἀλλ’ εἰ μὴ ἔστιν ἐν τοῖς πλείστοις τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων ἐνεργείᾳ τὸ σπέρμα, ἀλλὰ κατὰ τὸν καιρὸν τῆς ὁμιλίας γίνεται, τί τὸ διερεθίζον καὶ κινοῦν τὰ τοιαῦτα πρὸς τὴν τοιαύτην ἡδονήν; κινοῦνται γὰρ καὶ πρὸ τῆς ὁμιλίας. ἢ κινοῦνται μέν, ἀλλ’ ἔκ τινος φυσικῆς δυνάμεως, ἣν καλοῦμεν γεννητικὴν ψυχήν, καὶ οὐκ ὑπὸ τοῦ σπέρματος. τρία οὖν εἰσιν, ὡς εἴρηται, τὰ συντείνοντα, τό τε κατὰ βραχὺ τὸ σπέρμα συναθροίζεσθαι, δεύτερον δὲ ἡ ἐπαναδίπλωσις (κωλύει γὰρ καὶ αὐτὴν τὴν ἔξοδον διὰ τὸ σκολιὸν τῆς θέσεως) καὶ τρίτον ἡ ψῦξις ἡ πυκνοῦσα καὶ στενοῦσα τοὺς πόρους. ἐπὶ δὲ τῶν ὀρνίθων καὶ πάντων τῶν ἐχόντων ἐντὸς τοὺς ὄρχεις κωλύει μὲν ἡ ἐπαναδίπλωσις τῶν πόρων, ἀλλὰ διὰ τὸ ἐντὸς εἶναι τοὺς ὄρχεις καὶ διὰ τοῦτο θερμοὺς καὶ διὰ τὴν θερμότητα ἀνεῳγμένους τοὺς πόρους ἀεὶ γίνεται καὶ ἡ συνάθροισις καὶ ἡ ἄφεσις τοῦ σπέρματος πολὺ ταχυτέρα τῶν ἐχόντων ἐκτὸς τοὺς ὄρχεις καὶ τοὺς ἐν αὐτοῖς πόρους, καί εἰσιν διὰ τοῦτο λαβρότεροι οἱ ὄρνιθες καὶ τὰ ὁμοίως ἔχοντα τούτοις. τὰ δὲ μὴ ἔχοντα ὄρχεις λαβρότερα πάντων· τάχιον γὰρ ἐξέρχεται τὸ σπέρμα καὶ συναθροίζεται. τάχιον μὲν συναθροίζεται διὰ τὴν θερμότητα, ἐξέρχεται δὲ καὶ διὰ τὸ ἀνεῳγμένους εἶναι τοὺς πόρους ὑπὸ τῆς θερμότητος καὶ διὰ τὸ εὐθεῖς εἶναι καὶ μὴ ἐπαναδεδιπλωμένους· ἐν τοῖς ὄρχεσι γὰρ ἡ ἐπαναδίπλωσις ὁρᾶται. ἔχουσιν οὖν τὰ μὲν ἐκτὸς τοὺς ὄρχεις τὰ δ’ ἐντὸς τὰ δ’ οὐδ’ ὅλως διὰ μίαν μὲν αἰτίαν τὴν εὖ καὶ τὸ οὗ ἕνεκα·3 ἀποδώσει δὲ τῆς τοιαύτης τῶν ὄρχεων θέσεως αἰτίας καὶ ἀπὸ τῆς ὕλης, οὐ μόνον δὲ τὴν εἰρημένην ἐρεῖ ἀπὸ τοῦ εὖ καὶ τοῦ οὗ ἕνεκα, ἀλλὰ καὶ ἄλλας πλείονας. καὶ ταῦτα μὲν οὕτως προλελέχθω· τὴν δὲ λέξιν μετιτέον.

