- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:58.1-58.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节针对亚里士多德《动物之生成》729a34的文句进行注释,阐明雄性的贡献并非提供质料,而是通过作为工具的精液将动力与形式能力注入雌性体内,精液的身体本身并不构成受孕物的质料部分,而是在完成作用后排出或蒸发。
" Ἅμα δὲ ἐκ τούτων φανερόν, περὶ ὧν ἐχόμενόν ἐστιν ἐπισκέψασθαι, πῶς ποτε συμβάλλεται εἰς τὴν γένεσιν τὸ ἄρρεν." Πρὸ τῆς τῶν λέξεων σαφηνείας ἄξιόν ἐστιν ἡμᾶς ὑπομνησθῆναι ὅτι μόριον καὶ ἐνυπάρχον τῷ γινομένῳ σώματι καὶ ἐνταῦθα καὶ ἐν τῷ τετάρτῳ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας τὴν ὕλην λέγει,1 οἷον τοῦ μὲν ἀνδριάντος μόριον καὶ ἐνυπάρχον ὁ χαλκός, τῆς δὲ κλίνης τὸ ξύλον, τοῦ δὲ ζῴου τὸ καταμήνιον. ζῴου δὲ λέγει τοῦ γινομένου καὶ μήπω ὄντος· τοῦ γὰρ ὄντος μόριά εἰσιν σάρκες, ὀστᾶ, νεῦρα καὶ τὰ λοιπά. σῶμα δὲ λέγει τὸ ἐξ ἀμφοῖν, τὸ ἐξ ὕλης καὶ εἴδους, οἷον τόνδε τὸν ἀνδριάντα καὶ τήνδε τὴν κλίνην καὶ τόδε τὸ ζῷον. τούτων οὕτως ὑπομνησθέντων, ἐπειδὴ ἔδειξεν ὅτι τὸ μὲν σπέρμα ποιητικόν ἐστι, τὸ δὲ καταμήνιον ὑλικόν, λέγει φανερὸν εἶναι, πῶς ποτε συμβάλλεται εἰς τὴν γένεσιν τὸ ἄρρεν, καὶ τοῦτο θεὶς ἐρωτᾷ, πότερον τὸ σπέρμα μιγνύμενον τῇ ὕλῃ τῇ παρὰ τοῦ θήλεος ἐνυπάρχει καὶ μόριον εὐθὺς γίνεται τοῦ γινομένου, τουτέστιν ὕλη καὶ αὐτὸ γίνεται τοῦ γινομένου, ὥσπερ καὶ τὸ καταμήνιον. καὶ ἐρωτήσας ἀποκρίνεται λύων τὴν ἀπορίαν καί φησιν ἢ τὸ μὲν σῶμα τοῦ σπέρματος ἤτοι ἢ τὸ μὲν σπέρμα οὐδὲν κοινωνεῖ οὐδὲ μέρος γίνεται καὶ ὕλη, ἀλλ’ ἢ ἔξεισιν ἢ ἀπατμίζει, ὡς ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ἡ δ’ ἐν αὐτῷ δύναμις· αὕτη γάρ ἐστιν ἡ κινοῦσα καὶ εἰδοποιοῦσα,2 τὸ δὲ λοιπὸν τὸ εἰδοποιούμενον καὶ λαμβάνον τὴν μορφήν ἐστι τὸ τοῦ θήλεος περίττωμα. ἰστέον δέ, ὡς καὶ αὐτὸς ἐρεῖ ἐν τῷ δευτέρῳ βιβλίῳ, ὅτι τὸ σπέρμα εἰσελθὸν ἐν τῇ ὑστέρᾳ καὶ ἀναμιχθὲν μετὰ τοῦ καταμηνίου ἑπτὰ ποιεῖ ἡμέρας, ἕως ἂν ἡ ἐν αὐτῷ ποιητικὴ δύναμις χωρισθεῖσα ἀπ’ αὐτοῦ ἐμμιχθείη τῷ καταμηνίῳ, εἶθ’ οὕτως μετὰ τὴν ἑβδόμην ἢ ἔξεισιν ἢ διαλύεται εἰς πνεῦμα. ὅτι δὲ διὰ τοῦ αἰδοίου μετὰ τὴν ἑβδόμην ἔξεισι θύραζε, ὦπται ἱκανῶς. ἐπειδὴ γὰρ ποιότης τις καὶ ἕξις ἐστὶν ἡ ἐν τῷ σπέρματι ποιητικὴ δύναμις, οὐδὲν δὲ ποιὸν οὐδὲ ἕξις καθ’ αὑτὸ εἶναι δύναται χωρὶς ὑποκειμένου τινός, ἐναποτίθησιν ἡ φύσις τὴν τοιαύτην