← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§75.33-76.31

器官生成的先后顺序与同时发生说的驳斥

注疏者探讨了亚里士多德插入在行文脉络中关于各器官生成顺序的讨论,依据对心脏与肺的观察驳斥了所有部分同时生成的观点,梳理了在先部分并不制造后继部分的论证,并指出亚里士多德在推论中使用了误导读者的诡辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#2

ἡ μὲν οὖν τοῦ λόγου συνέχεια αὕτη· τὰ δ’ ἄλλα, ὥσπερ εἴρηται, μεταξὺ παρεμβέβληται, διὸ καὶ τούτοις ἄξιον ἐπιστῆσαι. εἰπὼν ὅτι εἴπερ ἐστὶ τὸ ποιοῦν καὶ κινοῦν μόριον τοῦ γινομένου, ἀνάγκη ἔμψυχον εἶναι, ἐπήγαγε τὰ οὖν ἄλλα πῶς; τουτέστι τὰ οὖν ἄλλα μόρια, ἃ μέλλει ἀπ’ αὐτοῦ γενέσθαι, πῶς γενήσεται; ἆρά γε πάντα ἅμα γίνεται ἢ οὔ; καὶ ὅτι μὲν οὐχ ἅμα πάντα, καὶ τῷ λόγῳ καὶ τῇ αἰσθήσει δῆλον· καὶ πῶς τῷ λόγῳ δῆλον, ἐρεῖ προϊὼν ἐν τῷ παρόντι βιβλίῳ. ἐπεὶ δέ τινες ἔλεγον ἅμα πάντα γίνεσθαι, ἀλλ’ ὅσα μέν εἰσι μείζονα φαίνεται διὰ μέγεθος, ὅσα δὲ βραχύτατα ἄδηλα τυγχάνει διὰ σμικρότητα, καὶ ἐπὶ τούτῳ τὰ μὲν φαίνεται τὰ δ’ οὔ, καίτοι ἅμα πάντων γινομένων, ἐπήγαγεν· ὥσπερ νῦν ἐπὶ τῶν τελείων ζῴων ἐστὶ μείζων τὸ μέγεθος ὁ πνεύμων τῆς καρδίας, οὕτως καὶ ἐν τῇ γενέσει, ὅτε ἦσαν ἅπαντα μικρότατα, μείζων ἂν ἦν αὐτῆς. εἰ δὲ τοῦτο, ἐπειδὴ φαίνεται ἐν τῇ γενέσει ἡ καρδία, καίτοι πάνυ σμικροτάτη οὖσα, ἐφαίνετο ἂν καὶ ὁ πνεύμων,1 καὶ τοσοῦτον μᾶλλον, ὅσον ὑπερέχει τῆς καρδίας. νῦν δὲ ἡ μὲν καρδία φαίνεται τότε, οὗτος δὲ οὐ φαίνεται, ὡς μήπω δηλονότι γεγονώς· εἰ γὰρ ἐγεγόνει, καὶ ἐφαίνετο. ὥστε οὐχ ἅμα γίνονται, ἀλλ’ ἡ μὲν καρδία πρῶτον, τὰ δ’ ἄλλα ἅμα μὲν διαγράφεται, τελειοῦται δὲ τὸ μὲν πρῶτον τὸ δ’ ὕστερον, ὡς ἐρεῖ προϊών. καὶ ἐπεί, φησί, τὸ μὲν γίνεται πρῶτον, τὸ δ’ ὕστερον, πότερον τὸ πρῶτον γεγονὸς ποιεῖ τὸ δεύτερον καὶ τοῦτο τὸ τρίτον; καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ μᾶλλον μετὰ τόδε γίνεται τόδε; τουτέστιν ἢ οὐ ποιεῖ τὸ πρῶτον τὸ ἐχόμενον; λόγος δὲ καὶ αἰτία τοῦ μὴ γίνεσθαι τὰ δεύτερα, φησίν, ὑπὸ τῶν προτέρων, ὅτι ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος τὸ δυνάμει ὂν γίνεται ἐν τοῖς φύσει. τὸ δὲ λεγόμενον τοιοῦτον ἂν εἴη· ὥσπερ τὸ δυνάμει πῦρ ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος πυρὸς γίνεται ἐνεργείᾳ πῦρ, καὶ ὁ δυνάμει γραμματικὸς ὑπὸ τοῦ ἐνεργείᾳ ὁμοίως γίνεται γραμματικός, οὕτως εἰ ἡ καρδία ἐποίει τὸν πνεύμονα, ἦν ἂν ἡ καρδία πνεύμων, καὶ ἦν ἅμα καὶ καρδία καὶ πνεύμων. ἰστέον δὲ ὅτι παραλογίζεται ἡμᾶς·2 ὡς γὰρ δείξει προϊών, ἡ ἐν τῷ σπέρματι ἐνοῦσα δύναμις πρῶτον μὲν ποιεῖ τὴν καρδίαν καὶ ἐντίθησιν ἐν αὐτῇ τοιαύτην δύναμιν, λέγω δὴ ποιητικήν, καὶ οὕτως αὕτη ποιεῖ τὰ λοιπά. πῶς δὲ ταῦτα συμβαίνει, ἐρεῖ ἐν τῷ παρόντι βιβλίῳ, ὅτε καὶ ἡμεῖς εἴποιμεν ἂν τὰ δοκοῦντα ἡμῖν.

