← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§61.9-62.20

后交配雄性的相似性与精液的作制能力

菲洛波庞根据雌鸟与多只公鸡交配后雏鸟会长得像后交配者的现象,论证了雄性精液仅贡献作制能力而非质料,随后逐字逐句解释了《动物的生成》原文中的疑难语句(配种雄性的含义、反驳泛生论的推论、精液排放的走向以及第一质料的存在方式等)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23#2

γίνεται οὖν ὅμοιος καὶ κατὰ τὸ χρῶμα καὶ κατὰ τὸ μέγεθος· κεκοπιακυίας γὰρ τῆς δυνάμεως, ἣν ἐκόμισε τὸ τοῦ πρότερον ὀχεύσαντος ἀλεκτρυόνος σπέρμα καὶ ἀσθενησάσης ἐν τῷ συνιστάναι καὶ δημιουργεῖν τὸ ὠχρόν, ὕστερον εἰσελθοῦσα τοῦ ὕστερον ὀχεύσαντος δύναμις ἀκμάζουσα ἐκκρούει τὴν προτέραν καὶ ἄγει τὸ προδημιουργηθὲν εἰς τὴν ἑαυτοῦ φύσιν. ὥστε ποιητικὴν μόνην δύναμιν τὸ ἄρρεν δίδωσιν, ἀλλ’ οὐχ ὕλην· εἰ γὰρ ὕλην, οὐκ ἂν ἐγίνετο ὁ νεοττὸς ὅμοιος τῷ ὕστερον ὀχεύσαντι. οὐ γὰρ αἱ ὗλαι εἰς ἑαυτὰς μεταβάλλουσι τὰς τῶν πραγμάτων φύσεις καὶ ποιοῦσιν αὐτὰς οἷαί εἰσιν αὐταί, ἀλλὰ τὰ ποιητικά· οὐ γὰρ τὰ ξύλα μεταβάλλουσι τὸ πῦρ εἰς ξύλα, ἀλλὰ τὸ πῦρ τὰ ξύλα εἰς πῦρ. εἰ δέ τις ἐνίσταται λέγων καὶ μήν τινος εἰς πολὺν οἶνον σταλαγμὸν ἐκχέαντος ὕδατος, μεταβέβληται ὑπὸ τοῦ οἴνου καὶ γίνεται καὶ αὐτὸ οἶνος, ἴστω ὡς οὐδέτερον τούτων τὸ μέν ἐστιν ὡς ποιοῦν, τὸ δὲ ὡς ὕλη.1 καὶ τοῦτο δῆλον· εἰ γὰρ ἐγχέοι ἔμπαλιν σταλαγμὸν οἴνου εἰς πολὺ ὕδωρ, μεταβάλοι ἂν ὁ οἶνος εἰς ὕδωρ. ἡ μὲν οὖν τῶν λεγομένων, οἶμαι, διάνοια αὕτη, τὰ δὲ κατὰ τὰς λέξεις τοιαῦτα· ὀχεῖα λέγει τοὺς ἀλεκτρυόνας καὶ πάντα τὰ ἄρρενα· ἔστι γὰρ ἡ εὐθεῖα τὸ ὀχεῖον. τὸ δὲ μεταβάλλοντες τὰ πρῶτα ὀχεῖα καὶ τὰ ὕστερα ἴσον ἐστὶ τῷ ἐπάγουσι μετὰ τοὺς πρῶτον ὀχεύσαντας ὕστερον τοὺς γενναίους καὶ μεγάλους ὄρνιθας. γενναίους γὰρ ἐνταῦθα τοὺς μεγάλους εἶπεν, ἀλλ’ οὐ τοὺς ἰσχυρούς· τίς γὰρ ἡ χρεία τῶν ἰσχυρῶν ἀλεκτρυόνων; ἢ τὸ γενναίους δύναται ὡς δηλωτικὸν εἰλῆφθαι καὶ τοῦ μεγάλου καὶ τοῦ ἰσχυροῦ· χρεία γὰρ καὶ μεγάλων καὶ ἰσχυρῶν περδίκων τοῖς περὶ τὰς ἔριδας τούτων ἐπτοημένοις. τὸ δὲ λεγόμενον διὰ τοῦ ὥστε εἶχεν ἂν δὶς τὰ αὐτὰ μέρη δυνάμει τοιοῦτόν ἐστιν· εἰ οὖν ἀπὸ τῆς κεφαλῆς τοῦ πρότερον ὀχεύσαντος ἀπῆλθε κεφαλὴ καὶ ἀπὸ τῶν ποδῶν πόδες καὶ ἀπὸ τῶν λοιπῶν τὰ λοιπά, ὁμοίως δὲ καὶ τὰ αὐτὰ πάντα ἀπὸ τοῦ ὕστερον ὀχεύσαντος, ἐπειδὴ οὐκ ἐχώρισε καὶ ἀπέρριψεν ἐκτὸς τὰ ἐκ τοῦ ὑστέρου ἐπεισελθόντα μέρη τὰ τοῦ προτέρου,2 ἀλλὰ μένει κἀκεῖνα καὶ ταῦτα, εἶχεν ἂν ὁ γεννηθεὶς νεοττὸς δύο μὲν κεφαλάς, τέτταρας δὲ πόδας, καὶ τὰ λοιπὰ πάντα διττά. ἀλλὰ κἀν τῇ λέξει τῇ τοῦτο γὰρ ἐνδέχεται ποιεῖν τοῦτο λέγει τὸ ποιάν τινα τὴν ὕλην ποιῆσαι· θερμαίνει γὰρ αὐτὴν ἡ ἀπὸ τοῦ ἄρρενος δύναμις καὶ συμπέττει τὸ πρότερον ἅμα τῷ εἰσελθεῖν. καὶ τὰ μὲν ἄλλα ζῷα χωρὶς ἄρρενος οὐ δύναται γεννᾶν δι’ ἃς εἴρηκεν αἰτίας, αἱ δὲ ὄρνιθες δύνανται χωρὶς ἄρρενος ἄχρι τινός· γεννῶσι γὰρ τὰ καλούμενα ὑπηνέμια. τὴν δὲ αἰτίαν τούτου ἐρεῖ ἐν τῇ παρούσῃ πραγματείᾳ, ὅτε περὶ τούτων λέγει. τὴν δὲ λέξιν τὴν ἀλλ’ οὐκ εἰς τὸ ἄρρεν, οὔτε αὖ τὸ ἄρρεν προΐεται τὴν γονὴν ὡς ἕν τι ἀναγνωστέον οὕτως·3 οὔτε αὖ τὸ ἄρρεν εἰς τὸ ἄρρεν, τουτέστιν εἰς ἑαυτὸ προΐεται τὴν γονὴν οὔτε τὸ θῆλυ· οὔτε γὰρ τὸ θῆλυ προΐεται γονὴν εἰς τὸ ἄρρεν οὔτε μὴν τὸ ἄρρεν αὐτὸ εἰς ἑαυτό, ἀλλὰ τὸ μὲν ἄρρεν εἰς τὸ θῆλυ γονήν, τὸ δὲ θῆλυ εἰς τὸ ἄρρεν γονὴν μὲν οὔ, ὕλην δέ, ὥσπερ εἴπομέν τινα ποιεῖν τῶν ἐντόμων. ὁμοίως δὲ καὶ τὸ λεγόμενον διὰ τοῦ καὶ εὐθὺ τὴν μὲν ἀθρόον ὑπάρχειν ἀναγκαῖον καὶ τῆς συνεχοῦς τούτῳ λέξεως τοιοῦτόν ἐστι· καὶ τὴν μὲν πρώτην ὕλην, ἐξ ἧς καὶ τοῦ σπέρματος συνίσταται τὸ κύημα, ἀναγκαῖον ἀθρόον καὶ πᾶσαν ἅμα ὑπάρχειν, ἄλλην δ’ ἐπιγίνεσθαι πρὸς τροφὴν καὶ αὔξησιν τοῦ κυήματος, εἰ δύναται δηλονότι τρέφεσθαι τὸ κύημα· πολλὰ γὰρ τῶν ζῴων ἐξήμβλωσε διά τινα συμπτώματα.

