- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:66.3-67.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯作为《动物生成论》卷二的引论,论证了雄性与雌性的目的因在于通过个体的接续以保持形式上的永恒性,继而着手解释开篇字句。
Ἐν τῷ πρώτῳ βιβλίῳ πρὸς τοῖς ἄλλοις οἷς ἐν ἐκείνῳ ἔδειξεν ὁρισάμενος τί ἐστι τὸ ἄρρεν καὶ θῆλυ, καὶ ἄρρεν μὲν εἶναί φήσας τὸ εἰς ἄλλο γεννῶν, θῆλυ δὲ ἐν ᾧ ἄλλο γεννᾷ, δείξας δὲ ὅτι ἀρχαί εἰσι τὸ ἄρρεν καὶ θῆλυ γενέσεως, τὸ μὲν ἄρρεν ὡς κινοῦν καὶ ποιοῦν, τὸ δὲ θῆλυ ὡς διδὸν τὴν ὕλην, ἐν τῷ παρόντι δευτέρῳ βιβλίῳ ζητεῖ1 πρὸ τῶν ἄλλων ἁπάντων, ὧν ἐν τούτῳ τὴν μνείαν ποιήσεται, τίνος ἕνεκέν ἐστιν ἐν τῷ παντὶ τὸ ἄρρεν καὶ θῆλυ καὶ τίς ἡ ὠφέλεια αὐτοῦ ἐν τοῖς οὖσι. τὸ γὰρ ζητεῖν τὴν αἰτίαν τὴν ἕνεκά τινος, ἥπερ ἐστὶν ἡ τελική, τὸ δὴ ζητεῖν τίνος ἕνεκα καὶ διὰ τί ὅλως ἐστὶ τὸ ἄρρεν ἐν τῷ παντὶ καὶ τὸ θῆλυ, τὸ ζητεῖν ἐστι τί συμβάλλεται ἐν τῷ κόσμῳ καὶ τίς ἡ ὠφέλεια αὐτοῦ· καὶ ἐπεὶ κεῖται καὶ δέδεικται ὅτι τὸ ἄρρεν καὶ τὸ θῆλυ ἀρχαὶ γενέσεώς εἰσι, ζητεῖ, τίς ἡ τῆς γενέσεως ἐν τῷ κόσμῳ ὠφέλεια, καὶ τοῦτο εὑρηκὼς ἔχει καὶ τίς ἡ τοῦ ἄρρενος καὶ θήλεος. εἰ γὰρ καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ ἀρχαὶ γενέσεως, ἡ δὲ γένεσις πρὸς τόδε τι συμβάλλεται καὶ ὠφελεῖ καὶ τούτου ἕνεκα ἐστι, δῆλον ὅτι καὶ τὸ ἄρρεν διὰ τοῦτο ἂν εἴη, δι’ ὃ καὶ ἡ γένεσις. δείκνυσι δὲ τὴν τῆς γενέσεως ἐν τῷ κόσμῳ ὠφέλειαν λέγων δυνάμει τοιάδε. τὰ θεῖα βούλεται ἀεὶ πάντα ποιεῖν ὅμοια ἑαυτοῖς, ἤτοι ἀΐδια τῷ ἀριθμῷ· ὁ γὰρ ἥλιος ὁ αὐτὸς καὶ εἷς τῷ ἀριθμῷ ἐστιν, ὁμοίως δὲ καὶ ἕκαστον τῶν θείων σωμάτων· καὶ ἔτι μᾶλλον τὰ τούτων κινητικὰ βούλεται μὲν ἀΐδια πάντα τῷ ἀριθμῷ ποιεῖν, διά τε τὴν οἰκείαν αὐτοῖς ἀγαθότητα καὶ διὰ τὸ βέλτιον τυγχάνειν τὸ εἶναι τοῦ μὴ εἶναι καὶ τὸ ζῆν τοῦ μὴ ζῆν. ἀλλὰ διὰ τὸ μὴ δύνασθαι πᾶσι τοῖς ἐν γενέσει τὴν ὑποκειμένην