- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:71.26-73.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者将亚里士多德关于软骨鱼类产软卵的原因(733a12)基于干燥征兆的缺失重构为第二格三段论,解释了昆虫与产不完全卵动物之间的交错(蛹的形成),并进而提出了种子生成中关于质料因与作因(作因之内在性或外在性及其与灵魂的关系)的疑难。
" Ἐπεὶ δ’ οὔτε πτερωτὰ οὔτε φολιδωτὰ οὔτε λεπιδωτά ἐστιν, ἃ σημεῖα ξηρᾶς." Τὴν αἰτίαν διὰ τούτων ἀποδίδωσιν τοῦ γεννᾶν τὰ σελάχη ᾠὰ μαλακὰ καὶ οὐ σκληρά, καὶ συλλογίζεται δυνάμει ὧδε· πάντα τὰ ξηρὰ καὶ γεῶδες τὴν φύσιν τὰ ᾠὰ σκληρὰ γεννᾷ, οὐδὲν δὲ τῶν σελαχῶν ξηρὸν καὶ γεῶδες τὴν φύσιν ἐστίν· οὐδὲν ἄρα τῶν σελαχῶν σκληρὸν ᾠὸν γεννᾷ. ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι. τούτων τῶν προτάσεων τὴν λέγουσαν ὅτι τὰ γεώδη σκληρὰ γεννᾷ δείξει μετὰ ταῦτα· τὴν δὲ οὐδὲν δὲ τῶν σελαχῶν ξηρὸν καὶ γεῶδες τὴν φύσιν ἐστὶ δείκνυσι διὰ τοῦ ἐπεὶ δὲ οὔτε πτερωτὰ οὔτε λεπιδωτά ἐστι, δυνάμει καὶ διὰ τούτων συλλογιζόμενος ὧδε· πάντα τὰ ξηρὰ καὶ γεώδη τὴν φύσιν ἢ πτερωτὰ ἢ λεπιδωτὰ ἢ φολιδωτά ἐστιν, οὐδὲν δὲ σέλαχος πτερωτὸν ἢ λεπιδωτὸν ἢ φολιδωτόν ἐστιν· οὐδὲν ἄρα σέλαχος ξηρᾶς καὶ γεώδους ἐστὶ φύσεως. ἡ μὲν οὖν ἀγωγὴ τοῦ συλλογισμοῦ αὕτη ἂν εἴη. εἰπὼν δὲ οὔτε πτερωτὰ οὔτε λεπιδωτὰ οὔτε φολιδωτά ἐστιν, ἐπήγαγεν ἃ σημεῖά ἐστι ξηρᾶς καὶ γεώδους φύσεως, τουτέστιν ἅτινα τό τε πτερωτὸν καὶ λεπιδωτὸν καὶ φολιδωτὸν ξηρᾶς καὶ γεώδους ἐστὶ φύσεως.1 ὡς γὰρ ὁ καπνὸς σημεῖόν ἐστι πυρὸς καὶ ἡ περὶ τὴν σελήνην τελεία ἅλως βροχῆς, οὕτως ταῦτα τῆς γεώδους φύσεως. ὥσπερ δὲ οὐδὲ ἐν τῷ σώματι τῶν σελαχῶν ἐστι τὸ γεῶδες καὶ ξηρόν, οὕτως οὐδὲ ἐν τῷ ᾠῷ αὐτοῦ ἐπιπολάζει τὸ ξηρόν. λέγει δὲ καὶ ὅτι πάντα τὰ ἔντομα ἄναιμά ἐστιν, οὐ μὴν ἅπαντα τὰ ἄναιμα ἔντομα· τὰ γὰρ μαλάκια καὶ τὰ ὀστρακόδερμα ἄναιμα, ἔντομα δ’ οὔ. εἰπὼν δὲ ὅτι τὰ ἄναιμα οὐ πάντα σκωληκοτοκεῖ ἁπλῶς τὴν αἰτίαν τούτου ἐπήγαγε διὰ τοῦ ἐπαλλάττουσι γὰρ ἀλλήλοις τὰ ἔντομα καὶ τὰ ἀτελὲς τίκτοντα τὸ ᾠόν, οἷον οἵ τε ἰχθύες οἱ λεπιδωτοὶ καὶ τὰ μαλάκια, ὡς εἰ ἔλεγεν ἐπὶ τούτῳ εἶπον μὴ σκωληκοτοκεῖν ἁπλῶς, ὅτι οἱ γινόμενοι ἐξ αὐτῶν σκώληκες οὐ μένουσι διὰ τέλους σκώληκες, ἀλλὰ γίνονται ἐξ αὐτῶν αἱ καλούμεναι χρυσαλλίδες ᾠώδεις