← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§5.35-7.6

睾丸的有无与位置对交配及繁衍的影响

以亚里士多德关于肠道结构与食欲的比喻为发端,解释了动物睾丸的有无及其体内外安置如何影响交配的敏捷度与节制,并论证这源于自然针对产仔多寡与物种永存的目的论预虑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#1

" Ὥσπερ δὲ ἐν τοῖς περὶ τροφὴν τὰ εὐθυέντερα λαβρότερα." Ἐντεῦθεν τὰς αἰτίας ἐκτίθεται, δι’ ἃς τὰ ἔχοντα ὄρχεις καὶ τὰ μὴ ἔχοντα τὰ μὲν ἔχει, τὰ δ’ οὐκ ἔχει, καὶ τῶν ἐχόντων τὰ μὲν ἐντὸς ἔχει, ὥσπερ οἱ ὄρνιθες, τὰ δ’ ἐκτός. φησὶν οὖν ὅτι, ὥσπερ τὰ εὐθυέντερα λαβρότερά ἐστι πρὸς τὴν ἐπιθυμίαν τῆς τροφῆς διὰ τὸ θᾶττον ἐξέρχεσθαι τὸ περίττωμα διὰ τὴν εὐθυεντερίαν, τὰ δὲ μὴ εὐθυέντερα σωφρονέστερα καὶ ὀλιγοτροφώτερα, οὕτω καὶ τὰ μὴ ἔχοντα ὄρχεις, πόρους δὲ μόνον, ὡς οἱ ἰχθύες, ἢ ἔχοντα μὲν ἐντὸς δέ, ὡς οἱ ὄρνιθες· τὰ μὲν οὖν μηδ’ ὅλως ἔχοντα ὄρχεις εἰσὶ πρὸς τὴν ἐργασίαν τοῦ συνδυασμοῦ ταχύτερα πάντων, τὰ δ’ ἔχοντα μὲν ἐντὸς δὲ βραδύτερα πρὸς τὴν τοιαύτην ἐργασίαν τῶν μὴ ἐχόντων ὄρχεις καὶ σωφρονέστερα, λαβρότερα δὲ καὶ ταχύτερα τῶν αὐτοὺς ἐχόντων ἐκτός. ῥητέον δ’ οὖν ἡμῖν πρῶτον μέν, τίνος ἕνεκεν τῇ φύσει πεφρόντισται τοῦ τὰ μὲν εἶναι σώφρονα1 καὶ πεποίηκε τῶν τοιούτων τοὺς ὄρχεις ἐκτός, τὰ δὲ λαβρότερα καὶ ἐντός, τῶν δὲ καὶ παντελῶς κατωλιγώρηκε καὶ οὐκ ἀπέδωκεν ὄρχεις, καὶ διὰ τοῦτό εἰσι καὶ πάντων λαβρότατα. ῥητέον δὲ πρὸς τοῦτο συντόμως ὅτι οὐδὲ τούτων κατωλιγώρησεν, ἀλλὰ καὶ μᾶλλον κατὰ πολὺ πεφρόντικεν· ἐπειδὴ γὰρ ἐν ὕδατι ὄντα οὐ δύνανται ἐπὶ πολὺ ἐνδιατρίβειν, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ, τῇ ἁφῇ, οὐ δέδωκε πρὸς τοῖς ἄλλοις οἷς μέλλει λέγειν λόγοις περὶ τούτων ὄρχεις· ἐν γὰρ τοῖς ἔχουσιν ὄρχεις βραδεῖα δι’ ἃς μαθησόμεθα αἰτίας ἡ πρόεσις τοῦ σπέρματος