因此,它在颜色和体型上都变得相像。因为由于先前交配的公鸡精液所带来的能力已经疲惫,并在建构与塑造黄色之物时变得衰弱,后交配的公鸡的能力随后在鼎盛时进入,排除了先前的能力,并将先前被塑造之物引向其自身的本性。所以,雄性仅提供作制能力,而不提供质料;因为若是质料,雏鸟就不会变得像后交配的公鸡了。因为并非质料将事物的本性转变为自身并使它们成为如其自身所是的那样,而是作制者如此行事;因为并不是木材将火转变为木材,而是火将木材转变为火。但如果有人反对说:“然而若有人将一滴水倒入大量酒中,[水]便被酒所转变,自身也变成了酒”,那么让他知道,这两者中绝非一者作为作制者,另一者作为质料。这一点也是显而易见的:因为如果反过来将一滴酒倒入大量水中,酒就会转变为水。我想,所说内容的要旨就是如此,而有关字句的要点则如下:所谓的“配种雄性”,他是指公鸡及一切雄性;因为其主格形式是“配种雄性”。而“变换最先的配种雄性和随后的配种雄性”,就等同于“在最先交配者之后,随后引入优良而庞大的鸟”。因为他在这里称那些庞大的为“优良”,而非指强壮的;因为对于强壮的公鸡有何需求呢?或者,“优良”一词也可以被理解为同时表明庞大与强壮;因为对于热衷于它们打斗的人来说,既庞大又强壮的石鸡是必需的。而通过“以至于它将两次具有相同的部位”所表达的意思实质上是这样的:如果从先前交配者的头部脱离出头部,从脚部脱离出脚部,从其余部位脱离出其余部位,同样且完全相同的所有部位也从后交配者那里脱离出来,既然从后者额外进入的部位并未分离并向外抛弃先前者的部位,而是那些与这些都保留了下来,那么所生成的雏鸟就将具有两个头、四只脚,并且其余所有部位都是双重的。而且在“因为能够做到这一点”这一字句中,他所谓的“这一点”是指使质料具有某种性质;因为来自雄性的能力加热质料,并在进入的同时消化原先之物。其他动物由于他所说的原因不能在没有雄性的情况下繁衍,而鸟类在某种程度上能够在没有雄性的情况下繁衍;因为它们产下所谓的顺风卵。关于这一点的起因,他将在本论著讨论这些问题时加以说明。而对于“但不是向着雄性,反过来雄性也不排出精液”这一字句,应当作为一个整体如此阅读:“反过来,雄性既不向着雄性(即向着自身)排出精液,雌性也不如此”;因为既非雌性向雄性排出精液,也非雄性自身向自身排出,而是雄性向雌性排出精液,雌性向雄性排出的不是精液,而是质料,正如我们曾说过某些昆虫所做的那样。同样,通过“并且立刻,前者必然是一举存在的”以及与之连续的字句所表达的意思如下:与精液一起构成胎块的第一质料,必然是一举且整体同时存在的,而另一部分质料则为了胎块的营养与生长而随后追加,显然后者是在胎块能够受滋养的情况下;因为许多动物由于某些意外变故而流产。

