- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:58.33-59.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯借助工匠工具(锯子和手)的类比,论证了精液仅作为工具起作用而并不残留在质料之中混合,并阐明真正与被动质料(月经血)结合形成单一整体的乃是精液中的动力性能力(热)。
εἰ δὴ πᾶν ὑλικὸν αἴτιον ὑπομένει καὶ μόριον γίνεται τοῦ γινομένου, τὸ δὲ σπέρμα οὐχ’ ὑπομένει, δῆλον ὅτι οὐκ ἔστι μόριον τοῦ γινομένου σώματος. καὶ ταῦτα μὲν οὕτως· εἰπὼν δὲ ὅτι καὶ ἐκ τῶν γινομένων καὶ ἐκ τοῦ λόγου δῆλον περὶ τῶν εἰρημένων πῶς ἔχουσι, καὶ εἰπὼν τὰ ἐκ τοῦ λόγου ἐπήγαγεν οὐ μόνον γὰρ κατὰ τὸν λόγον οὕτω φαίνεται, ἀλλὰ καὶ ἀπὸ τῶν γινομένων ἔργων. καθόλου γὰρ ἐπισκοποῦσιν1 οὐδέν τι φαίνεται ἐκ τῆς ὕλης (ταύτην γὰρ εἶπε παθητικήν) καὶ τοῦ ποιοῦντος, ἤτοι τοῦ ὀργάνου, ὡς σώματος καὶ ὄγκου ἐμμιγνυμένου τῇ ὕλῃ, οὐδὲν οὖν φαίνεταί τι οὕτω γινόμενον· οὐ γὰρ μίγνυται ὁ πρίων τῷ ξύλῳ καὶ ἀποτελεῖ τὴν κλίνην, οὔτε μὴν ἡ χεὶρ τοῦ ἀνδριαντοποιοῦ τῷ χαλκῷ καὶ γεννᾶται ὁ ἀνδριάς, ἀλλ’ ὁ χαλκὸς μετὰ τῆς ἀπὸ τῆς χειρὸς ἐν αὐτῷ διδομένης ἐνεργείας2 καὶ τοιασδὶ κινήσεως, ἥτις τοιαδὶ κίνησις καὶ ἐνέργειά ἐστι τὸ τοῦ ἀνδριάντος εἶδος. οὕτως οὖν οὐδὲ τὸ σπέρμα (ὄργανον γάρ) μετὰ τοῦ καταμηνίου ἐμμίγνυται, ἀλλ’ ἡ ἐν τῷ σπέρματι δύναμις, ἣν ἐν τῷ ἐφεξῆς ἐρεῖ βιβλίῳ θερμότητα ἀνάλογον τῆς ἀπὸ τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων θερμότητος· γίνεται γὰρ ἐκ τῆς τοῦ ἡλίου θερμότητος ζῷα, οἷον σκώληκες καὶ ἄλλα πολλά. θῆλυ δέ, ᾗ θῆλυ, καὶ παθητικὸν λέγει τὴν ἀπὸ τοῦ θήλεος διδομένην ὕλην, αὐτὸ δὴ τὸ καταμήνιον ἢ τὸ ἀνάλογον, ἄρρεν δέ, ᾗ ἄρρεν, καὶ ποιητικὸν τὸ σπέρμα καὶ τὴν ἐν αὐτῷ ποιητικὴν δύναμιν, ἤτοι τὴν ἀνάλογον τῇ τοῦ ἡλίου θερμότητι θερμότητα, ἥτις δύναμις τοιωσδὶ κινοῦσά τε καὶ ἀλλοιοῦσα τὸ καταμήνιον σχηματίζει κατὰ τοὺς ἐνόντας αὐτῷ λόγους. ἐπεὶ οὖν τὸ θῆλυ, ᾗ θῆλυ, παθητικὸν καὶ τὸ ἄρρεν, ᾗ ἄρρεν, ποιητικόν (οὐ γὰρ καθὸ ζῷα· πολλὰ γὰρ τῶν ζῴων οὐ γεννᾷ), ἂν ληφθῇ τὰ ἄκρα καὶ ἡ ἐναντίωσις τοῦ ἄρρενος καὶ τοῦ θήλεος, καθ’ ἃ ἄκρα ἠναντίωται, ταῦτα δ’ ἐστὶ τὸ ποιητικὸν καὶ παθητικόν, οὐκ ἔστι τὸ γινόμενον ἐκ τούτων, τουτέστι τοῦ καταμηνίου καὶ τοῦ σπέρματος, ἕν· οὐ γὰρ ποιητικὸν τὸ σπέρμα, ἀλλ’ ὄργανον· οὐκ ἔστιν οὖν τὸ ἐκ τούτων γινόμενον ἕν, ἀλλ’ ἐκεῖνο ἔσται ἓν τὸ ἐκ τοῦ καταμηνίου καὶ τῆς ἐν τῷ σπέρματι φύσεώς τε καὶ δυνάμεως. τέκτονα δὲ λέγει τὴν τεκτονικήν,3 ἤτοι τὸ ἀπὸ τῆς τεκτονικῆς ἐν τῷ ξύλῳ γεγονὸς τοιονδὶ σχῆμα. καὶ ὅτι τέκτονα τὸ ἀπὸ τῆς τεκτονικῆς δημιουργηθὲν εἶδος εἶπεν, ἐδήλωσε διὰ τοῦ ἢ ὡς ἐκ τοῦ κηροῦ καὶ τοῦ εἴδους ἡ σφαῖρα.