那么,论述的本来语序就是如此;但如前所述,其他内容乃是中间插入的,因此这些内容也值得予以关注。在说明了如果制造且推动之物乃是生成之物的一部分就必然具有灵魂之后,他接着提出:“那么其他部分如何呢?”——这就是说,将要从它产生出来的其他部分将如何生成?究竟是全部同时生成,还是并非如此?至于并非全部同时生成,无论通过理性还是通过感觉都是显而易见的;而通过理性如何明了,他将在本书后文中阐明。但由于有些人主张全部事物同时生成,只不过较大的部分由于体积而显现,极微小的部分则由于细小而不显,并因此有些部分显现而有些不显现,尽管一切都是同时生成的,于是他接着说道:正如现在在发育完全的动物身上,肺在体积上大于心脏,在生成过程中当一切都极其微小时,它也本应大于心脏。而如果情况是这样,那么既然心脏在生成过程中尽管极其微小却显现出来,肺也本应显现,并且它超出心脏越多,就越应当显现出来。但事实上,心脏在那时显现出来,而肺却没有显现,显而易见这是因为它尚未生成;因为如果它已经生成,它也会显现出来。因此,它们并非同时生成,而是心脏首先生成,其他部分虽同时被勾勒出轮廓,但一部分先完成,另一部分后完成,正如他在后文中所将说的那样。他说,既然一部分先生成而另一部分后生成,那么究竟是首先生成的部分制造第二部分,而这第二部分又制造第三部分呢?在提出疑问之后,他决断道:“或者倒不如说,这个生成于这个之后?”——这就是说,“或者第一部分并不制造紧随其后的部分?”他说,后继部分不被在先部分制造的论据和原因在于,在自然物中,潜在之物是由现实存在之物生成的。其所表达的意思当是如此:正如潜在的火由现实存在的火生成为现实的火,潜在的文法学家同样由现实的文法学家生成为文法学家,同样,如果心脏制造肺,心脏就会是肺,并且会同时既是心脏又是肺。但必须明了的是,他正在以诡辩误导我们;因为正如他在后文中所将证明的,内在生长于种子中的潜能首先制造心脏,并将这样一种潜能——我指的是制造潜能——注入其中,进而由它来制造其余部分。而这些事情如何发生,他将在本书中说明,届时我们也将陈述我们自己的见解。

语法注2 条
  1. 2.6εἰ δὲ τοῦτο, ἐπειδὴ φαίνεται ἐν τῇ γενέσει ἡ καρδία, καίτοι πάνυ σμικροτάτη οὖσα, ἐφαίνετο ἂν καὶ ὁ πνεύμων

    短语 εἰ δὲ τοῦτο 是一个省略了谓语的条件从句(“如果这是如此”),在主句的归结部分(ἐφαίνετο ἄν)之前插入了原因从句(ἐπειδὴ...)和带有让步意味的分词短语(καίτοι... οὖσα)。这是针对过去情况的与事实相反的虚拟语气句,未完成过去时加 ἄν(ἐφαίνετο ἄν)表达“本来也会显现”。

  2. 2.6παραλογίζεται ἡμᾶς

    动词 παραλογίζομαι 支配宾格代词 ἡμᾶς 作为直接宾语,用作及物动词,意为“他正以谬误推理(诡辩)误导/蒙骗我们”。紧随其后的 ὡς γὰρ δείξει προϊών... 则给出了注疏者认为亚里士多德的推论具有误导性的理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:75.33-76.31