语法注3 条
  1. 1.23ἴστω ὡς οὐδέτερον τούτων τὸ μέν ἐστιν ὡς ποιοῦν, τὸ δὲ ὡς ὕλη

    在主语短语 οὐδέτερον τούτων(这两者中的任何一个都不)之后,τὸ μέν ... τὸ δέ 起到部分同位语(分配性同位语)的作用。整句构成全盘否定:这两者之中绝非一者作为作制者、另一者作为质料存在。

  2. 1.23ἐπειδὴ οὐκ ἐχώρισε καὶ ἀπέρριψεν ἐκτὸς τὰ ἐκ τοῦ ὑστέρου ἐπεισελθόντα μέρη τὰ τοῦ προτέρου

    在连词 ἐπειδή 引导的从句中,主语是冠词短语 τὰ ἐκ τοῦ ὑστέρου ἐπεισελθόντα μέρη(从后来者额外进入的部位),而直接宾语则是紧随其后的宾格短语 τὰ τοῦ προτέρου(先前者的部位)。由于两个中性复数冠词短语并置,须注意动词对 ἐχώρισε καὶ ἀπέρριψεν ἐκτός 的主语是前者,而支配的直接宾语是后者。

  3. 1.23τὴν δὲ λέξιν τὴν ἀλλ’ οὐκ εἰς τὸ ἄρρεν, οὔτε αὖ τὸ ἄρρεν προΐεται τὴν γονὴν ὡς ἕν τι ἀναγνωστέον οὕτως

    这是注解者为消除亚里士多德原文字句在句法上的断裂而给出的训读指导。宾格短语 τὴν δὲ λέξιν τὴν ... 作为动词性形容词 ἀναγνωστέον 的宾语,ὡς ἔν τι 则作状语表示“作为一个单一整体”。注解者指明应补足省略的介词短语与谓词,将其重构成一个意义连贯的完整句子来阅读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:61.9-62.20