← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§62.21-63.33

质料中作制者的活动与木匠比喻

斐洛波诺斯基于亚里士多德关于“木匠在木材之旁”的比喻(730b4),结合《物理学》阐明作制者的活动存在于质料之中,对比了使用工具的繁殖与类似手工作业的繁殖,并解释了恩培多克勒关于树木“产卵”的诗意表达。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24

" Ὥστε ἀνάγκη ἐν τῷ θήλει ὑπάρχειν τὸν τόκον· καὶ γὰρ πρὸς τῷ ξύλῳ ὁ τέκτων.1" Τέκτονα πάλιν ἐνταῦθα τὴν τοῦ τέκτονος ἐνέργειαν λέγει. τὸ δὲ παρὸν ἐπιχείρημα ἤρτηται καὶ τὸ κῦρος ἔχει ἀπὸ τῶν ἐν τῇ Φυσικῇ ἀκροάσει δειχθέντων· δέδεικται γὰρ ἐκεῖσε ὅτι ἡ ἐνέργεια τοῦ ποιοῦντος ἐν τῷ πάσχοντι καὶ γινομένῳ καὶ ὅλως ὕλης λόγον ἐπέχοντί ἐστιν. ἡ γὰρ τοῦ διδάσκοντος ἐνέργεια ἐν τῷ μανθάνοντι γίνεται καὶ ἐστίν. ἔστι μὲν γὰρ ἡ τοῦ διδάσκοντος ἐνέργεια ἐν αὐτῷ, ἀλλὰ καὶ ἐν τῷ μανθάνοντι· ὁμοίως γὰρ καὶ ἡ τοῦ πυρὸς ἐν τῷ θερμαινομένῳ ὕδατι, ὥστε καὶ ἡ τοῦ κατ’ ἐνέργειαν τέκτονος ἐνέργεια ἐν τῷ ξύλῳ. εἰ δὴ ταῦθ’ οὕτως, ἐστὶ δὲ καὶ ἡ τοῦ σπέρματος ἐνέργεια ἐν τῷ τοῦ θήλεος περιττώματι, ἐν τῷ θήλει ἂν εἴη ὁ τόκος καὶ ἡ ὕλη καὶ οὐκ ἐν τῷ ἄρρενι. ἐν δὲ τῇ λέξει τῇ κινοῦσι τὰς χεῖρας ἤ τι ἕτερον μόριον κινεῖ μὲν τὰς χεῖρας ἡ ψυχὴ ἐν τοῖς τεχναστοῖς, ἐν δὲ ταῖς τῶν ἀρρένων πρὸς τὰ θήλεα ὁμιλίαις ἕτερόν τι, οἷον αἰδοῖον ἢ ἄλλο τι τοιοῦτον. ὅτι δὲ καὶ ἄλλην μὲν κίνησιν κινεῖ τὰς χεῖρας ἡ ψυχή, ὅταν ποιῇ κλίνην, ἄλλην δὲ ὅταν σφαῖραν, δῆλον. πάνυ δὲ σαφέστατα ἀπαγγέλλει ὃ πολλάκις ἡμεῖς εἴπομεν, ὅτι τῷ σπέρματι ἡ φύσις ὡς ὀργάνῳ, οἷον σκεπάρνῳ, ἢ ὀχήματι χρῆται. καὶ ὅσα μὲν προΐεται σπέρμα, χρῆται ὡς ὀργάνῳ τῷ σπέρματι καὶ ἔοικε τοῖς τεκταινομένοις· πάντες γὰρ οὗτοι δι’ ὀργάνων ποιοῦσιν, ὅσα ἂν ποιήσωσιν. ἐν ὅσοις δὲ τὸ θῆλυ ἐναφίησί τι τῶν αὑτοῦ μορίων πρὸς τὸ ἄρρεν δι’ ἀσθένειαν καὶ τὸ μὴ δύνασθαι ὀργάνῳ χρῆσθαι, ὥσπερ τινὰ τῶν ἐντόμων, ταῦτα δὴ πάντα τὰ δεχόμενα εἰς ἑαυτά τι τῶν τοῦ θήλεος, ἐοίκασιν τοῖς πλάσταις· οὐ γὰρ δι’ ὀργάνων οὗτοι τὰς χύτρας ἢ τὸν κηρὸν ἕτεροι καὶ ἄλλοι τὴν κέραμον πλάττουσιν, ἀλλὰ διὰ τῶν οἰκείων χειρῶν μόνων. Ἀποδέχεται δὲ τὸν Ἐμπεδοκλέα εἰπόντα “οὕτω δ’ ᾠοτοκεῖ μικρὰ δένδρεα πρῶτον ἐλαίας”. λέγει δὲ μικρὰ δένδρεα καὶ ἐλαίας τοὺς πυρῆνας, ὧν τὸ περικάρπιον ἐσθίομεν. ἀντὶ γοῦν τοῦ εἰπεῖν οὕτω, τὰ δένδρα αἱ ἐλαῖαι γεννῶσιν ἐλαίας, ὧν οἱ πυρῆνες ἐν τῇ γῇ σπαρέντες, πρῶτον μὲν γίνονται ἐξ αὐτῶν μικρὰ δένδρα, εἶθ’ οὕτως ἐλαῖαι, εἶπεν “οὕτω δ’ ᾠοτοκεῖ”. διὰ γὰρ τὸ εἶναι τὸ ᾠόν, οὐ τὸ ὑπηνέμιον, ἀλλὰ τὸ ἐξ ὀχείας γεγονὸς κύημα, εἶναι δὲ καὶ ἕκαστον τῶν πυρήνων κύημα, τροπῇ χρησάμενος ὡς ποιητὴς εἴρηκε τὰς ἐλαίας, αὐτά φημι τὰ ἤδη καρποφορεῖν δυνάμενα δένδρα, ὄρνιθας ᾠοτοκούσας οὐχὶ ᾠά, ἀλλὰ ἐλαίας· δένδρα δὲ μικρὰ ἐκάλεσεν αὐτάς, ὅτι δυνάμει δένδρα εἰσίν. ὥσπερ δέ, φησί, μέρος μέν τι τοῦ ᾠοῦ γίνεται νεοττός, μέρος δέ τι καταλιμπάνεται εἰς τροφὴν τοῦ νεοττοῦ, οὕτω καὶ ἐπὶ τῶν καρπῶν μέρος μέν τι γίνεται βλάστη, μέρος δέ τι τροφὴ τῆς βλάστης, ἥτινι τροφῇ ἐπιγίνεται καὶ ἄλλη καθ’ ἑκάστην ἐκ τῆς γῆς, καὶ οὕτω κατὰ βραχὺ αὔξεται ἡ βλάστη. ὥστε καὶ διὰ τοῦτο εἴη ἂν ὁ Ἐμπεδοκλῆς εἰπὼν τὰς ἐλαίας2 ᾠοτοκεῖν. πρώτη δὲ ῥίζα λέγεται ἣν πρότερον εἴρηκε πυθμένα. ὅτι δὲ τὸ ἄρρεν καὶ τὸ θῆλυ ὡς ἕν τι ζῷον γίνονται ἐκ δυοῖν ζῴοιν ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ, δῆλον τῇ ὄψει. ἐπείσακτον δὲ μόριον τὸ σπέρμα λέγει· πᾶν γὰρ περίττωμα ἐπείσακτόν ἐστιν· ὅπερ ἐπείσακτον μόριον ἐν πλείονι χρόνῳ συνίστησι τὸ κύημα ἤπερ τὰ ἄναιμα.3 τὸ μὲν γὰρ τῶν ἐναίμων σπέρμα καὶ ἡ ἐν αὐτῷ δύναμις ἐν ἑπτὰ τοὐλάχιστον ἡμέραις συνίστησι τὸ κύημα, ἡ δὲ τῶν ἀναίμων, ἐν οἷς τὸ θῆλυ προΐεται εἰς τὸ ἄρρεν τι τῶν ἑαυτοῦ, ἐν μιᾶς ἡμέρας μορίῳ· ὥστε ἐν πλείονι ἡ τῶν ἐναίμων δύναμις συνίστησι τὸ κύημα χρόνῳ.

“因此,产物必然存在于雌性之中;因为木匠也是在木材之旁的。” 在这里,他再次以“木匠”指称木匠的现实活动。而当前的推论依赖于《物理学》中所表明的道理并由此获得其效力:因为在那里已经表明,作制者的现实活动存在于受动者、生成者以及总括而言承担质料定义(角色)的事物之中。因为施教者的现实活动在学习者中发生并存在。因为施教者的现实活动虽在其自身之中,但也在学习者之中;因为同样地,火的现实活动也在被加热的水中,从而现实活动着的木匠的现实活动也在木材之中。如果这些情况确实如此,而精液的现实活动也在雌性的残余物之中,那么产物和质料就应当存在于雌性之中,而非在雄性之中。而在“它们活动双手或某些其他部位”这一字句中,灵魂在人造物中活动双手,而在雄性与雌性的交媾中则活动其他某个部位,例如生殖器或诸如此类的其他部位。而灵魂在制作床榻时以一种运动活动双手,而在制作球体时以另一种运动活动双手,这也是显而易见的。并且他非常清楚地表达了我们多次说过的观点,即自然将精液作为工具(例如手斧)或作为运载工具来使用。所有排出精液的动物都将精液作为工具使用,并且类似于从事木作的人;因为这些人无论制作什么,全都是通过工具制作的。而在由于衰弱以及无法使用工具而由雌性将自身的某些部位插入雄性之中的那些动物(如某些昆虫)那里,所有这些将雌性的某些部位接纳进自身之中的动物,都类似于塑形工匠(陶工);因为这些人并不是通过工具塑造水罐,其他人也不是通过工具塑造蜡,另一些人也不是通过工具塑造陶器,而是单单通过他们自己的双手。并且他赞同恩培多克勒所说的“因此,幼树首先产卵,即橄榄”。而他所谓的“幼树”和“橄榄”,是指我们食用其果皮的核。总之,他没有这样说:“树木即橄榄树生出橄榄,其核被播种在土壤中后,首先从中生出幼树,然后以这种方式长成橄榄树”,而是说了“因此产卵”。因为既然卵——不是指顺风卵,而是指从交配生成的——是胎块,而每个果核也是胎块,他就运用诗人的借喻手法,将橄榄树(我是指那些已经能够结果的树木本身)说成产下的不是卵而是橄榄的鸟类;并且他称它们为“幼树”,是因为它们在潜能上是树木。他说:“正如卵的某一部分成为雏鸟,而某一部分被留作雏鸟的营养,果实的情况也是如此,某一部分成为嫩芽,而某一部分成为嫩芽的营养,每天还会从大地向这种营养追加另外的营养,嫩芽就以这种方式逐渐长大。”因此,恩培多克勒也正是基于这一缘由才说橄榄产卵的。而他先前称为“基底”的,被称为“第一根”。至于雄性与雌性在交媾时刻由两个动物变得宛如一个动物,这在视觉上是显而易见的。并且他将精液称为“外来的部位”;因为一切残余物都是外来的;这种外来的部位在比无血动物[的潜能]更长的时间内构建胎块。因为有血动物的精液及其中的潜能至少在七天之内构建胎块,而雌性将自身的一部分排出进入雄性体内的无血动物[的潜能],则在一天的一部分时间内完成构建;因此有血动物的潜能是在更长的时间内构建胎块的。

