← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§74.9-75.2

形成胚胎的造作者是否为其部分的论证

斐洛庞努斯追踪了亚里士多德关于胚胎内的制造因是否为其一部分的论证,阐明了因制造者得以保全而非消灭因而必然是器官的论证过程,并指出该论点对于种子中的灵魂成立,但对于父亲并不适用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5#2

καὶ ἐρωτήσας πρῶτον μὲν δείκνυσιν οὕτως ὅτι οὐκ ἐνδέχεται ἐν αὐτῷ ὂν μὴ εἶναι μόριον αὐτοῦ, δείκνυσι δὲ καὶ τοῦτο ἐκ διαιρέσεως· εἶτα δείκνυσιν ὅτι οὐκ ἔστιν αὐτοῦ μόριον. τέως δὲ πρῶτον πειρᾶται δεῖξαι ὅτι μόριον αὐτοῦ ἐστιν οὕτως· τὸ μὲν οὖν, φησί, λέγειν μὴ εἶναι μόριον τὸ ποιοῦν τοῦ γινομένου, ἀλλ’ ὥσπερ ὁ πλωτὴρ ἐν τῷ πλοίῳ, ἄλογον. ἐρωτητέον γὰρ τοὺς λέγοντας μὴ εἶναι μόριον αὐτοῦ, πότερον μετὰ τὸ τελειωθῆναι τὸ ζῷον (περὶ γὰρ τῆς τῶν ζῴων γενέσεως ὁ λόγος) μένει καὶ σῴζεται τὸ ποιῆσαν καὶ συνεξέρχεται τῷ ζῴῳ, ἢ φθείρεται. τὸ μὲν δὴ λέγειν ὅτι μένει καὶ συνεξέρχεται αὐτῷ μὴ ὂν αὐτοῦ μέρος ψεῦδος· οὐδὲν γὰρ φαίνεται συνεξερχόμενον τῷ ζῴῳ ἕτερόν τι παρὰ τὰ μόρια αὐτοῦ. τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀλλ’ οὐδὲν τοιοῦτον φαίνεται ἐνόν, ὃ οὐ μόριον τοῦ ὅλου. οὐκ ἄρα οἷόν τε λέγειν ὅτι ἐν αὐτῷ ὂν τῷ κυήματι μένει καὶ συνεξέρχεται τελειωθέντι καὶ ζωωθέντι· φθείρεται ἄρα. ἀλλὰ μὴν εἴ γε φθείρεται, πάντα ποιῆσαν ἐφθάρη ἢ τινά. καὶ πρὸς μὲν τὸ ἓν τμῆμα τὸ πάντα ποιῆσαν οὐδέν τι λέγει, πρὸς δὲ τὸ λοιπὸν ἀπαντᾷ λέγων τὰ λοιπὰ γὰρ τί ποιήσει; ἔστω γὰρ ὅτι πεποίηκε τὴν καρδίαν καὶ τὸ ἧπαρ· τὰ λοιπὰ τί ἂν ποιήσειεν; εἰ γάρ τις λέγει ὅτι ἐκεῖνο ποιῆσαν τὴν καρδίαν ἔφθαρται, ἡ δὲ καρδία τὸ ἧπαρ καὶ τοῦτο τὸν πνεύμονα κἀκεῖνος ἄλλο, καὶ οὕτως τὰ λοιπὰ γέγονεν ἅπαντα, ἀκουσάτω ὦ λῷστε,1 ὥσπερ γὰρ ἐκεῖνο ποιῆσαν τὴν καρδίαν ἐφθάρη, οὕτω καὶ ταύτην ἀναγκαῖον ποιήσασαν τὸ ἧπαρ φθαρῆναι· διὰ τί γὰρ ἐκεῖνο ἅμα τῷ ποιῆσαι τὴν καρδίαν ἔφθαρται, αὕτη δὲ τὸ ἧπαρ ποιήσασα οὐ φθαρήσεται; ἀποκληρωτικὸν γὰρ τοῦτο.2 εἰ δὲ τοῦτο ἀδύνατον, σῴζεται ἄρα· εἰ δὲ σῴζεται, μέρος ἐστὶ τοῦ γινομένου. εἰ γὰρ μὴ ἦν μέρος, ἔδει συνεξέρχεσθαι τῷ ζῴῳ ἕτερόν τι ὂν παρ’ ἐκεῖνο· ἀλλ’ οὐδὲν τοιοῦτον φαίνεται συνεξερχόμενον, ἀλλὰ μόνον ὑγρότητές τινες εἰδεχθέσταται· μόριον ἄρα ἐστὶ τοῦ γινομένου τὸ ποιοῦν. καὶ ἀληθὴς ὁ λόγος, εἴ τις περὶ τῆς ἐν τῷ σπέρματι ἐνούσης ψυχῆς τὸν λόγον ἀκούοι· μέρος γὰρ ὡς ἀληθῶς καὶ μέρος ὡς εἶδος αὕτη τοῦ γεγονότος· εἰ δέ γε περὶ τοῦ πρώτως ποιοῦντος, οἷον τοῦ πατρός, τὸν λόγον ἀκούοι, περὶ οὗ καὶ οὗτος τὸν λόγον ποιεῖται, ψευδής· καὶ πῶς ψευδής, ἐπάγει.

