← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§73.11-74.9

关于塑造胚胎各部分的作因内外之疑难

注疏者探讨了亚里士多德关于塑造胚胎各部分的作因是在母体外部还是在胚胎内部的疑难(734a2),阐明了虽然父亲是外在的制造因,但通过精液赋予的形式能力(灵魂)作为内在作因塑造胚胎这一解难方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5#1

" Τὸ μὲν οὖν ἔξωθέν τι ποιεῖν ἕκαστον ἢ τῶν σπλάγχνων ἢ τῶν ἄλλων μερῶν ἄλογον ἂν δόξειεν." Ἐφ’ ἑκάτερα ἐπιχειρεῖ, καὶ πρῶτον μὲν διά τινων ἐνδόξων πιθανῶς, οὐ μέντοι ἀληθῶς δείκνυσι μὴ εἶναι ἐνδεχόμενον τῶν ἐκτός τι εἶναι τὸ ποιοῦν ἕκαστον τῶν σπλάγχνων καὶ τῶν ἄλλων μερῶν, ὡς καταλείπεσθαι τὸ εἶναί τι τὸ ποιοῦν μέρος τοῦ γινομένου. εἶτα ἐνίσταται καὶ πρὸς τοῦτο καὶ δείκνυσιν ὅτι ψεῦδός ἐστι τὸ λέγειν μέρος εἶναι τὸ ποιοῦν τοῦ γινομένου, καὶ εἶθ’ οὕτω διαρθροῖ τὸν λόγον καί φησι καὶ εἶναι καὶ μὴ εἶναι.1 ὁ μὲν γὰρ πατὴρ ὁ διδοὺς διὰ τοῦ ἀπ’ αὐτοῦ ἀπιόντος σπέρματος τὴν ποιητικὴν δύναμιν ἑκάστου μέρους καὶ ἔχουσαν ἐν ἑαυτῇ τοὺς λόγους αὐτῶν ἐνεργείᾳ ἐστὶν ἐκτὸς καὶ ἔχει ἕκαστον μέρος ἐνεργείᾳ· ἔστι γὰρ ἐν τῷ πατρὶ ἡ κεφαλὴ καὶ τὰ ἄλλα μέρη ἐνεργείᾳ. ἡ δὲ ἀπ’ αὐτοῦ ὡς δι’ ὀργάνου τοῦ σπέρματος διδομένη ποιητικὴ δύναμις καὶ ἔχουσα, ὡς εἴρηται, τοὺς λόγους χωρὶς ὕλης ἑκάστου τῶν σπλάγχνων καὶ τῶν ἄλλων μερῶν, ὥσπερ καὶ ὁ νοῦς τὰ ἔνυλα εἴδη (καὶ οὗτος γὰρ χωρὶς τῆς ὑποκειμένης αὐτοῖς ὕλης ἔχει τὰ εἴδη καὶ τοὺς λόγους αὐτῶν) ἡ δὴ ἀπ’ αὐτοῦ διδομένη δύναμις ἐντὸς καὶ μέρος γίνεται2 τοῦ γινομένου, μέρος δὲ οὐχ ὥσπερ ἡ ὕλη ἀλλ’ ὡς εἶδος· καὶ ἔστιν αὕτη ἡ αἰσθητικὴ ψυχὴ συνεζευγμένας ἑαυτῇ ἔχουσα καὶ τὴν θρεπτικὴν καὶ αὐξητικήν, ὡς ἐρεῖ πρὸς τῷ τέλει σχεδὸν τοῦ παρόντος βιβλίου γενόμενος. καὶ ὥσπερ δὲ ὁ διδάσκαλος ἐνεργείᾳ ἔχων τοὺς τῶν ἐπιστητῶν λόγους ἄγει τὸν δυνάμει ἐπιστήμονα εἰς ἐνέργειαν, οὕτω καὶ ἡ ἐν τῷ σπέρματι δύναμις ἐνεργείᾳ ἔχουσα τοὺς λόγους τῶν μερῶν ἄγει τὴν ὕλην δυνάμει οὖσαν τὰ μέρη εἰς ἐνέργειαν. καὶ ταῦτα μὲν προειρήσθω πρὸς ἔνδειξιν τῆς τοῦ Ἀριστοτέλους γνώμης ὅτι τὸ πρώτως ποιοῦν ἐκτός ἐστι καὶ ὅτι ἐκ τοῦ ἐνεργείᾳ ὄντος γίνεται τὸ δυνάμει. ἐπιχειρεῖ οὖν πρῶτον ὅτι τὸ ποιοῦν οὐκ ἔστιν ἐκτός, λέγων ὅτι τὸ μὲν οὖν ἔξωθέν τι εἶναι τὸ ποιοῦν, ἤτοι τὸ μὲν οὖν εἶναι τὸ ποιοῦν τι τῶν ἐκτὸς ὄντων τῆς μητρικῆς κοιλίας ἄτοπον ἂν δόξειεν καὶ ἄλογον. καὶ τὴν αἰτίαν τῆς ἀλογίας σαφῶς ἐπήγαγεν. * * οὐδὲν οὖν οἷόν τε εἶναί τι τῶν ἐκτὸς τῆς μητρικῆς κοιλίας τὸ ποιοῦν τὰ τοῦ ζῴου μέρη· λείπεται ἄρα ἐν αὐτῷ εἶναι τῷ κυήματι. ἐν αὐτῷ δὲ ὂν πότερον μόριόν ἐστι τοῦ γινομένου, οἷον ὀφθαλμὸς ἢ χεὶρ ἢ ἄλλο τι τοιοῦτον, ἢ οὐκ ἔστι μόριον, καθάπερ οὐδὲ ὁ πλωτὴρ τοῦ πλοίου;

