← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§76.32-78.4

通过工具中介消解作因在内或在外的难题

注疏亚里士多德《动物生成论》(734b4),针对制造原因究竟在胎儿外部还是内部的难题,借助种子与工具的媒介因果性以及自动木偶的譬喻,辨析了“在外部”的多重含义以化解矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7

" Πειρατέον δὴ ταῦτα λύειν· ἴσως γάρ τι τῶν εἰρημένων ἐστὶν οὐχ ἁπλοῦν." Ἐπιχειρήσας, ὥσπερ εἴρηται, καὶ συλλογισάμενος ἐφ’ ἑκάτερα ὅτι οὔτε ἔξωθεν εἶναι δύναται τὸ ποιοῦν οὔτε ἐν αὐτῷ τῷ κυήματι, ἐπειδὴ τὸ ἔξωθεν οὐχ ἁπλοῦν ἐστι, τοῦτο λέγει εἶναι αἴτιον τοῦ παραλογισμοῦ. εἰ μὲν γάρ τις λέγει ὅτι τὸ ἔξω ἀμέσως ποιεῖ καὶ χωρὶς τινος ὀργάνου, ψεύσεται, εἰ δὲ διὰ μέσου τοῦ σπέρματος καὶ τῆς ἐν αὐτῷ δυνάμεως ὡς δι’ ὀργάνων τινῶν, ἀληθεύσει· ὥστε ἐρωτωμένων ἡμῶν, πότερον τὸ ποιοῦν ἔξω ὂν δύναταί τι ποιεῖν ἢ οὔ, ἀποκριτέον ἔστι μὲν οὖν ὡς δύναται, ἔστι δ’ ὡς οὔ· διὰ μὲν ὀργάνων τινῶν δύναται, χωρὶς δὲ τούτων οὐ δύναται. τὸ δὴ ποιοῦν, φησίν, εἴτε τὸ σπέρμα χρὴ λέγειν εἶναι εἴτε τὸ ἀφ’ οὗ, οὐδὲν διαφέρει. ᾗ μὲν γὰρ ἔχει ἐν ἑαυτῷ τὸ σπέρμα τὴν δύναμιν ἐν ᾗ εἰσιν οἱ τῶν μερῶν λόγοι, ταύτῃ οὐδὲν διαφέρει τὸ σπέρμα τοῦ ἀφ’ οὗ ἐξῆλθεν. ὡς γὰρ τὸ σκέπαρνον κατὰ τὴν κίνησιν, ἣν ὑπὸ τοῦ τέκτονος ἅμα κινούμενον κινεῖ1 καὶ τοιωσδὶ τὸ ξύλον σχηματίζει, οὐδὲν διαφέρει τοῦ τέκτονος, οὕτω καὶ τὸ σπέρμα, ᾗ ἔχει τὴν κίνησιν καὶ τὴν ποιητικὴν δύναμιν ἐν ἑαυτῷ, οὐδὲν διαφέρει, ἀλλὰ ταὐτόν ἐστι τῷ ἀφ’ οὗ ἐξῆλθεν. αὐτόματα δὲ θαύματα λέγει τὰ ξύλινα ὄργανα, ἃ παρῆγον ἐν τοῖς γάμοις. ὥσπερ γὰρ ἐν τούτοις ὁ θαυματοποιὸς κινεῖ τόδε μὲν τὸ ξύλον καὶ ἀπέρχεται, τοῦτο δὲ ὑπὸ τῆς ἐνδοθείσης αὐτῷ κινητικῆς δυνάμεως διά τινος μηχανῆς κινεῖ ἕτερον, κἀκεῖνο ἄλλο, κἀκεῖνο τὸ εἴδωλον, τοῦτο δὲ δοκεῖ ὑφ’ ἑαυτοῦ κινεῖσθαί τε καὶ ὀρχεῖσθαι, ὅμως οὐ κινεῖται ὑφ’ ἑαυτοῦ, ἀλλὰ ὑπὸ τοῦ πρώτως κινήσαντος, οὕτω κἀν τούτοις ὁ μὲν πατὴρ δέδωκε τῷ σπέρματι κινητικήν τινα δύναμιν, ὥσπερ καὶ ὁ θαυματοποιὸς τῷ πρώτως ὑπ’ αὐτοῦ κινηθέντι ξύλῳ· αὕτη δὲ ἡ κινητικὴ δύναμις κινεῖ τὸ καταμήνιον ἢ τὸ ἀνάλογον, καὶ οὕτω γίνεται τὸ ζῷον. εἰπὼν δὲ ὅτι οἷον τὰ αὐτόματα τῶν θαυματοποιῶν ἐπήγαγε ἔχοντα γάρ πως ὑπάρχει δύναμιν τὰ μόρια ἠρεμοῦντα. τὰ γὰρ μόρια τοῦ εἰδώλου καὶ τὰ λοιπὰ ξυλάρια ὅτε ἠρεμοῦσι δυνάμει ἔχουσι τὸ κινηθῆναι, καὶ ὥσπερ ἐν τοῖς αὐτομάτοις καὶ μὴ ἁψαμένου τοῦ θαυματοποιοῦ τοῦ εἰδώλου ὅμως ἁψαμένου τινὸς ἄλλου ξυλαρίου, εἶτα ὑποχωρήσαντος κινεῖται τὸ εἴδωλον, οὕτως καὶ ὁ πατὴρ μὴ ἁψάμενος τοῦ καταμηνίου, ἁψάμενος δέ τινος ποιεῖ τὸ ζῷον. τὴν δὲ ἐν τῷ σπέρματι ἐνοῦσαν δύναμιν ἅπτεσθαί φαμεν τοῦ καταμηνίου ὃν τρόπον λέγεται καὶ ἡ οἰκοδόμησις ἅπτεσθαι τοῦ οἴκου καὶ ἡ λοιδορία τοῦ λοιδορουμένου. τὸ δὲ τρόπον τινὰ πρόσκειται, διότι τὸ κυρίως ἅπτεσθαι ἐπὶ σωμάτων λέγεται, ἡ δὲ ἐν τῷ σπέρματι δύναμις καὶ ἡ λοιδορία ἀσώματος. καὶ λοιπὸν συμπεραίνεται λέγων ὅτι ἔστι τι ὃ ποιεῖ, οὐχ οὕτω δὲ ὡς τόδε τι. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι μὲν οὖν ἐστί τι τὸ ποιοῦν καὶ τοῦτό ἐστιν ἡ ἐν τῷ σπέρματι δύναμις, οὐχ οὕτω δὲ ἔχει ἐν ἑαυτῷ ἐνεργείᾳ τὰ μόρια ὡς τὸ πρώτως ποιοῦν οἷον ὁ πατήρ, ἀλλὰ δυνάμει μὲν τὰ μόρια ἐνεργείᾳ δὲ τοὺς λόγους, δῆλον.2