καταδέχεσθαι ὕλην τὴν τοιαύτην ἀϊδιότητα (ἀλλοιοῖ γὰρ καὶ μετατρέπει τὰ εἴδη καὶ νῦν μὲν τάδε δέχεται ἀποπτύσασα ἅπερ πρότερον εἶχεν, ὁτὲ δὲ ἄλλα) πεποίηκεν αὐτὰ ἀΐδια τῷ εἴδει καὶ τῇ καθ’ ἕκαστον διαδοχῇ. διαδέχεται γὰρ παῖς τὸν πατέρα καὶ τὸν παῖδα ὁ ἐξ αὐτοῦ γεγονώς, καὶ οὕτως ἀεὶ τῇ διαδοχῇ καὶ τῷ εἴδει φυλάττουσι τὴν ἀιδιότητα. διὰ τὴν τοιαύτην οὖν διαδοχήν ἐστιν ἡ γένεσις, διὰ δὲ τὴν γένεσιν τὸ ἄρρεν καὶ θῆλυ. Ἡ μὲν οὖν τοῦ λόγου συναγωγὴ καθ’ ὃν δείκνυται, τίνος ἕνεκεν ἐν τοῖς οὖσίν ἐστι τὸ ἄρρεν καὶ θῆλυ καὶ τίς ἡ ὠφέλεια αὐτῶν, αὕτη· ἤδη δὲ βαδιστέον ἐπὶ τὴν τῶν λέξεων σαφήνειαν. τὸ δὲ θῆλυ, φησί, καὶ τὸ ἄρρεν ὅτι μέν εἰσιν ἀρχαὶ γενέσεως καὶ τίς ἡ φύσις αὐτοῖς, εἴρηται πρότερον. διὰ ποίαν δὲ ὕλην γίνεται καὶ ἔστι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ὁμοίως δὲ καὶ τί τὸ προσεχῶς ποιοῦν τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, μετὰ ταῦτα ἐροῦμεν· τίνος δὲ ἕνεκεν καὶ τί τὸ τέλος αὐτῶν καὶ ἡ ὠφέλεια, ἄνωθεν ἔχει τὴν ἀρχήν, τουτέστι διὰ τὴν τῶν ἄνωθεν βούλησιν ἔχει τὴν ἀρχὴν καὶ αἰτίαν τοῦ εἶναι. ἄνωθεν λέγοι ἂν τάχα μὲν τὰ θεῖα καὶ κυκλοφορητικὰ σώματα (αὐτὰ γὰρ προσεχέστερον δρᾷ καὶ ποιεῖ εἰς τὰ τῇδε), τάχα δὲ καὶ τὰς ἀσωμάτους καὶ θειοτάτας καὶ μακαριωτάτας φύσεις ὑφ’ ὧν αὐτὰ κινεῖται, ἢ καὶ ἀμφοτέρας. εἴη δ’ ἂν τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον· διὰ τί δὲ γίνεται καὶ ἔστι τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν, ὡς μὲν ἐξ ἀνάγκης καὶ ποίας ὕλης καὶ τοῦ ἤτοι τίνος πρώτως κινοῦντος (τὸ γὰρ τοῦ ἀντὶ τοῦ τίνος εἴληπται)2 προϊόντα πειρᾶσθαι δεῖ φράζειν. τὸ δ’ ἐξ ἀνάγκης καὶ ποίας ὕλης ἐκ παραλλήλου κεῖται· ἐρεῖ οὖν ἐφεξῆς, ὡς εἴπομεν, ἐκ ποίας μὲν ὕλης γίνεται τὸ ἄρρεν, ποίας δὲ τὸ θῆλυ, ὁμοίως δὲ καὶ τί τὸ προσεχῶς ποιοῦν αὐτά.
