← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§75.3-75.33

否定父亲作为内在部分与种子的无限倒退

针对亚里士多德《动物生成论》734a14,菲洛波庞论述了最初的制造者(父亲)既不能作为胚胎内部的部分存在,也不能在其外部存在,否则将导致种子的无限倒退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#1

" Εἰ δὲ μή ἐστι τῆς ψυχῆς μηδέν, ὃ μὴ τοῦ σώματός ἐστιν ἔν τινι μορίῳ.1" Δείκνυσι διὰ τούτου, ὥσπερ ἤδη εἴπομεν, ὅτι τὸ πρώτως ποιοῦν οὐκ ἔστιν ἐν τῷ γινομένῳ οὔτε ὅλως μόριόν ἐστιν αὐτοῦ. ὅτι δὲ τὸ πρώτως καὶ κυρίως ποιοῦν ὁ πατήρ ἐστι, δῆλον· ἐξ αὐτοῦ γὰρ τὸ σπέρμα καὶ ἡ ἐν αὐτῷ δύναμις. συγχεῖ δὲ καὶ τῇδε κἀκεῖσε ταλαντεύει τὸν λόγον διὰ τὸ μὴ προαναφωνῆσαι ὅτι περὶ τοῦ πρώτως, οἷον τοῦ πατρός, ποιοῦντός ἐστι νῦν αὐτῷ ὁ λόγος, ἀλλ’ ἀορίστως περὶ τούτου ζητεῖν. δείκνυσι δὲ ὅτι οὔτε ἔνεστιν ἐν τῷ σπέρματι ὁ πατὴρ οὔθ’ ὅλως μέρος ἐστὶ τοῦ γινομένου. δείξας πρότερον ὡς εἴπερ ἐστὶ μέρος αὐτοῦ, ἀνάγκη ἔμψυχον εἶναι καὶ ἔχειν ψυχικήν τινα δύναμιν ὥσπερ καὶ τὰ ἄλλα μόρια, λέγει νῦν εἰ δὴ μή ἐστι τῆς ψυχῆς μηδέν, ὃ μὴ τοῦ σώματός ἐστιν ἔν τινι μορίῳ, τουτέστιν εἰ οὖν πάντα τὰ τῆς ἀλόγου ψυχῆς μόρια εἴδη καὶ ἐντελέχειαί εἰσιν ἑκάστου τῶν τοῦ σώματος μερῶν, ὡς ἐν τῇ Περὶ ψυχῆς δέδεικται, καὶ ἐν τοῖς τοῦ σώματός εἰσι μέρεσιν ὡς εἴδη ἐν ὕλαις, εἴπερ ἐστὶ τὸ ποιοῦν μέρος τοῦ ζῴου, ὑπάρξαι ἂν καὶ ἐν αὐτῷ μέρος τι ἢ δύναμίς τις τῆς ψυχῆς, καὶ ἔμψυχον ἄν τι εἴη μόριον εὐθὺς ἐν τῷ σπέρματι ὄν· εἶτα τούτῳ συναπτέον τὸ ἀλλὰ μὴν καὶ τὸ ἐν τῷ σπέρματι εὐθὺς ἐνυπάρχειν τι μόριον τοῦ ζῴου ἢ φυτοῦ γεγενημένον, εἴτε δυνάμενον ποιεῖν τὰ ἄλλα εἴτε μή, ἀδύνατον·2 οὕτω γάρ ἐστι τὸ ἐφεξῆς τῆς λέξεως, τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον· ἔμψυχον ἄν τι εἴη εὐθὺς ἐν τῷ σπέρματι, ἀλλὰ μὴν ἀδύνατον ἔμψυχόν τι εἶναι, εἴτε δύναται ποιεῖν τὰ ἄλλα, κἂν τε μὴ δύναται. εἰ γάρ ἐστιν ἔμψυχον, πᾶν δὲ ἔμψυχον ἐκ σπέρματος, ἀνάγκη εἶναι πρὸ τοῦ σπέρματος ἐν ᾧ ἐστιν ἄλλο σπέρμα, ἀφ’ οὗ γέγονεν. ὅτι μὲν γὰρ τοῦτο ὑπὸ τοῦ ποιήσαντος τὸ σπέρμα ἐν ᾧ ἐστι γέγονε, δῆλον, ἀλλ’ ἀνάγκη πρὸ τούτου τε καὶ τοῦ ἐν ᾧ ἐστι σπέρματος ἄλλο εἶναι σπέρμα, ἐξ οὗ γέγονε· πᾶν γὰρ ἔμψυχον ἐκ σπέρματος· ὥστε ἔσται τοῦ σπέρματος σπέρμα, καὶ τοῦτ’ εἰς ἄπειρον. οὐθὲν ἄρα οἷόν τε τὸ ποιοῦν μόριον ὑπάρχειν τοῦ γινομένου· δέδεικται δὲ ὅτι οὐδὲ ἔξω ὂν δύναται ποιεῖν. διό, φησί, πειρατέον ταῦτα λύειν.

