← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§78.5-79.14

自动机械的譬喻与种子形成潜能的作用

本节注解亚里士多德《动物发生论》734b19及以下内容,探讨动物各部分之生成如何开端。注疏者运用自动机械的譬喻,阐述能动生成力量如何相继从父亲传递至种子、再由种子传递至心脏;论证器官的形成并非仅靠热与冷,而是依赖承载理性原则的种子潜能;并辨析了质料的意义以及自然与技术中动因处于内部或外部的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8

" Πῶς δέ ποτε ἕκαστον γίνεται, ἐντεῦθεν δεῖ λαβεῖν ἀρχὴν ποιησαμένους." Εἰπὼν τί τὸ ποιοῦν προτίθεται εἰπεῖν καὶ πῶς τὰ ὑπ’ αὐτοῦ γινόμενα γίνεται. πρότερον δὲ πάλιν λέγει τε καὶ διορίζεται, τί τε τὸ ὄργανον μεθ’ οὗ ποιεῖ, καὶ ἄλλα τινὰ ἀκόλουθα τοῖς προκειμένοις, εἶθ’ οὕτως ἐπάνεισι διὰ πολλοῦ ἐπὶ τὸν τρόπον τῆς γενέσεως αὐτῶν. ἀρχὴν οὖν, φησί, ποιητέον τήνδε· ὅσα γίνεται φύσει ἢ τέχνῃ, ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος γίνεται ἐκ τῆς ὕλης τῆς δυνάμει οὔσης τόδε τι. γίνεται γὰρ ὁ ἀνδριὰς ὑπὸ τῆς ἐνεργείᾳ οὔσης τέχνης ἐκ τοῦ χαλκοῦ τοῦ δυνάμει ὄντος ἀνδριάντος. ἔστι δὲ καὶ τὸ σπέρμα τοιοῦτον· ἔχει γὰρ ἐν ἑαυτῷ ἐνεργείᾳ τοὺς λόγους ἑκάστου τῶν γινομένων, καθάπερ καὶ ὁ τεχνίτης τοὺς τῶν τεχνητῶν. καὶ παυομένης τῆς κινήσεως, φησί, γίνεται ἕκαστον τῶν μορίων. ὥσπερ γὰρ ἐπὶ τῶν αὐτομάτων θαυμάτων ὁ μὲν θαυματοποιὸς κινήσας τόδε τι πέπαυται τοῦ κινεῖν, τοῦτο δὲ τὸ προσεχῶς ὑπ’ αὐτοῦ κινηθὲν ἐκίνησεν ἄλλο, κἀκεῖνο ἕτερον, οὕτω καὶ ἡ ἐν τῷ σπέρματι δύναμις ἐκίνησε τὴν ὕλην καὶ πεποίηκε πρῶτον τὴν καρδίαν καὶ ἐνέσπειρεν ἐν αὐτῇ δύναμιν οἵα ἐστὶν αὐτή, εἶτα πέπαυται· ἡ δὲ ἐν τῇ καρδίᾳ δύναμις ποιεῖ τὰ ἄλλα. παυομένης οὖν τῆς κινήσεως τῆς ἀπὸ τῆς ἐν τῷ σπέρματι δυνάμεως γινομένης, ἐνεργούσης δὲ τῆς ἐν τῇ καρδίᾳ ἐνσπαρείσης δυνάμεως γίνεται ἕκαστον τῶν ἄλλων μορίων. γίνεται δὲ οὐ μόνον τοιόνδε κατὰ τὸ σχῆμα, ἀλλὰ καὶ ἔμψυχον· πᾶν γὰρ τὸ ἔχον τὴν αὐξητικὴν καὶ δηλονότι