← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§56.24-57.32

多胎动物的种子与受孕物及对泛生论的反驳

针对亚里士多德在《动物生成论》第一卷中论述多胎动物何以能从一次交配中孕育多个幼崽,菲洛波庞解释了种子与受孕物的本性差异,反驳了泛生论,探讨了形式与质料的比例平衡,并阐明了雌雄两性的普遍定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#3

σημεῖον δὲ ὅτι τὸ τῶν φυτῶν σπέρμα διαφέρει πρὸς τὸ τῶν ζῴων τὸ δύνασθαι1 ἀπὸ μὲν ἑνὸς σπέρματος ζῴου πολλὰ γενέσθαι ζῷα, ὥσπερ καὶ ἀπὸ ἑνὸς ἀνδριαντοποιοῦ πολλοὺς ἀνδριάντας, ἀπὸ ἑνὸς δὲ κυήματος πολλὰ μὴ δύνασθαι γενέσθαι, διὰ τὸ ἤδη ζῷον εἶναι τὸ κύημα· ὁμοίως δὲ καὶ τὸ τῶν φυτῶν ἤδη φυτόν. ἐπεὶ δὲ ἀπὸ μιᾶς ὀχείας γίνεται πολλὰ ζῷα, τεκμήριον καὶ τοῦτο ἄλυτον τοῦ μὴ ἀπὸ παντὸς τοῦ σώματος πάντα ἀπέρχεσθαι· εἰ γὰρ ἀπὸ παντὸς πάντα ἀπήρχετο, συνέβαινεν ἄν, ὁπηνίκα τέκῃ ἡ ὗς πέντε δελφάκια, πέντε μὲν ἀπέρχεσθαι ἀπὸ τῆς κεφαλῆς κεφαλάς, πέντε δὲ πόδας ἀφ’ ἑκάστου τῶν ποδῶν καὶ ἀπὸ τῶν ἄλλων μορίων ὁμοίως. ἀλλ’ ἀδύνατον· οὔτε γὰρ κεχωρισμέναι εὐθὺς ἀπ’ ἀλλήλων ἀποκρίνονται αἱ πέντε κεφαλαὶ καὶ τὰ ἄλλα ὁμοίως (πῶς γὰρ ἂν κεχωρισμέναι εἴησαν ἀποκριθεῖσαι ἀπὸ ἑνὸς καὶ τοῦ αὐτοῦ μέρους; μᾶλλον μὲν γὰρ ἀναγκαῖον ἡνωμένας εἶναι) οὔτε ἅμα καὶ ἁπτόμεναι ἀλλήλων ἢ συνεχεῖς οὖσαι εἰς τὰς ὑστέρας ἠδύναντο ἀποκρίνεσθαι καὶ χωρίζεσθαι ἀπ’ ἀλλήλων δι’ ἃς εἴπομεν πρότερον αἰτίας. εὐλόγως δὲ συμβαίνει καὶ τὸ ἀπὸ μιᾶς ὀχείας πολλὰ γίνεσθαι ζῷα διὰ τὸ τὸ μὲν ἄρρεν παρέχειν τὸ εἶδος καὶ τὸ ποιητικὸν αἴτιον, τὸ δὲ θῆλυ τὴν ὕλην. ὥσπερ γὰρ ἡ αὐτὴ καὶ μία πυετία εἰς διάφορα γάλακτα μερισθεῖσα πάντα πήγνυσι καὶ συνίστησιν, οὕτω καὶ τὸ αὐτὸ καὶ ἓν σπέρμα εἰς διάφορα καὶ πλείονα μερισθὲν καταμήνια συνίστησιν ἅπαντα συμμέτρως ἔχοντα. δι’ ἣν δ’ αἰτίαν ἐν ἄλλοις μὲν οἷον κυσὶ καὶ ὅλως ἐν πᾶσι τοῖς πολυτόκοις μερίζεται εἰς πλείω τὸ σπέρμα, ἐν ἄλλοις δὲ εἰς ἕν, ἐρεῖ ἐν τῇ παρούσῃ πραγματείᾳ. ὅπερ δὲ ἐλέγομεν, διὰ τὸ μὴ διαφέρειν τῷ εἴδει, ἂν μόνον σύμμετρον ᾖ τὸ διαιρούμενον πρὸς τὴν ὕλην, καὶ μήτε ἔλαττον ὥστε μὴ πέττειν μηδὲ συνιστάνειν, μήτε πλεῖον ὥστε ξηραίνειν (ξηραίνει γὰρ διὰ τῆς ἐν αὐτῷ θερμότητος οὔσης καὶ διατμίζει τὰ καταμήνια, εἰ πλέον εἴη), εἰ δὲ μήτε πλέον εἴη μήτε ἔλαττον, γεννᾶται πλείω. καὶ ἀπὸ μὲν τοῦ ἑνὸς καταμηνίου καὶ τοῦ ἑνὸς σπέρματος, εἰ ἔχουσι πρὸς ἄλληλα ὥσπερ εἴρηται, γεννᾶται πλείω, ἀπὸ δὲ τοῦ συνιστάντος πρῶτον, τουτέστιν ἀπὸ δὲ τοῦ πρῶτον συσταθέντος2 (λέγων συνεστηκὸς πρῶτον τὸ κύημα) ἀπὸ δὴ τοῦ τοιούτου ἑνὸς ἓν γίνεται μόνον ζῷον· ἤδη γὰρ ζῷόν ἐστι τὸ κύημα, ἓν δὲ ζῷον πλείω γενέσθαι οὐ δύναται. καὶ συμπεραίνεται λέγων δῆλον εἶναι ἐκ τῶν εἰρημένων, τί ποτέ ἐστιν ὃ συμβάλλεται τὸ θῆλυ εἰς τὴν γονήν. δῆλον οὖν, φησίν, ἐκ τῶν εἰρημένων καὶ ἐκ τοῦ λόγου καὶ καθόλου, λέγων λόγον καὶ καθόλου τὴν ἀπόδειξιν·3 αἱ γὰρ ἀποδείξεις ἐκ τῶν καθόλου. καίτοι εἶπε καὶ πρότερον ἀποδείξεις τούτου καὶ νῦν λέγει καὶ πάλιν ἐρεῖ. καὶ τίς ὁ καθόλου λόγος, ἐπάγει· ἀνάγκη γὰρ εἶναι τὸ γεννῶν καὶ ἐξ οὗ, τουτέστι τὸ θῆλυ, καὶ τοῦτο τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἂν καὶ ἓν ᾖ τῷ ὑποκειμένῳ ὡς ἐπὶ τοῦ σπέρματος τῶν φυτῶν, ἀλλὰ τῷ εἴδει διαφέρει καὶ τῷ τὸν λόγον αὐτῶν εἶναι ἕτερον. ἐν μὲν οὖν τοῖς τοιούτοις τὸ μὲν σῶμα καὶ τὸ ὑποκείμενον ταὐτὸν τοῦ ἄρρενος καὶ τοῦ θήλεος, ὁ λόγος δὲ ἕτερος, ἐν δὲ τοῖς ζῴοις καὶ τὰ σώματα καὶ αἱ φύσεις ἕτεραι. λέγει δὲ καὶ ὅτι ἡ φύσις τῶν καταμηνίων κατὰ τὴν πρώτην ἐστὶν ὕλην, λέγων πρώτην ὕλην ἀφ’ ἧς καὶ τοῦ σπέρματός ἐστι τὸ κύημα· αἱ γὰρ ἄλλαι ὗλαι τροφή εἰσι τούτου.

