← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§70.1-71.25

基于热与肺的胎生和卵生划分

注解者论证胎生与卵生的划分并非基于运动器官,而是基于热与湿(完全性),并以肺作为自然之热的准则,解释了软骨鱼类等例外现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3

" Συμβαίνει δὲ πολλὴ ἐπάλλαξις τοῖς γένεσιν· οὔτε γὰρ τὰ δίποδα πάντα ζῳοτοκεῖ." Ἐπάλλαξιν λέγει τὴν κοινωνίαν· οὕτω γὰρ καὶ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηται “ἐπαλλάττουσι δὲ τὰ καλούμενα στοιχεῖα” ἀντὶ τοῦ κοινωνοῦσι. δείκνυσι δὲ ἐκ τῆς τοιαύτης ἐπαγωγῆς ὅτι οὔτε ἡ ἀποδία οὔθ’ ἡ ποδότης οὔθ’ ἡ διποδία οὔθ’ ἡ πολυποδία ἐστὶν αἰτία τοῦ τὰ μὲν εἶναι ζῳοτόκα, τὰ δὲ ᾠοτόκα, ἀλλὰ τὸ τέλειον καὶ καθαρώτερον καὶ ἀτελὲς καὶ μὴ καθαρώτερον. ἀλλὰ μὴν εἴρηται πρὸ ὀλίγου ὅτι τοῦ τελείου αἴτιον τὸ θερμόν· δῆλον ἄρα τὸ συμπέρασμα. καταλέξας δὲ πάντα τὰ προκείμενα λίαν σαφῶς ἐπήγαγε ταύτῃ μὲν οὖν οὐκ ἔστι διελεῖν, τουτέστιν οὕτω μὲν οὖν διὰ τῶν πορευτικῶν ὀργάνων οὐκ ἔστι διαίρεσιν ποιήσασθαι ζῳοτόκων καὶ ᾠοτόκων, ὡς εἰπεῖν οἷον φέρε τῶν ζῴων τὰ μὲν ἄποδα ᾠοτοκεῖ, τὰ δ’ ὑπόποδα ζῳοτοκεῖ, ἢ ἔμπαλιν, ἢ ὅλως κατά τινα τῶν οἰκείων διαφορῶν· οὐκ ἔστιν οὖν διὰ τούτων διαίρεσιν ποιήσασθαι τῶν ζῳοτόκων καὶ ᾠοτόκων, ἀλλὰ τῷ τελείῳ καὶ ἀτελεῖ. τελειότερα δὲ τὰ θερμότερα τὴν φύσιν καὶ ὑγρότερα, ἀλλὰ μὴ γεώδη, τουτέστιν ἀλλ’ οὐ τὰ ψυχρὰ καὶ ξηρά· ψυχρᾶς γὰρ καὶ ξηρᾶς οὔσης τῆς γῆς διὰ τοῦ γεώδους ἐδήλωσε τὸ εἰρημένον. ἀλλὰ πῶς τῆς μὲν θερμότητος καὶ ψυχρότητος ἐν τῷ τετάρτῳ τῶν Μετεώρων ποιητικῶν λεγομένων, τῆς δὲ ὑγρότητος καὶ ξηρότητος παθητικῶν καὶ ὕλης λόγον ἐχόντων, ἐνταῦθα ποιητικὸν λέγει τὸ θερμὸν καὶ ὑγρόν, ὑλικὸν δὲ τὸ ψυχρὸν καὶ ξηρόν;1 καὶ ὅτι μὲν ποιητικὰ καὶ ζωωτικὰ τὸ θερμὸν καὶ ὑγρόν, δῆλον ἐκ τοῦ θανάτου· εἰ γὰρ ὡμολόγηται τὸν θάνατον εἶναι ψυχρὸν καὶ ξηρόν, δῆλον ὡς ἡ ζωὴ ὑγρὸν καὶ θερμόν. ἢ ἐν τοῖς Μετεώροις λειοτήτων καὶ τραχυτήτων σκληροτήτων τε καὶ μαλακοτήτων καὶ τῶν τοιούτων ἐλέγετο ποιητικὸν τὸ θερμὸν καὶ ψυχρόν, ζῴων δὲ ποιητικὰ καὶ γεννητικὰ οὐκ αὐτά, ἀλλὰ τὸ θερμὸν καὶ ὑγρόν. διὰ τοῦτο τὰ μὲν θερμότερα καὶ ὑγρότερα τῶν ζῴων τελειότερα πάντων ἐστί, δεύτερα δὲ τὰ ἧττον μὲν θερμά, ὑγρὰ δ’ ἐπίσης τοῖς τελείοις ἢ μικρὸν παρεκκλίνοντα ἐπὶ τὸ μᾶλλον καὶ ἧττον, τὰ δὲ θερμὰ καὶ ξηρὰ ἀτελέστερα τῶν εἰρημένων καὶ τρίτην ἔχοντα τάξιν· ὥστε φίλιον μᾶλλον τὸ ὑγρὸν τῷ θερμῷ εἰς γένεσιν ζῴων ἤπερ τὸ ξηρόν. εἰπὼν δὲ τελειότερα εἶναι τὴν φύσιν τὰ θερμότερα καὶ ὑγρότερα παραδίδωσιν ἡμῖν κανόνα δι’ οὗ ἂν δυνηθείημεν γνωρίζειν τὰ ἁπλῶς θερμὰ καὶ διακρίνειν ἀπὸ τῶν μὴ θερμῶν, καὶ τῶν θερμῶν τὰ ποῖα μᾶλλόν ἐστι θερμότερα, ποῖα δὲ ἧττον· καί φησι τῆς δὲ φυσικῆς θερμότητος ὅρος καὶ κανὼν ὁ πνεύμων. στιφρὸν δὲ λέγει τὸ ὑπόξηρον, τὸ δὲ ἀλλ’ ἔναιμον καὶ μαλακὸν ἀντὶ τοῦ θερμὸν καὶ ὑγρὸν εἴληπται· τὸ μὲν γὰρ θερμὸν διὰ τὸ αἷμα, τὸ δὲ μαλακὸν διὰ τὸ ὑγρόν. ὅτι δὲ τὰ θερμότερα καὶ ὑγρότερα τελειότερα ἐστι τῶν θερμῶν καὶ ξηρῶν, δείκνυσιν ἀπὸ τῶν ὑπ’ αὐτῶν γινομένων· τὰ μὲν γὰρ ὑγρὰ καὶ θερμὰ ζῳοτοκεῖ, τὰ δὲ θερμὰ καὶ ξηρὰ ᾠοτοκεῖ· ὅσον δὲ τελειότερον τὸ ζῷον ᾠοῦ, τοσοῦτον κἀκεῖνα τῶν θερμῶν καὶ ξηρῶν.2 ὅτι δὲ καὶ τὸ ὑγρὸν μᾶλλον τοῦ θερμοῦ συμβάλλεται εἰς τὴν γένεσιν, δῆλον ἐκ τῶν σελαχῶν· ἧττον γὰρ ὄντα θερμὰ τῶν ᾠοτοκούντων ὅμως διὰ τὴν ἐνοῦσαν σφίσιν ὑγρότητα ζῳοτοκεῖ ἐν ἑαυτοῖς πρῶτον ᾠοτοκήσαντα. ἀλλὰ πῶς, εἴπερ τὰ ᾠοτόκα θερμά (καὶ ὅτι θερμά, καὶ αὐτὸς αὐταῖς λέξεσιν οὕτως εἶπεν οἱ μὲν γὰρ ὄρνιθες καὶ τὰ φολιδωτὰ διὰ θερμότητα τελεσιουργοῦσι) πῶς οὖν, εἴπερ τὰ ᾠοτόκα θερμά, περὶ τῶν ἄλλων οὕτω λέγει ᾠοτοκεῖ μέν, ὅτι ψυχρά; ἢ πάντα τὰ ᾠοτόκα θερμά· οὐδὲν γὰρ χωρὶς ψυχικῆς θερμότητος εἶναι ὅλως δύναται, μή τί γε γεννᾶν.3 πάντα μὲν οὖν θερμά, ὀλίγον δὲ τὰ ᾠοτόκα ἔχουσι τὸ θερμόν· ὥστε ἂν λέγηται ψυχρά, οὐχ ἁπλῶς λέγεται, ἀλλὰ πρὸς τὰ τελειότερα καὶ πολλὴν ἔχοντα θερμότητα. πολλαχῶς γὰρ λέγεται τὸ ψυχρὸν ὥσπερ καὶ τὸ θερμόν, ὡς ἐν δευτέρῳ τῶν Περὶ ζῴων μορίων εἴρηται βιβλίῳ. καὶ οἱ μὲν ὄρνιθες κατ’ ἄμφω τῶν τελείων ἐλαττοῦνται, καὶ κατὰ τὸ θερμὸν καὶ κατὰ τὸ ὑγρόν· ξηροὶ γὰρ οὐχ ἁπλῶς, ἀλλ’ ὅτι ὀλίγον ἐν αὐτοῖς τὸ ὑγρόν· τὰ δὲ σελάχη κατὰ μόνον τὸ θερμόν. ἐπεὶ οὖν τὸ μὲν ὑγρὸν αἴτιον τοῦ ζῷον γίνεσθαι ἐξ αὐτοῦ, τὸ δὲ ξηρὸν οὐκέτι, διὰ τοῦτο ζῳοτοκεῖ τὰ σελάχη, καίπερ ὄντα ὀλιγόθερμα.