καὶ θρεπτικὴν ψυχὴν ἔμψυχόν ἐστι. καὶ ἄλλως δὲ εἰ μὴ ἦσαν ἔμψυχα, ὁμωνύμως ἂν αἱ χεῖρες ἐλέγοντο χεῖρες καὶ οἱ ὀφθαλμοὶ ὀφθαλμοί, καὶ τὰ λοιπὰ ὁμοίως. εἰπὼν οὖν περὶ τοῦ ποιητικοῦ ἃ προσεχῶς εἴρηκεν, ἐπειδή τινες ἔλεγον ὅτι τὸ δημιουργοῦν καὶ ποιοῦν τὰ τοῦ ζῴου μέρη ἡ ἐν τῇ μητρὶ θερμότης ἐστίν, ἐπάγει λέγων ὥσπερ γὰρ ἐπὶ τῶν τεχνητῶν οὐδ’ ἂν πέλεκυν οὐδὲ ἄλλο τι οὐδὲν φήσαιμεν ποιῆσαι τὸ πῦρ μόνον, ἀλλ’ ὁ τεχνίτης μετὰ τοῦ πυρὸς καὶ τῶν οἰκείων ὀργάνων, οὕτως οὐδὲ πόδας καὶ χεῖρας ποιεῖ τὸ ἐν τῇ μητρὶ θερμὸν μόνον, ἀλλ’ ἡ τοῦ σπέρματος δύναμις. σκληρὰ μὲν γὰρ καὶ κραῦρα ποιήσαιεν ἂν πῦρ καὶ ψυχρότης, ὥσπερ δέδεικται ἐν τετάρτῳ τῶν Μετεώρων, καὶ ἡμεῖς ὁρῶμεν τὸν κρύσταλλον ὑπὸ ψύχους γινόμενον· τοὺς δὲ λόγους καὶ τὴν φύσιν καὶ τὴν ἐνέργειαν καὶ τὸ εἶδος, καθ’ ἃ τὸ μέν ἐστι χείρ, τὸ δὲ ὀφθαλμός, οὐκέτι ποιήσειεν ἂν τὸ πῦρ, ἀλλ’ ἡ κίνησις ἡ ἀπὸ τοῦ γεννήσαντος (λέγων γεννήσαντα καὶ ἐντελεχείᾳ ὄντα τὸν πατέρα) ἐν τῷ σπέρματι ἐνοῦσα. εἰπὼν δὲ ὅτι ἀπὸ τοῦ γεννήσαντος τοῦ ἐντελεχείᾳ ἔχοντος ἅπαντα τὰ μόρια, ἐπήγαγεν ὅ ἐστι δυνάμει ἡ ἐξ οὗ γίνεται. ἐλλείπει δὲ τῇ λέξει τὸ ὕλη καὶ τὸ γινόμενον,1 εἴη δ’ ἂν τὸ τῆς λέξεως πλῆρες τοιοῦτον, ὅ ἐστι δυνάμει ἡ ὕλη, ἐξ ἧς γίνεται τὸ γινόμενον. ἡ γὰρ ὕλη δυνάμει ἐστὶ τοῦτο, λέγω δὴ τὸ ποιοῦν, ὥσπερ καὶ τὰ ξύλα δυνάμει πῦρ. ὅτι δὲ τὰ ὄργανα κατὰ τὸν τῆς τέχνης λόγον κινεῖται, δῆλον· εἰ γὰρ ἄλλην τινὰ ἐκινεῖτο καὶ μὴ ταύτην, οὐκ ἂν ἐγεγόνει ποτὲ τὸ τεχνητόν. ἀλλ’ ἡ μὲν κίνησις, ἣν κινεῖται καὶ τὰ ὄργανα καὶ τὰ δι’ αὐτῶν γινόμενα τεχνητά, ἐκτός ἐστιν αὐτῶν (ὁ γὰρ τεχνίτης ἐκτός), ἐπὶ δὲ τῶν φύσει γινομένων ἐν αὐτοῖς ἐστι τοῖς γινομένοις τὸ ποιοῦν καὶ κινοῦν. ἑτέραν δὲ φύσιν καὶ ἔχουσαν ἐνεργείᾳ τὸ εἶδος τὸν πατέρα λέγει.2