在提出问题之后,他首先如此证明:它既然处于其中,便不可能不是它的一部分,并且他也是通过划分法来证明这一点的;接着他证明它不是它的一部分。然而眼下,他首先试图按照如下方式证明它是它的一部分:他说,“因此,说制造者不是生成之物的一部分,而是如同船中的水手那样,乃是不合理的”。因为必须去询问那些主张它不是其部分的人:在动物发育完全之后(因为这一论述乃是关于动物生成的),制造者究竟是留存并保全下来、与动物一同出来,抑或是被消灭了?说它在不是动物一部分的情况下留存并与动物一同出来,这显然是虚妄的;因为除了动物的各部分之外,没有看到任何其他东西与动物一同出来。这一语录所表明的正是此点:“但在其中并未看到任何不是整体之部分的此类东西”。因此,不可能说它处于胚胎自身之中,留存并与发育完全且获得生命之物一同出来;那么,它便是被消灭了。然而,即使它被消灭了,它究竟是在制造了所有部分之后被消灭,抑或是制造了某些部分之后?对于“制造了所有部分”这一个分支,他未做任何说明,而对于余下的分支,他回应说:“因为余下的部分将由什么来制造呢?”因为姑且假设它制造了心脏和肝脏,那余下的部分又将由什么来制造呢?因为如果有人说:那个[制造者]在制造了心脏后便消灭了,而心脏制造了肝脏,肝脏制造了肺,肺又制造了另一部分,其余一切部分就是这样生成的——那么听好了,我优秀的朋友:正如那个[制造者]在制造了心脏后消灭了一样,这[心脏]在制造了肝脏后也必然消灭。因为凭什么那个[制造者]在制造心脏的同时消灭了,而这[心脏]在制造了肝脏后却不会消灭呢?因为这种说法纯属任意武断。如果这是不可能的,那么它便是被保全了下来;而如果它被保全了下来,它就是生成之物的一部分。因为如果它不是一部分,它本应当作为不同于动物的某种别的东西与动物一同出来;然而并未看到任何此类东西一同出来,而仅仅看到某些极其丑陋的体液;因此制造者乃是生成之物的一部分。如果有人把这一论述理解为关于种子中所存有的灵魂,那么这一论述乃是真实的;因为这[灵魂]确实是生成之物的一部分,且是作为形相的一部分;但如果有人把这一论述理解为关于最初的制造者(例如父亲)——而他〔亚里士多德〕也是就此展开论述的——,那么它就是虚妄的;至于它是如何虚妄的,他随后便加以阐述。

语法注2 条
  1. 2.5ἀκουσάτω ὦ λῷστε

    由第三人称祈使语气(ἀκουσάτω)与亲切的呼格(ὦ λῷστε,“我优秀的朋友/仁兄”)结合而成的修辞性表达,作为前接条件从句(εἰ γάρ τις λέγει ὅτι...)的主句,直接向假设中的反对者指出其论调的矛盾之处。

  2. 2.5ἀποκληρωτικὸν γὰρ τοῦτο

    ἀποκληρωτικόν 是表语形容词,意为“任凭抽签决定的”、“任意武断的”,省略了系动词 ἐστί。此处作为论辩术语,指出断定最初的制造者制造心脏后消灭而心脏制造肝脏后却不消灭,乃是没有任何合理依据的随心假设。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:74.9-75.2