植物的种子不同于动物的种子,其证据在于:从动物的一个种子中可以产生出多个动物(正如从一位雕塑家可以产生出多座雕像一样),但从一个受孕物中却不可能产生出多个动物,因为受孕物已经是动物了;同样,植物的种子也已经是植物了。既然从一次交配中可以产生出多个动物,这也是一个不可推翻的证据,证明绝非身体各部分均来自全身;因为如果各部分均来自全身,那么当母猪产下五只小猪时,就必然会从头部产生出五个头,从每只脚产生出五只脚,其余部分亦同样如此。但这绝不可能;因为这五个头以及其余部分,既不是一开始就彼此分离地被分泌出来的(因为它们既然是从同一个部位分泌出来的,又怎能彼此分离呢?它们反而必然是结合在一起的),也不能够在同时相聚、彼此相接或相连的状态下被分泌到子宫中然后再彼此分离,这正是基于我们先前所说的诸原因。而且,从一次交配中产生出多个动物乃是合理发生的,这是因为雄性提供形式与动力因,而雌性提供质料。因为正如同一且单一的凝乳酶分散在不同的乳汁中能使它们全部凝结并成形一样,同一且单一的精液分散在不同的多处月经血中,只要比例匀称,也能使它们全部成形。至于精液究竟因何原因在某些动物(如狗以及一切多胎动物)中被分散为多份,而在另一些动物中只形成一个,他将在本论著中加以说明。但正如我们所说,由于它在种上并无差异,只要被分割之物与质料相称,既不过少以致不能消化也不能使其成形,也不过多以致使其干燥(因为若过多,它就会由于其中的热量而使月经血干燥并蒸发),而若是既不过多也不过少,就能产生出更多的动物。如果它们如前所述彼此相称,那么从一份月经血和一个精液中就能产生出更多的动物;但从最初使其成形之物,即最初被结合之物(他所说的“最初结合之物”是指受孕物)中,仅从这样单一之物中只能产生出一个动物;因为受孕物已经是动物了,而一个动物不能成为多个。他接着下结论说,从上述讨论中已清楚显明雌性对生殖究竟贡献了什么。他说,“因此,从上述讨论,从论证以及从普遍方面来看,都是显而易见的”——他把证明称为“论证和普遍”;因为证明来自普遍者。不过他先前就给出了对此的证明,现在正给出,之后还会给出。接着他补充了这普遍的论据是什么:因为必然存在施生者和作为受生之来源者(即雌性),而这雄性与雌性,即使像在植物的种子中那样在基底层面上合而为一,但在形式上却有分别,在它们的定义彼此不同这一点上也是不同的。因此,在这些事物中,雄性与雌性的身体和基底是同一的,但定义不同;而在动物中,身体与本性两者均不相同。他还说,月经血的本性是按照第一质料而言的;他所称的“第一质料”是指它与精液共同构成受孕物的那种质料,因为其他的质料只是此物的养分而已。