“然而在诸类之间发生着大量的交错;因为并非所有二足动物都是胎生的。” 他用“交错”来指“共有”;因为在《论生成与消灭》中也是这样说的,“所谓的诸元素相互交错”,用来代替“相互共有”。他通过这样的归纳表明,无论无足、有足、二足还是多足,都不是某些动物为胎生而另一些为卵生的原因,而是完全且较纯粹,以及不完全且不够纯粹才是原因。但是不久前已经说过,热是完全的原因;因此结论是显然的。在极其明晰地列举了所有摆在面前的事例之后,他补充道:“因此在这个方面是不能进行区分的”,也就是说:因此通过运动器官是无法对胎生者与卵生者做出划分的,例如假定说,动物中无足的是卵生的,而有足的是胎生的,或者反过来,或者完全按照其固有的某种属差来划分;因此通过这些是无法对胎生者与卵生者做出划分的,而是要依据完全与不完全来划分。而依本性而言更热且更湿、并且非土性的动物更为完全,也就是说,非冷且干的动物更为完全;因为既然土是冷且干的,他通过“土性的”表明了刚才所说的事情。然而,既然在《气象学》第四卷中热与冷被称为作因性的,而湿与干被称为受动性的且具有质料的定义,为何在这里他却称热与湿为作因性的,而称冷与干为质料性的呢?热与湿是作因性的并赋予生命,这一点从死亡中就可以清楚看出;因为如果人们一致同意死亡是冷且干的,那么显然生命就是湿且热的。或者说,在《气象学》中,热与冷被说成是光滑与粗糙、坚硬与柔软以及诸如此类特性的作因,但动物的作因和生殖因子却不是它们,而是热与湿。由于这个缘故,动物中更热且更湿者是万物中最为完全的;位居第二的是热度较差、但在湿润上与完全者相当、或者向或多或少稍有偏离的动物;而热且干的动物比起上述动物来不够完全,位居第三等;因此在动物的生成上,湿比起干来与热更为相亲。在说了依本性而言更热且更湿者更为完全之后,他向我们传授了一条准则,通过它我们能够认识何者是单纯意义上的热者,并将其与不热者区分开来,以及在热者之中何种更热、何种不够热;他说:“而自然之热的界限与准则是肺。”他用“坚实的”来指“偏干的”,而“然而有血且柔软”是用来代替“热且湿”的;因为因血之故而热,因湿之故而软。而更热且更湿者比热且干者更为完全,这从它们所产生的事物中可以证明;因为湿且热的动物是胎生的,而热且干的动物是卵生的;动物比卵完全多少,前者也就比热且干者完全多少。湿比热对生成的贡献更大,这从软骨鱼类中就可以清楚看出;因为它们虽然比卵生动物缺少热,然而由于其内蕴的湿,却在体内首先产卵之后胎生出活体幼崽。但是,既然卵生动物是热的(并且它们是热的这一点,他自己也用原话说过:“因为鸟类和具鳞板者因热而发育成熟”),那么既然卵生动物是热的,为何关于其余的动物他又这样说“因为冷所以是卵生”呢?或者毋宁说,所有的卵生动物都是热的;因为没有任何东西能完全脱离灵魂之热而存在,更不用说生育了。因此所有动物都是热的,但卵生动物拥有的热很少;所以即使被称为冷的,也不是在单纯意义上被言说,而是相对于更为完全且拥有大量热的动物而言的。因为正如在《论动物部分》第二卷中所说的,冷如同热一样是在多种意义上被言说的。并且鸟类在两方面都逊色于完全的动物,无论在热上还是在湿上;因为它们并非在单纯意义上是干的,而是因为它们体内的湿很少;而软骨鱼类则仅在热上逊色。既然湿是动物从中生成的原因,而干则不再是原因,因此软骨鱼类尽管热量较少,却是胎生的。