语法注3 条
  1. 1.24πρὸς τῷ ξύλῳ ὁ τέκτων

    介词 πρός 接与格表示空间上的临近(“在木材之旁”/“面对木材”),同时涵指工匠正作用于材料的操作状态。此处补足省略的系词(ἐστί),用作与《物理学》卷三第三章“作制者的现实活动在受动者(质料)之中”相对应的比喻。

  2. 1.24τροφῇ χρησάμενος ὡς ποιητὴς εἴρηκε τὰς ἐλαίας, αὐτά φημι τὰ ἤδη καρποφορεῖν δυνάμενα δένδρα, ὄρνιθας ᾠοτοκούσας οὐχὶ ᾠά, ἀλλὰ ἐλαίας

    动词 εἴρηκε 支配双重宾格结构(直接宾语 τὰς ἐλαίας 与补足语宾格 ὄρνιθας ᾠοτοκούσας)。插入语 αὐτά φημι... δένδρα 起同位语解释作用,澄清这里的 τὰς ἐλαίας 指的是“橄榄树”本身而非“橄榄果实”。

  3. 1.24ἐν πλείονι χρόνῳ συνίστησι τὸ κύημα ἤπερ τὰ ἄναιμα

    在 ἤπερ 引导的比较从句中,主语和动词(“比起无血动物[的潜能/精液构建胎块]”)被省略,形成了简缩比较(comparatio compendiaria)。紧随其后的句子明确展开了有血动物与无血动物之间的这种对称结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:62.21-63.33