οὖσαι. χρυσαλλίδες δ’ εἰσὶ τὰ εὑρισκόμενα ἐν τοῖς τοίχοις ὅμοια ὄντα ταῖς ἐν τῷ ὕδατι, ὅτε βρέχει, γινομέναις πομφόλυξι, λευκαὶ οὖσαι ὥσπερ οἱ ἐν τοῖς τῶν ἀλεκτορίδων ᾠοῖς ὑμένες. οὐ σκωληκοτοκοῦσιν οὖν ἁπλῶς, ὅτι ἐπαλλάττουσι καὶ κοινωνοῦσι τοῖς ἀτελὲς τίκτουσι τὸ ᾠόν. ὥσπερ γὰρ τούτων (εἰσὶ δὲ ταῦτα οἵ τε ἰχθύες οἱ λεπιδωτοὶ καὶ τὰ μαλάκια καὶ τὰ μαλακόστρακα) τὰ ᾠὰ σκωληκώδη γίνονται, οὕτως κἀκείνων οἱ σκώληκες ᾠοειδεῖς· γίνονται γὰρ χρυσαλλίδες, αἵτινές εἰσιν ᾠοειδεῖς. λέγει δὲ τὸ πέμπτον γένος, ὅπερ ἐστὶ ψυχρότατον πάντων τῶν προσεχῶς ῥηθέντων, μὴ ᾠοτοκεῖν ἐξ ἑαυτοῦ, ἀλλὰ σκωληκοτοκεῖν, συμβαίνειν δὲ γίνεσθαι τοὺς σκώληκας ᾠοειδεῖς, ἤτοι χρυσαλλίδας. γίνεται μὲν οὖν κατὰ πρώτην μεταβολὴν ὁ σκώληξ, εἶτα οὕτω μεταβάλλει εἰς χρυσαλλίδα καὶ τρίτον αὕτη εἰς ζῷον. Ταῦτα εἰπὼν λέγει ἀπορίαν εἶναι πλείονα, πῶς ποτε γίνεται ἐκ τοῦ σπέρματος τὸ φυτόν. ἀνάγκη γὰρ τὸ γινόμενον καὶ ἔκ τινος γίνεσθαι, οἷον ἐξ ὕλης, καὶ ὑπό τινος, οἷον ποιητικοῦ, καί τι, οἷον αὐτὸ τὸ γινόμενον. καὶ ἡ μὲν ὕλη ἐξ οὗ γίνεται ἐστίν, ὡς εἴρηται, ἥστινος ὕλης τὴν μὲν πρώτην ἀφ’ ἧς συνίσταται καὶ ἣν ἔχει ἐν ἑαυτῷ (αὕτη δ’ ἐστὶ τὸ καταμήνιον ἢ τὸ ἀνάλογον) ἔχει πάντα ἐκ τοῦ θήλεος,2 τὴν δὲ δευτέραν ὕλην, ἥτις ἐστὶ τροφή, τινὰ μὲν ἔχει ἐκ τοῦ θήλεος μέχρι πόρρω, τουτέστιν ἄχρι πολλοῦ, οἷον ὅσα θηλάζει (ταῦτα γὰρ οὐ μόνον τὴν πρώτην, ἐξ ἧς καὶ τῆς ἐν τῷ σπέρματι οὔσης δυνάμεως συνέστηκεν, ἐκ τοῦ θήλεος λαμβάνει, ἀλλὰ καὶ τὴν εἰς τροφὴν ἀναλισκομένην, ἐκ τῆς ὑστέρας μὲν ὅτε διαπλάττεται, ὕστερον δὲ θύραζε ἐξελθόντα ἐκ τῶν μαστῶν)· ὅσα δὲ σκωληκοτοκεῖται μόνην τὴν πρώτην ἔχει ἐκ τοῦ θήλεος, τὴν δὲ δευτέραν οὐδαμῶς. ἐξ οὗ μὲν οὖν γίνεται ἐστὶν ἡ ὕλη, περὶ ἧς οὐδὲν ἀπορεῖται· ζητεῖται δὲ ὑφ’ οὗ γίνεται, πότερον ἔξωθέν τι ὂν ποιεῖ, ὥσπερ ὁ οἰκοδόμος τὴν οἰκίαν, ἢ ἐνυπάρχει τῷ γινομένῳ καὶ μέρος γίνεται αὐτοῦ· εἴτε δὲ ἐνυπάρχει εἴτε μή, μέρος τί ἐστι ψυχῆς ἢ ψυχὴ ἢ ἔχει ψυχήν.3
