← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§68.32-69.32

基于动因与质料的雌雄分离及排精注解

注疏家针对亚里士多德论述雌雄分离的目的因(雄性作为运动始基,雌性作为质料,732a3)展开评述,指明了文句中的语法细节(多余的连词与定冠词的用法),并结合热量与自足性解释了动物排精与否的机制以及蛆虫等生物术语的涵义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2

" Βελτίονος δὲ καὶ θειοτέρας τὴν φύσιν οὔσης τῆς αἰτίας τῆς κινούσης πρῶτον, ᾗ ὁ λόγος ὑπάρχει." Εἶπε καὶ ἐν τῷ τέλει τοῦ πρώτου βιβλίου τίνος ἕνεκεν ἐν τοῖς ζῴοις κεχώρισται τὸ ἄρρεν ἀπὸ τοῦ θήλεος καὶ πάλιν αὐτὸ τοῦτο διὰ τῶν προκειμένων αἰτιολογεῖ. φησὶ γὰρ ἐπειδὴ βελτίων καὶ κρείττων τὴν φύσιν ἐστὶ τῆς ὕλης ἡ κινοῦσα, ᾗ ὁ λόγος ὑπάρχει καὶ τὸ εἶδος, τουτέστιν ἥτις κινητικὴ αἰτία λόγος ἐστὶ καὶ εἶδος (ὡς γὰρ πολλάκις εἴρηται, ἐν τοῖς γινομένοις τὸ κινητικὸν καὶ τὸ εἶδος ταὐτόν ἐστιν) ἐπεὶ οὖν βελτίων ἐν τούτοις ἡ κινοῦσα αἰτία, χείρων δὲ ἡ ὕλη, βέλτιόν ἐστι καὶ τὸ κεχωρίσθαι ἐν οἷς ἐνδέχεται τὸ κρεῖττον τοῦ χείρονος. κρεῖττον δὲ καὶ θειότερον τὸ ἄρρεν τοῦ θήλεος· βέλτιον ἄρα καὶ τὸ κεχωρίσθαι τὸ θῆλυ ἀπὸ τοῦ ἄρρενος. ἔστι δὲ τὸ μὲν ἄρρεν ἀρχὴ κινήσεως, τὸ δὲ θῆλυ ὕλη. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα ἂν εἴη· ἐν δὲ τῇ λέξει τῇ βέλτιον δὲ τὸ κεχωρίσθαι τὸ κρεῖττον τοῦ χείρονος παρέλκει ὁ δέ σύνδεσμος.1 ἀλλὰ καὶ ἐν τῇ βέλτιον γὰρ καὶ θειότερον ἡ ἀρχὴ τῆς κινήσεως, ᾗ ἄρρεν ὑπάρχει τοῖς γινομένοις τὸ ἡ ἄρθρον ἐστὶ δηλωτικὸν τοῦ ἥτις ἀρχὴ κινήσεως,2 ὁμοίως δὲ καὶ ἐν τῇ ἡ θῆλυ· καὶ γὰρ καὶ τοῦτο ἄρθρον ἐστίν. εἰπὼν δὲ ὅτι τὰ μὲν προΐεται σπέρμα, τὰ δ’ οὐ προΐεται ἐπήγαγε τοῦ δὲ τὰ μὲν προΐεσθαι σπέρμα, τὰ δὲ μὴ προΐεσθαι αἴτιον ὅτι τὰ τιμιώτερά εἰσι καὶ αὐταρκέστατα τὴν φύσιν. τοσοῦτον δέ εἰσιν αὐταρκέστατα, ὥστε καὶ μεγέθους μείζονος μετείληφε διὰ τὴν αὐτάρκειαν· μείζονα γάρ εἰσι κατὰ μέγεθος τῶν ἀτιμοτέρων. τὸ δὲ μείζονος μεταλαβεῖν μεγέθους οὐκ ἔστιν ἄνευ θερμότητος ψυχικῆς· ἡ γὰρ θερμότης κινητική· ὅπου δὲ πλείων θερμότης, ἐκεῖ καὶ σπέρματος πρόεσις. ἐπεὶ οὖν τὰ αὐταρκέστατα διὰ τὴν θερμότητα μείζονά ἐστι τὸν ὄγκον, ἐν ᾧ δὲ πολλὴ θερμότης, ἐν τούτῳ καὶ σπέρματος πρόεσις, εἰκότως ἄρα τὰ μὲν αὐταρκέστατα προΐεται σπέρμα, τὰ δὲ μὴ τοιαῦτα οὐδαμῶς, ἀλλὰ μᾶλλον τὸ θῆλυ εἰς τὰ τοιαῦτα ἄρρενα ἐναφίησί τι τῶν ἑαυτοῦ. σκώληξ δέ, φησίν, ἐστὶν ἐξ οὗ ὅλου ἄλλο τι ὅλον γίνεται· τινῶν γὰρ σκωλήκων ὅλη ἡ ὁλότης μεταβάλλει εἰς ἕτερόν τι εἶδος. λέγει δὲ καὶ ἄποδας χελώνας τὰς θαλαττίας· αἱ γὰρ χερσαῖαι πόδας ἔχουσιν. ὁ δὲ σάτυρός ἐστι ζῷον ὅμοιον σαύρῳ μέλαν καὶ ἄπουν. κατὰ δὲ τὴν λέξιν τὴν καὶ ἐκ συνδυαζομένων γίνεταί τι αὐτῶν, ἀτελὲς μέντοι τὸ γινόμενον τὸ ἀτελὲς ἀντὶ τοῦ ἀνόμοιον τὸ γινόμενον εἴρηται.3 ἢ εἶπεν αὐτὸ τάχα ἀτελὲς καὶ διὰ τὸ μηδὲν γίνεσθαι ἐξ αὐτοῦ· τὸ γὰρ μὴ γεννῶν πήρωμα καὶ οὐ τέλειον· τελείου γὰρ τὸ γεννᾶν. εἶπε δὲ περὶ τούτων εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου βιβλίου.