语法注3 条
  1. 1.21σημεῖον δὲ ὅτι τὸ τῶν φυτῶν σπέρμα διαφέρει πρὸς τὸ τῶν ζῴων τὸ δύνασθαι

    句子的骨架为 σημεῖον δὲ [ἐστι] ... τὸ δύνασθαι ... [τὸ δὲ] μὴ δύνασθαι。带有冠词的不定式短语 τὸ δύνασθαι 及其后的 [τὸ] μὴ δύνασθαι 作为主语(或表语),充当 ὅτι 从句(即“植物的种子不同于动物的种子”)的证据与说明。

  2. 1.21ἀπὸ δὲ τοῦ συνιστάντος πρῶτον, τουτέστιν ἀπὸ δὲ τοῦ πρῶτον συσταθέντος

    菲洛波诺斯用 τουτέστιν(即)引出被动分词 τοῦ πρῶτον συσταθέντος(最初被结合/构成之物),来阐释亚里士多德原文中的主动分词 τοῦ συνιστάντος。这种句法解释旨在说明此处的主动形式应当理解为不及物或被动意义,指成形后的受孕物。

  3. 1.21λέγων λόγον καὶ καθόλου τὴν ἀπόδειξιν

    由分词 λέγων 支配的双重宾格结构(意为“将……称为……”)。前置的 λόγον καὶ καθόλου 为谓词性宾格,带定冠词的 τὴν ἀπόδειξιν 为直接宾语。菲洛波诺斯在此将亚里士多德原文中的“从论证以及从普遍方面”(ἐκ τοῦ λόγου καὶ καθόλου)直接阐释为“证明”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:56.24-57.32