← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§64.1-65.8

第一原因的摄理与动植物中雌雄的目的论

针对亚里士多德在《动物生成论》第一卷末尾(731a24起)关于自然合目的性造化的论述,注释者阐释了作为第一原因的理智、植物中雌雄未分离与动物中雌雄分离的目的论根据(确保认知机能)、作为中间物的介壳类的性质,以及感觉价值的相对性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25

" Καὶ ταῦτα πάντα εὐλόγως ἡ φύσις δημιουργεῖ ἕως τοῦ τέλους τοῦ βιβλίου." Ἀνάγει ἑαυτὸν συνήθως πρὸς τὴν πρώτην ἀρχήν· ταύτην γὰρ εἶπε φύσιν καὶ πρῶτον αἴτιον, ὅπερ πρῶτον αἴτιον ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικὰ ζῷον ἀΐδιον ἄριστον εἴρηκε. σύνηθες δὲ αὐτῷ τὴν τοιαύτην ἀρχήν, τὸν πολυτίμητον νοῦν, φύσιν καλεῖν· σαφῶς οὖν καὶ διὰ τούτων δείκνυται πρόνοιαν τῶν ἐνταῦθα ὁμολογῶν. εἰπὼν δὲ πολλάκις ὅτι οἱ καρποὶ μῖγμά εἰσιν ἄρρενος καὶ θήλεος καὶ οἷον κύημα, ἐπὶ δὲ τῶν ζῴων, ὥσπερ καὶ φαίνεται, κεχώρισται τὸ ἄρρεν ἀπὸ τοῦ θήλεος, τὴν ἑκατέρου τούτων αἰτίαν διὰ τούτων ἐπήγαγεν. εὐλόγως οὖν, φησίν, ὁ θεὸς καὶ ἡ φύσις ταῦτα ἐδημιούργησεν· ἐπειδὴ γὰρ τῶν φυτῶν οὐδέν ἐστιν ἄλλο ἔργον οὐδὲ πρᾶξις οὐδεμία πλὴν τοῦ τρέφεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς, οὐκ ἐχώρισεν ἐπὶ τούτων τὸ ἄρρεν ἀπὸ τοῦ θήλεος· τί γὰρ ἂν ὠφέλει κεχωρισμένα ὄντα; ἀλλὰ περὶ μὲν τῶν φυτῶν εἴρηκε καὶ ἐν τῇ Περὶ φυτῶν πραγματείᾳ. τῶν δὲ ζῴων ἐπειδὴ οὐ μόνον ἐστὶν ἔργον τὸ γεννῆσαι, ἀλλὰ καὶ γνώσεώς τινος πάντα μετέχει, διττῆς δὲ οὔσης τῆς γνώσεως, καὶ τῆς μὲν διὰ νοῦ καὶ θεωρίας, τῆς δὲ δι’ αἰσθήσεως (γνῶσις γάρ τις καὶ ἡ αἴσθησις· κρίνει γὰρ καθόλου εἰπεῖν τὰ ἡδέα καὶ λυπηρά) τὰ μὲν μετέχοντα πρὸς ταῖς αἰσθήσεσι καὶ νοῦ ὥσπερ ὁ ἄνθρωπος πλειόνων μετέχουσι γνώσεων,1 τὰ δὲ ἐλαττόνων, τὰ δὲ τὴν ἁφὴν μόνον ἔχοντα πάμπαν μικρᾶς, ἐπεὶ οὖν πρὸς τῷ γεννᾶν μετέχουσιν καὶ γνώσεως, ἐχώρισεν ἀπ’ ἀλλήλων ἐν τούτοις τὸ ἄρρεν καὶ θῆλυ, ἵν’ ἀνεμποδίστως καὶ καλῶς διατελῶσι περὶ τὰς γνώσεις ὧν μετειλήφασι· σύγχυσις γὰρ ἂν ἐγίνετο ὑπ’ ἀλλήλων μεμιγμένων ὄντων τοῦ ἄρρενος καὶ θήλεος, καὶ πάμπαν ἀδρανὴς ἦν ἡ γνῶσις αὐτῶν καὶ συγκεχυμένη καὶ οὐ καθαρὰ καὶ ἑδραία. διὰ μὲν οὖν ταῦτα ἐχώρισεν αὐτὰ ἀπ’ ἀλλήλων ὁ θεός· ὅταν δὲ δεήσῃ ἐκπληρῶσαι τὸ τοῦ ζῶντος ἔργον, οἷον τὴν γέννησιν, τότε συνδυάζεται καὶ γίνεται ἓν ὥσπερ φυτόν. τὰ δὲ ὀστρακόδερμα ἐπειδὴ μεταξύ ἐστι τῶν ζῴων καὶ τῶν φυτῶν, οὐδετέρων γίνεται μόνον ἔργον, ἀλλ’ ὡς μὲν φυτὰ οὐκ ἔχει τὸ θῆλυ καὶ τὸ ἄρρεν (οὐδὲν γὰρ τῶν φυτῶν ἢ θῆλυ ἢ ἄρρεν ἐστίν, ἀλλ’ ἔχει ἕκαστον ἐν ἑαυτῷ ἀμφοτέρων τοῦ τε θήλεος καὶ τοῦ ἄρρενος μεμιγμένας τὰς δυνάμεις, κἂν λέγηταί τινα τούτων τὰ μὲν θήλεα τὰ δ’ ἄρρενα, κατὰ μεταφορὰν λέγονται) ὡς μὲν οὖν φυτὰ οὐδέτερόν ἐστι τούτων ἄρρεν ἢ θῆλυ ὡς δὲ ζῷα οὐ φέρει ἐξ ἑαυτῶν καρπόν· τοῦτο γὰρ τὸ ἐξ ἑαυτῶν φέρειν καρπὸν τῶν φυτῶν ἐστιν ἴδιον. ἡ μὲν οὖν λεγομένη σύμπασα ἕως τοῦ τέλους τοῦ βιβλίου ἔννοια αὕτη. κατὰ δὲ τὴν λέξιν τὴν ταύτης δὲ τὸ τίμιον καὶ τὸ ἄτιμον πολὺ διαφέρει σκοποῦσι2 πρὸς φρόνησιν καὶ πρὸς τὸ τῶν ἀψύχων γένος, ὅτι περὶ τῆς αἰσθήσεως αὐτῷ εἴρηται τοῦτο, δῆλον. ὃ δ’ ἂν λέγοι, τοιοῦτον ἂν εἴη· εἰ μὲν οὖν ἡ αἴσθησις συγκρίνοιτο πρὸς φρόνησιν καὶ τὸ μεγαλεῖον τῆς φρονήσεως, ἄτιμός ἐστιν· εἰ δέ τις αὐτὴν παραβάλλει πρὸς τὰ ἄψυχα καὶ τὴν αὐτῶν ἀναισθησίαν καὶ τὸ τεθνεὸς καὶ μὴ ὄν, ὄψεται αὐτὴν μέγιστόν τι καὶ τίμιον.