“而由于最初发动运动的原因——在其中包含着定义——依本性而言更为优良且更为神圣”他在第一卷末尾也曾说过,在动物中雄性为了什么而与雌性分离开来,并且他又通过眼前的这番论述为这同一件事说明理由。因为他说,既然发动者——在其中包含着定义与形式,即无论何种作为动因的原因乃是定义与形式(因为正如多次说过的,在生成的事物中,推动者与形式乃是同一的)——依本性而言优于且胜过质料;那么,既然在这些事物中推动原因更为优良,而质料更为低劣,在容许的场合下,较优者与较劣者分离也是更为优良的。而雄性比雌性更优越且更神圣;因此,雌性与雄性分离开来也是更为优良的。并且雄性是运动的始基,雌性则是质料。那么,所说的内容大概就是如此。而在“然而较优者与较劣者分离是更为优良的”这句用语中,连词“然而[δέ]”是多余的。而且在“因为运动的始基更为优良且更为神圣,在雄性依存于生成之物的限度内”这句用语中,“这[ἡ]”是定冠词,表明“无论何种运动的始基”,同样在“这雌性的[ἡ θῆλυ]”这句用语中也是如此;因为这也是定冠词。并且在说了某些动物排出精液而另一些不排出精液之后,他补充道:“某些动物排出精液而另一些不排出精液的原因在于,更为尊贵者依本性而言也最为自足。”它们是如此之自足,以至于由于这种自足性而分有了更大的体量;因为它们在体量上大于那些不够尊贵的动物。但是分有更大的体量不可能缺少灵魂之热;因为热具有推动力;而在热更多的地方,精液的排出也就在那里。既然最为自足者由于热而在体积上更为庞大,而在有大量热的地方也就有精液的排出,那么顺理成章地,最为自足的动物会排出精液,而非此类动物则绝不排出,反而是雌性将自身的某物注入到此类雄性之中。并且他指出,蛆虫乃是由其全体生成另一个全体的事物;因为在某些蛆虫那里,其全部的整体都转变为另一种形式。他又称海龟为“无足龟”;因为陆龟是有足的。而萨堤洛斯是一种类似于蜥蜴、黑而无足的动物。此外,在“由它们的交配也会生成某种东西,然而生成之物是不完全的”这句用语中,“不完全的”是用来代替生成之物“不相似”这一说法的。或者他称其为不完全,或许也是由于从中不再生成任何东西;因为不能生育乃是一种残缺而非完全;因为生育属于完全者的特征。他在第一卷一开始就谈论过这些事情了。

语法注3 条
  1. 2.2ἐν δὲ τῇ λέξει τῇ βέλτιον δὲ τὸ κεχωρίσθαι τὸ κρεῖττον τοῦ χείρονος παρέλκει ὁ δέ σύνδεσμος

    注疏家指出在亚里士多德原文(732a4–5)中,跟随在因果分词从句(Βελτίονος δὲ καὶ θειοτέρας... οὔσης)之后引出主句的连词δέ(即所谓归结句中的δέ)在句法上是多余的(παρέλκει)。

  2. 2.2τὸ ἡ ἄρθρον ἐστὶ δηλωτικὸν τοῦ ἥτις ἀρχὴ κινήσεως

    注疏家在此澄清亚里士多德文句中的“ἡ”是定冠词而非关系代词/副词“ᾗ”,并解释其具有泛指或统括的作用,意指“无论何种运动的始基”(ἥτις ἀρχὴ κινήσεως)。

  3. 2.2τὸ ἀτελὲς ἀντὶ τοῦ ἀνόμοιον τὸ γινόμενον εἴρηται

    注疏家对“ἀτελές”(不完全的)一词给出了两种解释路径:其一是将其视为生成物“不似亲代”(ἀνόμοιον)的代用语;其二是指其缺乏繁衍能力(μηδὲν γίνεσθαι ἐξ αὐτοῦ,即不育),因而从不能生育的角度被称为残缺或不完全。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:68.32-69.32