γίνεται. ἀλλὰ τοῦτο μὲν οὕτως προλελέχθω· ἡμῖν δὲ τὰ εἰρημένα ῥητέον καὶ ἔτι τὴν αἰτίαν καθ’ ἣν συμβαίνει πρώτως καὶ μάλιστα σώφρονα εἶναι τὰ ἐκτὸς ἔχοντα τοὺς ὄρχεις, δευτέρως δὲ καὶ ἧττον τὰ ἐντός, πάντων δὲ ἀκολαστότατα τὰ μηδ’ ὅλως τούτους ἔχοντα· καὶ οὕτως τὴν Ἀριστοτέλους ῥῆσιν μετιτέον. ἰστέον οὖν ὡς ἐπειδὴ ἡ φύσις τοῦ ἀεὶ εἶναι ζῷα καὶ τὰ ἄλλα πάντα ἐφίεται καὶ τούτου στοχάζεται, ὅσα οὐκ ἠδυνήθη φυλάξαι ἀεὶ τὰ αὐτὰ τῷ ἀριθμῷ, τούτοις ἐπρυτάνευσε τὴν ἀϊδιότητα διὰ τοῦ ἀεὶ ἄλλα ἐξ ἄλλων γίνεσθαι. ἀλλ’ ἐπεὶ ὁ συνδυασμὸς ὁ συνεχὴς ἔκλυσιν τοῦ σώματος ἐμποιεῖ δι’ ἃς ἐρεῖ αἰτίας ἐν τῷ παρόντι βιβλίῳ, ὅταν περὶ τῆς φύσεως τοῦ σπέρματος λέγῃ τίς ἐστιν, ἐπεὶ οὖν ἔκλυσιν ἐμποιεῖ, τῇ ἐκλύσει δὲ φιλεῖ ὡς τὰ πολλὰ παρέπεσθαι θάνατον, ὅσα τῶν ζῴων ὀλιγοτόκα πέφυκεν (ἐρεῖ δὲ καὶ τῆς τούτων ὀλιγοτοκίας τὰς αἰτίας ἐν τῷ παρόντι βιβλίῳ καὶ ἐν τοῖς ἐφεξῆς τούτου) ὅσα οὖν πέφυκεν ὀλιγοτόκα, γέγονε2 σωφρονέστερα τῶν ἄλλων προνοίᾳ φύσεως, ὅπως μὴ πολλάκις τῆς ἡμέρας συνδυαζόμενα ἐκλύηται καὶ φθείρηται καὶ τάχιον ἐκποδὼν γένηται τὸ τοιοῦτον γένος. ὅσα δὲ τίκτει μέν, ἀλλὰ πλείω μὲν τῶν ὀλιγοτόκων, ἐλάττω δὲ κατὰ πολὺ τῶν πάνυ πολλὰ τικτόντων, ἧττόν ἐστι σωφρονέστερα τῶν ὀλιγοτόκων· εἰ γὰρ καὶ συμβαίη αὐτοῖς φθορὰ ἐκ τοῦ πολλάκις συνδυάζεσθαι, ἀλλὰ διὰ τὸ πλείω τοῖν δυοῖν καὶ τριῶν τίκτειν, ἔστι δ’ ὅτε καὶ τῶν ἑπτὰ καὶ δέκα, οὐκ ἐπιλείψει τὸ τοιοῦτον γένος ἐκ τοῦ παντός. διὰ τοῦτο οὖν ἧττον ἐφρόντισε τοῦ σώφρονα εἶναι ταῦτα. τῶν δὲ πάμπαν πολλὰ τικτόντων τίς ἡ ἀνάγκη τούτων φροντίσαι; δῆλον γὰρ ὡς οὐκ ἐπιλείψουσι σωρηδὸν γινόμενα. ἡ μὲν οὖν αἰτία τοῦ τὰ μὲν εἶναι σώφρονα μᾶλλον τὰ δ’ ἧττον τὰ δ’ οὐδ’ ὅλως αὕτη.