“至于每个部分究竟如何生成,必须从这里作为出发点来加以把握。” 在说明了制造者是什么之后,他进而打算说明由它所制造的事物是如何生成的。但在此之前,他又再次说明并界定了制造者伴随何种工具来进行制造,以及紧接着当前议题的若干其他事宜,然后经过很长一段论述才回到它们生成的方式上。他说,因此应当确立如下的出发点:凡依自然或技术而生成之物,都是由现实态存在之物从潜在态作为个别实体的质料中生成的。因为雕像是通过现实态存在的技艺从潜在态作为雕像的青铜中生成的。种子亦是如此:因为它自身在现实态中具有每个生成之物的理性原则,正如同工匠拥有技术制品的理性原则一样。而他说,随着运动停止,每个部分得以生成。因为正如在自动奇观中,杂耍艺人推动了某个东西之后便停止了推动,而由他直接推动的这个东西推动了另一个,那一个又推动了再一个,种子中的潜能同样推动了质料并首先制造出心脏,在其中播下了与自身相同的潜能,随后便停止了[推动];而心脏中的潜能则制造其余部分。因此,随着来自种子中潜能的运动停止,而播入心脏中的潜能发挥活动,其余各个部分便得以生成。并且它生成时不仅在形态上如此,而且具有灵魂;因为凡具有生长灵魂、从而显见也具有滋养灵魂者,皆是有灵魂的。从另一角度来看亦是如此:如果它们没有灵魂,手被称为手、眼被称为眼以及其余各部分便全都是同名异义的了。因此,在说明了方才关于制造者所讲的内容之后,鉴于有些人声称塑造和制造动物各部分的是母体中的热,他接着说:正如在技术制品的情形中,我们绝不能说仅凭火就制造了斧头或任何其他东西,而是工匠伴随着火和特有的工具制造了它,同样,母体中的热也不能单独制造脚和手,而是种子的潜能[制造了它们]。因为正如在《气象学》第四卷中所表明的那样,火与冷固然可以制造坚硬和脆弱之物,并且我们也看到冰是由冷生成的;但手之所以为手、眼之所以为眼所依据的理性原则、自然、活动以及形式,火却再也不能制造,而只能由来自生育者(所谓“生育者”和“在完全现实态中存在者”,他指的是父亲)且内在于种子中的运动[来制造]。在说了“来自在完全现实态中拥有所有部分的生育者”之后,他接着补充道:“即所由以生成者在潜在态所是者”。但这句表述省略了“质料”和“生成之物”,其完整的表述应当是:“即生成之物由此生成的质料在潜在态所是者”。因为质料在潜在态就是此物,我指的是制造者,正如同木柴在潜在态是火一样。工具依据技术的理性原则而被运动,这是显而易见的;因为如果它们被施以其他某种运动而非这一运动,技术制品就绝不可能生成。然而,工具以及通过工具而生成的制品所被运动的运动乃处于它们外部(因为工匠在外部),而在依自然生成的事物中,制造和运动者则在生成的事物自身内部。而他所谓的“另一种自然且在现实态中具有形式者”,指的正是父亲。

语法注2 条
  1. 2.8ἐλλείπει δὲ τῇ λέξει τὸ ὕλη καὶ τὸ γινόμενον

    注疏者在此对亚里士多德原文省略句“ὅ ἐστι δυνάμει ἡ ἐξ οὗ γίνεται”做出了句法上的补充说明。他指出该短语省略了主语以及关系从句内部的主语:阴性定冠词 ἡ 之后省略了名词 ὕλη(质料),而动词 γίνεται 的主语省略了 τὸ γινόμενον(生成之物),从而将完整的句法结构复原为“ὅ ἐστι δυνάμει ἡ ὕλη, ἐξ ἧς γίνεται τὸ γινόμενον”。

  2. 2.8ἑτέραν δὲ φύσιν καὶ ἔχουσαν ἐνεργείᾳ τὸ εἶδος τὸν πατέρα λέγει

    动词 λέγει(意指、称作)支配的双重宾格结构。直接宾语为 τὸν πατέρα(父亲),而前置的短语 ἑτέραν δὲ φύσιν καὶ ἔχουσαν ἐνεργείᾳ τὸ εἶδος(另一种自然且在现实态中具有形式者)则充当谓语性宾格,用于指代或转述亚里士多德文中的措辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:78.5-79.14