“因此必须尝试解开这些疑难;因为或许所说的话中有些并非单纯。” 如前所述,在对两方面进行了辩证探讨并论证了制造之物既不可能在外部也不可能在胎儿本身之内后,他指出,由于“在外部”并非单纯的一回事,这便是导致谬误推论的原因。因为如果有人说外部之物是直接且无需任何工具而进行制造的,他说的就是假话;但如果[说它是]以种子及其中的潜能为媒介,如同借助某种工具来进行制造,他说的就是真话;因此,当我们被问及制造之物处于外部时究竟能否制造某物时,应当回答:在某种意义上能够,在某种意义上不能——通过某种工具便能,没有这些工具则不能。他说,究竟应当说制造之物是种子,还是产生种子之源,并没有什么区别。因为就种子自身具有潜能、而在其中存有诸部分的理性原则而言,在这一方面种子与其所由之出的根源毫无二致。因为正如手斧在运动方面——即在被木匠推动的同时它自身也产生运动并以此种方式使木材成形——与木匠毫无二致,种子亦是如此,只要它自身具有运动和制造潜能,就毫无二致,而是与其所由之出的根源同一。而他所谓的“自动奇观”,是指人们在婚礼上引入的木制机械装置。因为正如在这些装置中,杂耍艺人推动这一块木头而后离去,这块木头凭借被赋予的动能通过某种机械推动另一块,那一块又推动另一块,而那一块再推动木偶,于是这具木偶看似由自身运动并跳舞,然而它并非由自身运动,而是由最初推动它者所运动;在这些〔动物发生〕的情形中亦是如此,父亲将某种动能赋予了种子,正如杂耍艺人赋予最初被他推动的木头一样;而这种动能推动月经血或其对应物,动物便由此生成。在说了“如同杂耍艺人的自动装置”之后,他接着补充道:“因为诸部分静止时在某种意义上具有潜能。”因为木偶的诸部分及其他小木块在静止时具有被运动的潜在性,并且正如在自动装置中,即使杂耍艺人并未触碰木偶,而只是触碰了某种其他的小木块随后退开,木偶依然被运动,父亲同样无需触碰月经血,而是触碰了某物[即种子]便制造出动物。而我们说内在于种子中的潜能触碰月经血,乃是如同说建造触碰房屋、辱骂触碰被辱骂者一样的方式。之所以补充说“在某种意义上”,是因为严格意义上的触碰是针对物体而言的,而种子中的潜能和辱骂乃是非物体的。最后他得出结论说:“存在着制造之物,但并非以此种作为个别实体的形式存在。”而他所说的意思是:显然,确实存在着制造之物,这就是种子中的潜能,但它自身并不像最初制造者(如父亲)那样以现实态拥有诸部分,而是以潜在态拥有诸部分,以现实态拥有诸部分的理性原则。

语法注2 条
  1. 2.7ἣν ὑπὸ τοῦ τέκτονος ἅμα κινούμενον κινεῖ

    关系代词 ἣν 指涉先行词 τὴν κίνησιν,并在句中作为动词 κινεῖ 的同源宾格(同源内涵宾语)。中性主格分词 ἅμα κινούμενον 与主语 τὸ σκέπαρνον 一致,表达在被木匠推动的同时主动推动木材这一被动与主动的共时性。

  2. 2.7ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι μὲν οὖν ἐστί τι τὸ ποιοῦν... δῆλον

    在 ὃ δὲ λέγει τοιοῦτόν ἐστιν 之后的语句中,由 ὅτι 引导的从句构成主体内容,而统摄该从句的表语形容词 δῆλον [ἐστί] 被置于句末,形成一种框架结构(framing construction),整句骨架为“……是显而易见的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:76.32-78.4