δύναμιν ἐν τῷ τοῦ σπέρματος σώματι ὥσπερ ἐν ὀχήματι, καὶ διὰ τούτου ὡς δι’ ὀργάνου τινὸς καὶ ὀχήματος ἐναφίησι τὴν τοιαύτην δύναμιν εἰς τὸ θῆλυ· ἐν τούτῳ δὲ εἰσελθὸν καὶ ἀπορρυὲν εἰς τὸ καταμήνιον αὐτὸ ἢ ἔξεισι θύραζε ἢ διαλύεται εἰς πνεῦμα. ὥστε τῷ μὲν σπέρματι χρῆται ἡ φύσις ὡς ὀργάνῳ, ἣν δὲ ἐν αὐτῷ ἀποτίθησι δύναμιν ὡς ποιητικῷ.3
“与此同时,从这些事情中也可以清楚看出(关于这一点紧接着应当予以考察)雄性究竟如何对生殖作出贡献。” 在阐明文句之前,值得我们回想的是,无论在此处还是在《形而上学》论著的第四卷(实为第五卷)中,他都把质料称为在生成中的身体之中的“部分”和“内在之物”;例如,青铜是雕像的部分和内在之物,木材是床的部分和内在之物,而月经血则是动物的部分和内在之物。但他所说的“动物”,是指正在生成中且尚未存在的动物;因为现已存在的动物,其部分乃是肉、骨、筋等等。而他所说的“身体”,是指由两者结合而成者,即由质料与形式结合而成者,例如这尊雕像、这张床和这个动物。在回忆了这些要点之后,由于他已经证明了精液是动力性的,而月经血是质料性的,因此他说,雄性究竟如何对生殖作出贡献是显而易见的;在提出这一点后,他接着发问:究竟是精液与来自雌性的质料混合并在其中内在存在,从而直接成为生成之物的一部分(也就是说,它自身也像月经血一样成为生成之物的质料),还是另有情形?发问之后,他通过解决这一难题作出了回答,他说:精液的身体,或者说精液本身,并不参与其中,也不成为部分和质料,而是如他在下一卷中所要讲的那样,要么排出体外,要么蒸发掉;而[参与其中的则是]其中的能力;因为正是这一能力在促动并赋予形式,而其余被赋予形式并接受形态的部分,则是雌性的残余物。但应当知道的是,正如他自己在第二卷中所要讲的那样,精液进入子宫并与月经血混合后停留七天,直到其中的作能性能力从精液自身分离出来并混入月经血中,然后在此第七天之后,它要么排出体外,要么分解为精气。而在第七天之后通过生殖器排至体外,乃是已被充分观察到的事实。因为精液中的作能性能力是一种性质和状态,而没有任何性质或状态能够脱离某种基底而独立存在,所以自然将这种能力置于精液的身体中,就像置于车辆中一样,并通过它(如同通过某种工具和载具)将这种能力注入雌性体内;在〔精液〕进入雌性体内并流入月经血之后,它自身要么排到体外,要么分解为精气。因此,自然将精液作为工具使用,而将其所置于其中的能力作为动力因而使用。
- 1.22μόριον καὶ ἐνυπάρχον τῷ γινομένῳ σώματι καὶ ἐνταῦθα καὶ ἐν τῷ τετάρτῳ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας τὴν ὕλην λέγει
动词 λέγει 支配双宾格结构:直接宾语是置于后部的 τὴν ὕλην,而位于句首的 μόριον καὶ ἐνυπάρχον(带有与格补足语 τῷ γινομένῳ σώματι)则充当谓词性宾格。此处通过语序倒装(hyperbaton)将述语成分前置以示强调。
- 1.22ἀλλ’ ἢ ἔξεισιν ἢ ἀπατμίζει, ὡς ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ἡ δ’ ἐν αὐτῷ δύναμις· αὕτη γάρ ἐστιν ἡ κινοῦσα καὶ εἰδοποιοῦσα
此处出现破格(anacoluthon)或对比结构中的动词省略。与前文否定精液肉身参与质料(只排出或蒸发)相对立,主语短语 ἡ δ’ ἐν αὐτῷ δύναμις(“而在其内部的能力[则参与]”)缺少显式的谓语动词(如 κοινωνεῖ 或 ἐνυπάρχει),其句法和语义功能直接由随后的解释分句 αὕτη γάρ ἐστιν ἡ κινοῦσα... 加以承接。
- 1.22ὥστε τῷ μὲν σπέρματι χρῆται ἡ φύσις ὡς ὀργάνῳ, ἣν δὲ ἐν αὐτῷ ἀποτίθησι δύναμιν ὡς ποιητικῷ
在对比分句 ἣν δὲ ἐν αὐτῷ ἀποτίθησι δύναμιν 中,先行词 δύναμιν 被吸引进入关系从句内部(先行词内并)。在句法上,它与前半分句 τῷ μὲν σπέρματι χρῆται ὡς ὀργάνῳ 形成严格对仗,句末的与格补语 ὡς ποιητικῷ 预设了动词 χρῆται 及其受格的补足,即应理解为[ταύτῃ τῇ δυνάμει]χρῆται ὡς ποιητικῷ(“自然将此能力作为动力性的工具/原因来使用”)。