语法注3 条
  1. 2.3ἀλλὰ πῶς τῆς μὲν θερμότητος καὶ ψυχρότητος ἐν τῷ τετάρτῳ τῶν Μετεώρων ποιητικῶν λεγομένων, τῆς δὲ ὑγρότητος καὶ ξηρότητος παθητικῶν καὶ ὕλης λόγον ἐχόντων, ἐνταῦθα ποιητικὸν λέγει τὸ θερμὸν καὶ ὑγρόν, ὑλικὸν δὲ τὸ ψυχρὸν καὶ ξηρόν;

    在疑问句的主节(ἐνταῦθα ποιητικὸν λέγει...)之前,两组对比性的属格独立结构(τῆς μὲν θερμότητος... λεγομένων 与 τῆς δὲ ὑγρότητος... ἐχόντων)作为让步或前提性从属成分前置。主节中 ποιητικόν 和 ὑλικόν 分别用作谓语性宾格(宾语补足语)。

  2. 2.3ὅσον δὲ τελειότερον τὸ ζῷον ᾠοῦ, τοσοῦτον κἀκεῖνα τῶν θερμῶν καὶ ξηρῶν.

    由相关词 ὅσον... τοσοῦτον 构成的程度比较句。在后半部分主节中,承前省略了比较级形容词(τελειότερα)和系动词(ἐστί),意为:“动物比卵完全多少,前者[湿热者]也比干热者[完全]多少”。

  3. 2.3οὐδὲν γὰρ χωρὶς ψυχικῆς θερμότητος εἶναι ὅλως δύναται, μή τί γε γεννᾶν.

    惯用短语 μή τί γε(相当于拉丁语 nedum)接在否定句之后,表示“更不用说……”或“遑论……”。此处不定式 γεννᾶν 与前文的 εἶναι ὅλως δύναται 相对比,表明生殖这一更高等级的功能在缺乏灵魂之热时更加绝无可能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:70.1-71.25