在第一卷中,他在该卷所论证的其他事情之外,界定了什么是雄性与雌性,并指出雄性是在另一事物中生成者,而雌性是在其中另一事物进行生成者,且指明了雄性与雌性是生成的本原,雄性作为运动者和造就者,雌性作为提供质料者;在当下的第二卷中,他在本卷将要提及的所有其他事情之前,探讨为了何种目的雄性与雌性存在于全(宇宙)之中,以及它在存在物中的效用是什么。因为探讨目的之原因(即目的因)——也就是探讨究竟为了什么以及到底为何全(宇宙)中存在雄性与雌性——也就是探讨它在世界中做出了什么贡献,以及它的效用是什么;并且既然已经设定且证明雄性与雌性是生成的本原,他便探讨生成在世界中的效用是什么,而一旦找到了这个,他也就能把握雄性与雌性的效用是什么。因为如果雄性与雌性都是生成的本原,而生成有助于且有益于某一特定事物,并且是为此目的而存在,那么显而易见,雄性[与雌性]也是为了生成所为了的那一目的而存在。他通过实质上陈述如下内容,指出了生成在世界中的效用:神圣事物总是意愿使一切事物与自身相似,也就是在数量上永恒;因为太阳在数量上是同一且唯一的,神圣天体中的每一个同样也是如此;而这些天体的推动者甚至更意愿使一切事物在数量上永恒,这既是由于它们固有的善,也是由于存在优于不存在,活着优于不活着。但由于在所有处于生成之中的事物内部,作为底层的质料无法接纳这种永恒性(因为质料使形式发生改变和转换,此刻接纳这些形式而唾弃之前所具有的形式,另一时刻又接纳其他形式),它们便使之在形式上以及在个体的接续上成为永恒。因为儿子接续父亲,从他所生之人又接续儿子,如此通过接续和在形式上始终保持其永恒性。因此,正是由于这种接续才有了生成,而由于生成才有了雄性与雌性。因此,借以表明雄性与雌性为了何种目的存在于存在物之中以及它们的效用是什么的论证总结,就是如此;现在应当进而阐明文句。他说,雌性与雄性是生成的本原以及它们的本性是什么,先前已经讲过;但是雌性与雄性是通过何种质料生成并存在的,同样地,直接造就一方为雄性而另一方为雌性的是什么,我们将在这些之后加以说明;至于它们是为了什么,以及它们的目的和效用是什么,“从上方具有其本原”,也就是说,由于上方之物的意愿,它才具有其存在的本原和原因。所谓“从上方”,他大概一方面意指神圣且周行运转的天体(因为它们对这里的事物具有更切近的作用和造就),另一方面大概也指推动天体的无形体、至神圣且至福的诸本性,或者兼指两者。而文句的续脉大概是这样的:“至于为何一方生成并作为雌性,而另一方作为雄性,作为出于必然以及出于何种质料,并且出于那个——也就是出于何种(τίνος)——最初运动者(因为 τοῦ 在这里被用来替代 τίνος),应当在行文中尝试予以说明”。“出于必然”与“出于何种质料”是并列置放的;因此正如我们所说,他接下来将依次说明雄性由何种质料生成,雌性由何种质料生成,同样也将说明直接造就它们的是什么。
- 2.0Ἐν τῷ πρώτῳ βιβλίῳ πρὸς τοῖς ἄλλοις ... ζητεῖ
主句的主干为 Ἐν τῷ παρόντι δευτέρῳ βιβλίῳ ζητεῖ πρὸ τῶν ἄλλων ἁπάντων... τίνος ἕνεκέν ἐστι...(“在当下的第二卷中,他在所有其他事情之前探讨……为了什么……”)。紧随前置词短语 Ἐν τῷ πρώτῳ βιβλίῳ 的分词短语 ὁρισάμενος、φήσας、δείξας 均修饰主句主语(亚里士多德),在总结第一卷所确立的前提之后,以对比方式引出第二卷的核心议题。
- 2.0τὸ γὰρ τοῦ ἀντὶ τοῦ τίνος εἴληπται
关于亚里士多德原文短语 καὶ τοῦ πρώτως κινοῦντος 中的定冠词属格 τοῦ,斐洛庞奴斯作出语法注记,说明此处 τοῦ 是用来替代疑问代词 τίνος(“什么”)。由此,整个短语作为名词性从属疑问表达,意为“以及出于何种最初推动者”。