“然而,如果在灵魂中没有任何不在身体的某个部分之中的东西。” 正如我们已经说过的,他通过这一点证明,最初的制造者既不处于生成之物中,也完全不是它的一部分。而最初且本真意义上的制造者乃是父亲,这是显而易见的;因为种子及其之中的潜能都源出于他。但他将论述混淆起来,且使其忽左忽右地摇摆不定,这是因为他没有预先说明他的论述现在是关于最初的制造者(例如父亲),而是含混地探讨这一问题。但他证明了父亲既不在种子之内,也完全不是生成之物的一部分。他此前证明了如果它确实是它的一部分,就必然如其他各部分一样具有灵魂并拥有某种灵魂潜能,现在他说:“如果在灵魂中没有任何不在身体的某个部分之中的东西” ——也就是说,如果非理性灵魂的一切部分正如在《论灵魂》中所证明的那样,乃是身体各个部分的形相和现实态,并且作为质料中的形相而存在于身体的各部分之中,那么,如果制造者乃是动物的一个部分,在它之中也将存在灵魂的某个部分或某种潜能,并且将会有一个直接存在于种子之中的具魂部分;随后,在这句话之后应当连接上“然而,动物或植物的某个已生成的部分直接存在于种子之中,无论它能够制造其余部分与否,都是不可能的”。因为行文的本来语序就是如此,而其他内容则是中间插入进来的。其所表达的意思乃是如此:某个东西将直接在种子之中具有灵魂,然而任何东西具有灵魂——无论它能够制造其余部分与否——都是不可能的。因为如果它是具魂的,而一切具魂之物都来自种子,那么就必然在它所处于的种子之前还存在另一个它从中生成的种子。因为虽然显而易见的是,这一部分是由制造了它所处的种子之物所产生的,但在它以及它所处的种子之前,必然存在另一个它从中生成的种子;因为一切具魂之物都来自种子;这样一来,就会有种子的种子,并且这将陷入无限倒退。因此,制造者决不可能作为生成之物的任何部分而存在;并且也已证明它在外部也不能制造。他说,因此必须试图解决这些难题。

语法注2 条
  1. 2.6Εἰ δὲ μή ἐστι τῆς ψυχῆς μηδέν, ὃ μὴ τοῦ σώματός ἐστιν ἔν τινι μορίῳ

    条件从句中的主干部分“μή ἐστι ... μηδέν”后接否定关系从句“ὃ μή ...”,构成双重否定结构,相当于“灵魂的所有部分都存在于身体的某个部分之中”这一全称肯定命题。“τῆς ψυχῆς”是修饰“μηδέν”的部分属格。菲洛波诺斯在后文中将其改写为“εἰ οὖν πάντα τὰ τῆς ἀλόγου ψυχῆς μόρια ... ἐν τοῖς τοῦ σώματός εἰσι μέρεσιν”,明确了这一句式的含义。

  2. 2.6τούτῳ συναπτέον τὸ ἀλλὰ μὴν καὶ τὸ ἐν τῷ σπέρματι εὐθὺς ἐνυπάρχειν τι μόριον τοῦ ζῴου ἢ φυτοῦ γεγενημένον, εἴτε δυνάμενον ποιεῖν τὰ ἄλλα εἴτε μή, ἀδύνατον

    由动词性形容词“συναπτέον”构成的非人称构文。与格“τούτῳ”指代前文的结论,中性定冠词“τό”则将亚里士多德原文中相隔的整句引文名词化,充当主语。在所引语句内部,其核心为以带冠词的不定词为主语的结构“τὸ ... ἐνυπάρχειν ... ἀδύνατον”。菲洛波诺斯在此通过语法分析,将中间被插入句隔断的原文逻辑脉络重新连接起来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:75.3-75.33