置于体外的睾丸对节制贡献更大,而体内的睾丸贡献较小,其原因如下。我们从《动物志》和解剖记录中得知,存在着血管状的通道,精液汇集于其中并通过它们排出,而睾丸正是为了这些通道而构造的,以便通道能够如在床榻上一般安歇于睾丸之上。并且,此类通道在睾丸中可以说是如折线Α Β Γ Δ Ε那样盘曲折叠放置的。但对于那些睾丸置于体外的动物而言,血管的折叠亦必然处于体外;因为直到睾丸为止,通道都是笔直的,而在睾丸内部才发生折叠。又因为睾丸置于体外并因周围环境而变冷,通道便必然冷却并变窄;随着通道冷却并变窄,就需要热量,此热量能扩展通道并使之适于精液的接纳与排出;而这种热量产生得十分缓慢,因为它是从交配时雌雄生殖部位彼此的摩擦中产生的。 因此,导致精液排出不迅速的因素共有三个:其一是精液是逐渐汇集的;因为在绝大多数动物中,正如我们在他论述精液的本性究竟为何时所将学到的那样,精液并非预先存在,而是在交配之际才产生并分泌的。因为在交配之际产生的热量,同时赋予精液以实体并构造成形,扩展通道,并将精液汇集在通道周围。然而,如果在大多数人和其它动物中精液并非现实地存在,而是在交合之际才产生,那么究竟是什么刺激并推动此类生物去追求此类快乐呢?因为它们在交合之前便已被推动了。或者应当说,它们固然被推动,但是出于某种我们称之为生殖灵魂的自然能力,而非由于精液所致。因此,正如所说的,共有三个促成因素:精液逐渐汇集;其二是折叠(因为由于位置弯曲,它也阻碍了排出本身);其三是使通道密闭且变窄的冷却。 至于鸟类和所有将睾丸置于体内的动物,尽管通道的折叠确实有所阻碍,但由于睾丸处于体内并因此温热,且通道因热量而始终畅开,精液的汇集与排出比起将睾丸及其中通道置于体外者便要迅速得多;鸟类以及与之相似者亦因此更为贪求。而不具睾丸者则是一切之中最为贪求的;因为精液排出并汇集得更快。由于热量,精液汇集得更快;又由于通道受热畅开,且笔直而无折叠,精液亦更快排出;因为折叠乃是见于睾丸之中的。因此,某些动物将睾丸置于体外,某些置于体内,某些则全然不具,这乃是出于一个原因,即出于善和目的的原因;但他亦将从质料方面提供睾丸如此配置的原因,不仅将陈述所述及的出于善和目的的原因,还将陈述许多其它原因。这些事项且先如此预先陈述;我们当进而研读文本。

语法注3 条
  1. 1.1ἵνα ὥσπερ ἐν κραββάτῳ ἐν αὐτοῖς ἐπαναπαύωνται

    由 ἵνα 引导的目的从句。动词 ἐπαναπαύωνται 的语法主语是前文的 οἱ πόροι(脉管通道),而 ἐν αὐτοῖς 指代 τοὺς ὄρχεις(睾丸),构成了“通道如同在床榻上一样安歇于睾丸之上”的比喻。

  2. 1.1ὥστε τρία εἰσὶ τὰ συντείνοντα πρὸς τὸ μὴ ταχεῖαν γίνεσθαι τὴν τοῦ σπέρματος ἄφεσιν, τό τε κατ’ ὀλίγον συναθροίζεσθαι τὸ σπέρμα·

    破格句(句法悬置)。在主句提出“有三个促成因素”之后,作者仅列出第一点(τό τε κατ’ ὀλίγον συναθροίζεσθαι),随即插入了关于精液是否预先存在以及生殖欲望由来的疑问与辩驳;随后才用 τρία οὖν εἰσιν, ὡς εἴρηται, τὰ συντείνοντα 重新接续主句,完整列出三点因素。

  3. 1.1διὰ μίαν μὲν αἰτίαν τὴν εὖ καὶ τὸ οὗ ἕνεκα

    名词化的副词短语 τὴν εὖ(即指“出于善的[原因]”)与 τὸ οὗ ἕνεκα(“目的/为了……之故”)同位并列,用于对介词 διά 所支配的宾语 μίαν μὲν αἰτίαν(“一个原因”)作具体的限定与阐明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:7.6-8.13