“而自然合情合理地造就了所有这一切,直至本卷结束。” 他照例将自己引回第一本原;因为他将此称为“自然”和“第一原因”,他在《形而上学》卷十二(Lambda)中将这第一原因称为“永恒而最优良的动物”。而将这样的本原,即至为崇高的理智称为“自然”,是他的惯例;因此,通过这些言述也清楚地表明他承认对这里[地上]的事物存有照料(摄理)。他在多次谈及果实是雄性与雌性的混合物、犹如胎块,而在动物中正如显而易见的那样雄性与雌性相分离之后,便通过这些话引入了这两者各自的原因。因此,他说,神与自然合情合理地造就了这些;因为既然植物除了摄取滋养和产生与自身相似的后代之外,没有任何其他功能(功用)或行动,因而在它们身上并未将雄性与雌性分开;因为如果分开,又有什么益处呢?不过关于植物,他在《论植物》的专题研究中也已谈过。而在动物方面,既然并非只有产生后代是其功用,而且一切动物也都分有某种认识,而认识是双重的,一种是通过理智与观照,另一种是通过感觉(因为感觉也是某种认识;因为大体而言它辨别快乐与痛苦的事物),那些在感觉之外还分有理智的动物(如人类)便分有更多的认识,其他动物分有较少的认识,而仅有触觉的动物则分有极其微小的认识;因此,既然它们在繁殖之外也分有认识,他便在这些动物中将雄性与雌性彼此分开,以便它们能够毫无阻碍且优良地持续从事于它们所分有的诸认识;因为如果雄性与雌性彼此混杂,就会产生混乱,它们的认识就会完全无力、混浊,既不纯粹也不稳固。因此,神正是由于这些缘由而将它们彼此分开;然而当需要完成生灵的功能(即生殖)时,它们便在那时交配并变得宛如植物一样合为一体。另一方面,由于介壳类处于动物与植物之间,因而并不单单产生其中任何一方的功用;相反,作为植物,它们不具有雌性与雄性(因为植物没有一种是雌性或雄性,而是各自在自身内部混合地具有雌雄两者的潜能,即使其中某些被称为雌性而另一些被称为雄性,也是依据隐喻而说的);因此作为植物,它们既非雄性亦非雌性,但作为动物,它们并不从自身结出果实;因为从自身结出果实是植物特有的。因此,直至本卷结束所论述的全部大意就是如此。而在“对于向着明智以及向着无灵魂者的品类加以考察的人而言,此者的贵与贱差异巨大”这一字句中,显而易见这是他就感觉所说的话。而他所说的意思大概是这样:如果感觉与明智以及明智的崇高相比,它是低贱的;但如果有人将它与无灵魂者、它们的无感觉状态、已死的事物和非存在相比较,便会看到它是某种极大而尊贵之物。

语法注2 条
  1. 1.25τὰ μὲν μετέχοντα πρὸς ταῖς αἰσθήσεσι καὶ νοῦ ὥσπερ ὁ ἄνθρωπος πλειόνων μετέχουσι γνώσεων

    该句骨架为一个三项对照结构:τὰ μὲν [μετέχοντα...] πλειόνων μετέχουσι γνώσεων,τὰ δὲ [省略动词与名词,仅留属格 ἐλαττόνων],以及 τὰ δὲ [τὴν ἁφὴν μόνον ἔχοντα] πάμπαν μικρᾶς [省略动词与名词]。中性复数分词主语支配了复数动词 μετέχουσι(顺意一致)。

  2. 1.25σκοποῦσι

    与格分词 σκοποῦσι 用作判断的与格或关系与格,指明考察与评价的主体(“对于……加以考察的人而言”)。句首的属格 ταύτης 如上下文所述指感觉(αἴσθησις),作定语从属于主语 τὸ τίμιον καὶ τὸ ἄτιμον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:64.1-65.8