“正如在关于营养的事项中直肠动物更为贪食一样。” 自此处起,他阐明了下列原因:在具有睾丸和不具有睾丸的动物中,为何一些具有而另一些不具有;在具有睾丸的动物中,为何一些如鸟类那样置于体内,另一些则置于体外。因此他说,正如直肠动物由于直肠构造而使排泄物排出得更快,因而在对食物的欲望上更为贪食,而非直肠动物则更为节制且进食更少,那些不具睾丸而仅有通道的动物(如鱼类),或者虽具睾丸但置于体内的动物(如鸟类),亦是如此。那些全然不具睾丸的动物,在交配的运作上乃是一切之中最为迅速的;而虽具睾丸但置于体内的动物,在此类运作上比不具睾丸者更为迟缓且更为节制,但比将其置于体外者更为贪求且更为迅速。因此我们首先应当说明,自然究竟是为何操心于使一些动物具有节制并将此类动物的睾丸造在体外,而使另一些更为贪求并将[睾丸造在]体内,对于又一些则完全忽视且未赋予睾丸,并因此使它们成为一切之中最为贪求的。对此应当简要说明的是:自然即使对这些动物亦未尝忽视,反而操心得多;因为既然它们生活在水中,不能在接触上耗费长久时间(正如他自己在后文中将要述及的),因此除了他将要就它们陈述的其他理由之外,自然并未赋予它们睾丸;因为在具有睾丸的动物中,由于我们即将知晓的原因,精液的排出变得迟缓。但这一点且先如此预先陈述;而我们必须说明上述事项,并进一步说明为何将睾丸置于体外者首先且最为节制、置于体内者其次且较少节制、而全然不具睾丸者在一切之中最为放纵的原因;如此便当进入亚里士多德的文本。应当知晓的是:既然自然希求动物及其他一切事物永远存在并以此为目标,对于那些未能在数目上始终保持同一的事物,它便通过一物不断从另一物中产生而赋予了永恒性。然而,由于持续的交配会使身体虚脱(原因见他在本卷论及精液的本性究竟为何时所说的),既然引起虚脱,且虚脱往往伴随着死亡,凡是天生少产的动物(关于它们少产的原因,他亦将在本卷及随后的各卷中予以说明),因此凡是天生少产者,借着自然的预虑而比其他动物更为节制,以免它们每日多次交配而致虚脱和灭亡,使此类族类过快地绝迹。至于那些虽然生育但产仔多于少产者、却又远少于多产者的动物,则不如少产者那般节制;因为纵使频繁交配给它们带来灭亡,但由于产仔多于两三只,有时甚至多于七只或十只,此类族类亦不会从宇宙中绝迹。因此,自然对于使这些动物保持节制的操心程度便较轻。至于那些繁育极多的动物,又有何必然性去操心它们呢?因为显而易见,它们成堆地产生,绝不会绝迹。因此,某些动物更为节制、某些较少节制、某些则全然不具节制的原因,便在于此。

语法注2 条
  1. 1.1τῇ φύσει πεφρόντισται τοῦ τὰ μὲν εἶναι σώφρονα

    在非人称完成时被动态“πεφρόντισται”中,与格“τῇ φύσει”用作施事与格。带有中性属格冠词的不定式短语“τοῦ ... εἶναι ...”保留了动词“φροντίζω”支配属格的常规用法,表示关照的对象与内容(“关照于使某些具有……”)。

  2. 1.1ἀλλ’ ἐπεὶ ὁ συνδυασμὸς ... ἐπεὶ οὖν ... ὅσα τῶν ζῴων ... ὅσα οὖν πέφυκεν ὀλιγοτόκα, γέγονε

    原因从句“ἐπεὶ ὁ συνδυασμὸς ...”与主句主语“ὅσα τῶν ζῴων ὀλιγοτόκα πέφυκεν”均被作者的插入语(“δι' ἃς ἐρεῖ αἰτίας...”、“ἐρεῖ δὲ καὶ...”)打断。这两个成分随后分别借助语气词“οὖν”进行复述与承接(复取性 οὖν),最终统摄至主要谓语动词“γέγονε”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:5.35-7.6