因此,如果说每一质料因都残留下来并成为生成之物的一部分,而精液并不残留,那么显而易见,[精液]并不是生成中的身体的一部分。这些事情便如此解决。但他先是说,从生成的事象和从论证两方面都可以清楚看出上述诸事的情形,而在说明了来自论证的要点之后,他又补充道:“因为不仅依凭论证显得如此,而且根据生成的作品(实际事例)亦是如此。”因为对于做整体考察的人来说,绝没有任何事物显得是由质料(因为他称之为被动性的)与作因即工具生成的,就好像一种身体和块状物与质料相混合那样;因此,没有任何事物显出是这样生成的。因为锯子并不与木材混合而制成床,雕塑家的手也并不与青铜[混合]而产生雕像,反倒是青铜与由手赋予其中的活动及特定的运动结合起来[产生雕像],而这种特定的运动与活动正是雕像的形式。因此,同样地,精液(因为它是工具)也并不与月经血相混合,而是精液中的能力相混合,他在下一卷中将把这种能力称为与来自太阳及其他星辰的热相当的热;因为由太阳的热可以产生动物,例如蠕虫和许多其他生物。而当他说“雌性就其为雌性而言”且是被动性的,他指的是由雌性所提供的质料,即月经血本身或其相应物;而当他说“雄性就其为雄性而言”且是动力性的,[他指的是]精液及其中的作能性能力,也就是与太阳的热相当的热,这种能力通过以特定方式运动并改变月经血,按照其中固有的理路赋予其形状。既然雌性就其为雌性而言是被动的,而雄性就其为雄性而言是动力的(因为并不是就它们是动物而言;因为许多动物并不生育),那么如果截取两极以及雄性与雌性的对立,即依其作为相对的两极而言——而这两极正是动力者与被动者——由这些(即由月经血和精液)所生成的事物就不是一;因为精液并不是动力者,而是工具。因此,由这些所生成的事物并不是一,而由月经血以及精液中的本性与能力所形成的那个事物才是真正的一。而他所说的“木匠”,是指木工术,或者说是由木工术在木材中产生的特定形状。至于他用“木匠”一词来指代由木工术制作出的形式,他通过“或者正如球体是由蜡和形式生成的那样”这一表述予以了说明。
- 1.22καθόλου γὰρ ἐπισκοποῦσιν
现在分词与格复数 ἐπισκοποῦσιν 作评判者与格(dativus iudicantis),在 οὐδέν τι φαίνεται 句中表示观察的主体,意为“对于进行全面考察的人而言”。
- 1.22ἀλλ’ ὁ χαλκὸς μετὰ τῆς ἀπὸ τῆς χειρὸς ἐν αὐτῷ διδομένης ἐνεργείας
此句与前文对仗从句(οὐ γὰρ μίγνυται ὁ πρίων... οὔτε μὴν ἡ χεὶρ...)形成对比,但 ἀλλʼ 之后省略了主动词。根据上下文需补出相当于 γεννᾶται 或 ἀποτελεῖ 的谓语(“而是伴随由手赋予其中的活动与运动的青铜[制成了雕像]”)。
- 1.22τέκτονα δὲ λέγει τὴν τεκτονικήν
斐洛波诺斯解释了亚里士多德对“木匠”(τέκτων)一词的使用:此处以转喻(metonymy)的方式,将施动者名词用来指称其技术(木工术),乃至指通过该技术在木材中所制作出来的“形式”本身。
