- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:67.26-68.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《动物生成论》731b24及后文的注解。菲洛波庞通过永恒的神圣事物与可生灭事物的对比,阐明了生成乃是偶变事物分有善与永恒的途径,而雄性与雌性正是为了生成而存在,并解释了由于真实实体在于个体之中,故可灭事物仅能在形式而非数量上保持永恒。
" Ἐπεὶ γάρ ἐστι τὰ μὲν ἀίδια καὶ θειότατα τῶν ὄντων." Ἐντεῦθεν δείκνυσι τίνος ἕνεκα τὸ ἄρρεν ἐστὶ καὶ θῆλυ καὶ τί συμβάλλεται ἐν τῷ κόσμῳ· δείκνυσι δὲ τοῦτο δεδειχώς, τίνος ἕνεκά ἐστιν ἐν τοῖς οὖσι γένεσις. λέγει οὖν ἐπεὶ γάρ ἐστι τὰ μὲν ἀΐδια καὶ θειότατα τῶν ὄντων, οἷον τά τε κυκλοφορητικὰ σώματα καὶ τὰ τούτων κινητικά, τὰ δ’ ἐνδεχόμενα καὶ εἶναι καὶ μὴ εἶναι, οἷον πάντα τὰ ὑπὸ γένεσιν, τὸ1 δὲ καλὸν καὶ τὸ θεῖον (λέγων καλὸν καὶ θεῖον ἅπερ προσεχῶς εἴρηκεν ἄνωθεν) αἴτιον ἀεὶ τοῦ βελτίονος κατὰ τὴν ἑαυτοῦ φύσιν ἐν τοῖς ἐνδεχομένοις (ἀεὶ γὰρ ἐπὶ τῶν ἐνδεχομένων τοῦ βελτίονός ἐστιν αἴτιον), τὸ δὲ μὴ ἀΐδιον ἐνδεχόμενόν ἐστι μεταλαμβάνειν καὶ τοῦ χείρονος καὶ τοῦ βελτίονος, βέλτιον δὲ ψυχὴ μὲν σώματος καὶ τὸ εἶναι τοῦ μὴ εἶναι καὶ τὸ ζῆν τοῦ μὴ ζῆν, διὰ ταύτας γέγονε τὰς αἰτίας γένεσις τῶν ζῴων.2 ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· ἐπεὶ τὸ μὴ ἀΐδιον ἐνδεχόμενόν ἐστι καὶ εἶναι καὶ μεταλαμβάνειν τοῦ χείρονος καὶ τοῦ βελτίονος, βέλτιον δὲ τὸ εἶναι τοῦ μὴ εἶναι, τὸ δὲ θεῖον ἀεὶ αἴτιόν ἐστι τοῦ βελτίονος, καὶ τῷ μὴ ἀϊδίῳ ἄρα αἴτιον ἔσται καὶ χορηγὸν τοῦ βελτίονος καθ’ ὃν ἐνδέχεται τρόπον. ἐνδέχεται δὲ διὰ γενέσεως· διὰ τοῦτο ἄρα ἐστὶν ἐν τοῖς οὖσι γένεσις, διὰ δὲ ταύτην τὸ ἄρρεν καὶ θῆλυ. φανερὸν ἄρα τίνος ἕνεκέν ἐστι τὸ ἄρρεν καὶ θῆλυ. εἰπὼν δὲ ὅτι διὰ ταύτας τὰς αἰτίας γένεσις τῶν ζῴων ἐστὶ πάλιν ἐπαναλαμβάνει καὶ σαφέστερον ἐκτίθεται τὸν λόγον. ἐπεὶ γάρ, φησίν, ἀδύνατος ἡ φύσις τοῦ τοιούτου γένους, ἤτοι τοῦ ἐνδεχομένου καὶ εἶναι καὶ μὴ εἶναι, ἀΐδιος εἶναι τῷ ἀριθμῷ, γέγονεν ἀΐδιος τῇ διὰ γενέσεως διαδοχῇ· τούτου γὰρ ἐστι δηλωτικὸν τὸ καθ’ ὃν ἐνδέχεται τρόπον, κατὰ τοῦτόν ἐστιν ἀΐδιον τὸ γινόμενον. πάντα γὰρ τὰ ζῷα καὶ τὰ φυτὰ τῷ μὲν εἴδει καὶ τῇ κοινῇ φύσει καὶ τῇ διὰ γενέσεως διαδοχῇ δύναται εἶναι ἀΐδια, τῇ δὲ οἰκείᾳ οὐσίᾳ φθαρτὰ διὰ τὸ τρεπτικὸν καὶ ἀλλοιωτικὸν τῆς ὑποκειμένης αὐτοῖς ὕλης. ἐπεὶ δέ τις ἔμελλε λέγειν ὅτι, ἐπειδὴ ὁ ἄνθρωπος καὶ ὁ ἵππος καὶ τὰ ἄλλα, ᾗ ἄνθρωπος καὶ ᾗ ἵππος, ἄφθαρτά ἐστι καὶ ἀΐδια, τίνος ἕνεκεν οὐ λέγει αὐτὰ ἁπλῶς ἀΐδια, ἀλλὰ ἀριθμῷ μὲν οὐκ ἀΐδια, τῷ εἴδει δὲ ἀΐδια, ἐπήγαγεν τὸ ἡ γὰρ οὐσία τῶν ὄντων ἐν τῷ καθ’ ἕκαστον, δυνάμει λέγων ἐπειδὴ γὰρ τὰ κυρίως ὄντα καὶ αἱ κυρίως οὐσίαι τὰ καθ’ ἕκαστά εἰσι (τὰ γὰρ καθόλου ἐξ ἀφαιρέσεως καὶ ἢ οὐδέν εἰσιν ἢ ὕστερα τῶν καθ’ ἕκαστα, ὡς ἐν τῷ Περὶ ψυχῆς εἴρηται) ἐπειδὴ οὖν κυρίως ὄντα τὰ μερικά εἰσιν, ἅπερ καὶ φθείρεται, πῶς ἂν ἁπλῶς ἀΐδια ῥηθεῖεν καὶ οὐχ ὥσπερ εἴρηται;
“因为既然存在物中的一部分是永恒且至高神圣的”由此他指出雄性与雌性是为了什么而存在,以及在世界中做出了什么贡献;并且他是在证明了在存在物中生成是为了什么之后,指出这一点的。因此他说:既然存在物中的一部分是永恒且至高神圣的,例如周行运转的天体及其推动者,而另一些则是可能存在也可能不存在的,例如处于生成之下的所有事物;又既然美好与神圣之物(他所说的“美好与神圣”,正是他刚才在上面所说的那些事物)在可能的事物中依其自身本性而言始终是较佳状态的原因(因为在可能的事物中,它始终是较佳状态的原因),而非永恒之物则既可能分有较劣状态,也可能分有较佳状态,而灵魂优于身体,存在优于不存在,活着优于不活着,那么正是出于这些原因,动物的生成才出现了。因此,该论证的综合总结是这样的:既然非永恒之物可能存在,也可能分有较劣状态和较佳状态,且存在优于不存在,而神圣之物始终是较佳状态的原因,因此对于非永恒之物而言,神圣之物也将以其可能的方式,成为其较佳状态的原因与提供者。而这是通过生成才成为可能的;因此,生成才存在于存在物之中,而由于生成才有了雄性与雌性。因此,雄性与雌性是为了什么而存在便显而易见了。在说了“正是出于这些原因才有了动物的生成”之后,他又重述了这一论证,并将其阐释得更加明晰。因为他说,既然此种类别的本性——即可能存在也可能不存在者的本性——在数量上不可能永恒,它便通过生成的接续而成为永恒;因为“以其可能的方式,按照这种方式,生成之物是永恒的”这句话正表明了这一点。因为所有的动物和植物在形式上、共同本性上以及通过生成的接续上固然能够是永恒的,但在它们特有的实体上,则由于作为底层的质料易于转换和变质而属于必朽的。并且,既然有人可能会说:“既然人与马及其他事物——即作为整体概念的人与马——是不可朽坏且永恒的,他究竟为了什么不直接称它们为纯然永恒的,反而称它们在数量上非永恒、在形式上才永恒呢?”于是他补充了“因为存在物的实体是在个别事物之中”这句话,其言下之意是说:既然严格意义上的存在物与严格意义上的实体乃是个别事物(因为普遍者出于抽象,要么什么都不是,要么后于个别事物,正如在《论灵魂》中所说的那样);因此,既然严格意义上的存在物乃是这些具体个别事物,并且正是它们会毁灭,那么它们怎么能被直接称为纯然永恒的,又怎能不照所说的那样来表述呢?
- 2.1ἐπεὶ δέ τις ἔμελλε λέγειν ὅτι ... ἐπήγαγεν τὸ
用于引入预设反驳的句式。未完成时态 ἔμελλε 搭配不定式 λέγειν 表示一种预期的假设情况(“既然可能有人会说……”),主句动词 ἐπήγαγεν(“补充道”)则表示亚里士多德对此预先给出的应对。随后的冠词 τό 将引自文本(约 731b34:ἡ γὰρ οὐσία...)的短语名词化。
- 2.1λέγει οὖν ἐπεὶ γάρ ἐστι τὰ μὲν ἀΐδια ... διὰ ταύτας γέγονε τὰς αἰτίας γένεσις τῶν ζῴων.
长大的复合句结构。主句的主干为 λέγει οὖν (...ὅτι...) διὰ ταύτας γέγονε τὰς αἰτίας γένεσις τῶν ζῴων,其间由 ἐπεί 引领的多个原因分句以对照方式并列展开(τὰ μὲν ἀΐδια… τὰ δὲ ἐνδεχόμενα… τὸ δὲ καλὸν… αἴτιον… τὸ δὲ μὴ ἀΐδιον ἐνδεχόμενόν ἐστι… βέλτιον δὲ…)。文中的 ἐπεὶ γάρ 直接呼应了标引词句首(731b24),引出对亚里士多德推论过程的重构。