“因此,若由外在的某种东西制造内脏或其他各部分,似乎是不合理的。” 他从正反两方面展开论述,首先通过某些流行意见有说服力地、但并非依真理地证明:制造内脏及其他各部分的,不可能属于外在之物,以至于剩下来的结论是制造者乃是生成之物的某一部分。随后他也反对这一观点,并证明说制造者是生成之物的一部分乃是虚妄的;然后他以此方式分节阐明论点,说它既是又不是。因为父亲通过由他而出的种子赋予各部分的、且在它自身之中现实地具有它们的定义的创生能力,他是在外的,并且现实地具有各个部分(因为在父亲之中,头及其他部分乃是现实地存在的)。另一方面,从他那里如同通过工具即种子被赋予的、并且如前所述不带质料地具有内脏及其他各部分之定义的创生能力——正如理智[具有]质料的形相一样(因为理智亦不带其下承的质料而具有各形相及其定义)——,正是这从他那里被赋予的能力进入内部并成为生成之物的一部分,但作为一部分并非如同质料,而是作为形相;这便是感觉灵魂,它自身结合了营养灵魂与生长灵魂,正如他走到本书接近末尾处时将会谈到的那样。而且正如在现实中具有所知事物之定义的教师将潜在具有知识者引向现实一样,种子中的能力由于现实地具有各部分的定义,亦将潜在是各部分的质料引向现实。预先说明这些,是为了指明亚里士多德的见解:最初起制造作用的乃是在外的,并且潜在之物由现实存在之物生成。 因此,他首先论证制造者并不在外部,说“因此,制造者是外在的某种东西,也就是说,制造者属于处于母体子宫外部的东西,似乎是荒谬且不合理的”。并且他清楚地附加了此种不合理性的原因。* * 因此,处于母体子宫外部的任何东西,都不可能成为制造动物各部分的事物;那么,剩下的结论便是它处于胚胎自身之中。但既然它处于胚胎之中,它究竟是生成之物的一部分(例如眼睛或手或诸如此类的其他东西),抑或如同水手不是船只的一部分那样,并不是一部分?

语法注2 条
  1. 2.5καὶ εἶναι καὶ μὴ εἶναι

    针对前文“制造者是否为生成物之一部分”的疑问,此句表达其兼具肯定与否定:就作为外在者的父亲而言并非部分(μὴ εἶναι),而就作为精液中内在的形式能力而言则是部分(εἶναι)。

  2. 2.5ἡ δὲ ἀπ’ αὐτοῦ ὡς δι’ ὀργάνου τοῦ σπέρματος διδομένη ποιητικὴ δύναμις ... ἡ δὴ ἀπ’ αὐτοῦ διδομένη δύναμις ἐντὸς καὶ μέρος γίνεται

    主语 ἡ δὲ ... ποιητικὴ δύναμις 之后插入了较长的比较从句(ὥσπερ καὶ ὁ νοῦς ... αὐτῶν),因此通过带有语气词 δή 的短语 ἡ δὴ ἀπ’ αὐτοῦ διδομένη δύναμις 对主语进行了复述和恢复(resumption),进而引出主动词 γίνεται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:73.11-74.9