“而由于它们既非有羽,亦非具鳞板,亦非有鳞,这些乃是干燥[本性]的征兆。” 他通过这些话指出了软骨鱼类产生柔软而非坚硬的卵的原因,并且潜在地按如下方式进行推论:一切在自然本性上干燥且属土性的事物,都产生硬壳卵;但没有任何软骨鱼类在自然本性上是干燥且属土性的;因此,没有任何软骨鱼类产生硬壳卵。这个推论是在第二格中的。在这些前提中,声称“属土性的事物产生硬壳卵”的前提他将在其后加以证明;但他通过“而由于它们既非有羽,亦非有鳞”证明了“没有任何软骨鱼类在自然本性上是干燥且属土性的”这一前提,并通过这些话潜在地按如下方式进行推论:一切在自然本性上干燥且属土性的事物,要么有羽,要么有鳞,要么具鳞板;但没有任何软骨鱼类是有羽、有鳞或具鳞板的;因此,没有任何软骨鱼类具有干燥且属土性的自然本性。那么推论的过程就是如此。在说了“它们既非有羽,亦非有鳞,亦非具鳞板”之后,他补充道“这些乃是干燥且属土性之自然本性的征兆”,也就是说,诸如有羽、有鳞、具鳞板这样的特征乃是属于干燥且属土性之自然本性的。因为正如烟是火的征兆,月亮周围完整的晕是雨的[征兆]一样,这些也是属土性之自然本性的征兆。并且正如在软骨鱼类的身体中不存在属土性且干燥的东西一样,在其卵中干燥之物也同样没有浮现出来。他还说,所有的昆虫都是无血的,然而并非所有无血的动物都是昆虫;因为软体类和具壳类是无血的,却不是昆虫。在说了无血动物并非都单纯地产蛆之后,他通过“因为昆虫与产生不完全卵的动物相互交错,例如有鳞的鱼类和软体类”补充了其原因,这仿佛是他在说:“我正是基于这个原因才说它们并非单纯地产蛆,因为从它们产生的蛆并不自始至终保持为蛆,而是从它们之中产生了被称为蛹的卵状物。”而蛹就是在墙壁上被发现的东西,类似于下雨时水中产生的气泡,且像母鸡卵中的薄膜一样白。因此,它们并非单纯地产蛆,因为它们与产生不完全卵的动物相互交错并共有特征。因为正如后者的卵变成蛆状一样(这些即有鳞的鱼类、软体类和软甲类),前者的蛆也同样变成卵状;因为产生了蛹,而蛹是卵状的。他还说,第五个类,即所有刚才提到的类中最冷的一种,自身并不产卵,而是产蛆,并且结果是这些蛆变成卵状,即变成蛹。因此蛆在最初的转变中生成,然后以此方式转变为蛹,第三步蛹转变为动物。 说了这些之后,他说存在一个更大的疑难:植物究竟是如何从种子中生成的?因为生成之物必然既从某种东西中生成(例如从质料中),又由某种东西生成(例如由作因),并且生成为某种东西(例如生成物自身)。而质料就是它从中生成出来的东西,正如已经说过的;在此质料中,万物都从雌性那里获得它由之构成并存在于自身内部的第一质料(这就是月经血或其类似物),而第二质料即养分,某些动物直到很后期、即在很长的一段时间内都从雌性那里获得,例如所有哺乳的动物(因为这些动物不仅从雌性那里获得它们由之、并且由存在于种子中的能力所构成的第一[质料],而且在受塑造成形时从子宫中获得、后来出来到外面时从乳房中获得消耗于养分的[第二质料]);而所有以蛆的形式生成的动物,则仅从雌性那里获得第一[质料],而绝不获得第二[质料]。因此,事物由之生成的乃是质料,对此毫无疑难;但所探讨的是它由什么生成:它是作为某种外在之物起作用,如同建造者[建造]房屋那样,还是内在于生成之物中并成为其一部分;而无论它内在于其中与否,它究竟是灵魂的某一部分,还是灵魂本身,抑或是具有灵魂者。
- 2.4ἅτινα τό τε πτερωτὸν καὶ λεπιδωτὸν καὶ φολιδωτὸν ξηρᾶς καὶ γεώδους ἐστὶ φύσεως
关系代词 ἅτινα 统摄“有羽、有鳞、具鳞板”等特征作为主语,与表语属格 ξηρᾶς καὶ γεώδους ἐστὶ φύσεως(“属于干燥且属土性的本性”)相结合。这是注解者将原文引句中 ἃ σημεῖά ἐστι ξηρᾶς... 的关系代词 ἅ(作为征兆)改写为主述结构明确的直陈命题。
- 2.4ἥστινος ὕλης τὴν μὲν πρώτην ἀφ’ ἧς συνίσταται καὶ ἣν ἔχει ἐν ἑαυτῷ ... ἔχει πάντα ἐκ τοῦ θήλεος
先行词 ὕλη 被吸引入关系从句中作属格 ἥστινος ὕλης,充当主句宾语 τὴν μὲν πρώτην(“第一[质料]”)的领属/部分属格。主语为 πάντα(“所有事物”),主要动词为 ἔχει,由 μέν...δέ 引导的两个宾语(τὴν μὲν πρώτην ... τὴν δὲ δευτέραν ὕλην)构成了带有多个插入修饰节的长距离倒置结构。
- 2.4εἴτε δὲ ἐνυπάρχει εἴτε μή, μέρος τί ἐστι ψυχῆς ἢ ψυχὴ ἢ ἔχει ψυχήν
此句省略的主语是承接前文间接疑问句(πότερον ἔξωθέν τι ὂν ποιεῖ ... ἢ ἐνυπάρχει)中所探究的作因(τὸ ποιοῦν / τὸ ὑφ' οὗ γίνεται)。在条件从句 εἴτε ... εἴτε μή 之后的主句中,该作因具有三重选择的表语结构:“是灵魂的一部分,还是灵魂本身,抑或是具有灵魂者”。
