← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§55.21-56.24

青春期的变化与植物及动物中的受孕物

菲洛波庞斯借助青春期身体部位的变化重申了亚里士多德关于月经血中存在种子要素的论证,随后探讨了在雌雄未分的植物中其种子以及卵乃是作为“受孕物”(雌雄的最初混合物)而生成单个生命体,而在雌雄分离的动物中单个种子则可繁育出多个个体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#2

εἰπὼν δὲ ὅτι ἐν τοῖς καταμηνίοις ἔνεστι τὸ σπέρμα ὥσπερ καὶ ἐν τοῖς καρποῖς τοῖς μήπω διηττημένοις ἡ τροφή, ἀλλὰ δεῖται ἐργασίας, καὶ μεταξὺ τὰ προσεχῶς ῥηθέντα ἐπεμβαλὼν πάλιν ἀνέδραμεν ἐπ’ ἐκεῖνο1 λέγων σημεῖον δὲ ὅτι ἔνεστιν ἐν τοῖς καταμηνίοις τὸ σπέρμα· καὶ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ τῆς ἡλικίας τοῖς τε ἄρρεσι γίνεται ἡ γονὴ καὶ ταῖς γυναιξὶ τὸ καταμήνιον, καὶ ἅμα διισταμένων καὶ ἐπίδοσιν λαμβανόντων καὶ ἐν τούτοις καὶ ἐν ἐκείναις τῶν τόπων τῶν δεχομένων τὰ καταμήνια καὶ τὴν γονήν.2 μελλόντων δὲ διίστασθαι τῶν τόπων ἀνοιδοῦσιν αὐτοὶ οἱ τόποι ὑπὸ τοῦ γεννωμένου ἐν αὐτοῖς πνεύματος, καὶ τοῖς μὲν ἄρρεσιν ἀνοιδοῦσι τότε καὶ μείζους γίνονται οἱ ὄρχεις, τοῖς δὲ θήλεσι τὰ αἰδοῖα· ὁμοίως δὲ καὶ οἱ μαστοί, ἀλλὰ τῶν μὲν ἀνδρῶν οἱ μαστοὶ ὀλίγον, τῶν δὲ θηλειῶν μᾶλλον. καὶ περὶ μὲν τούτων οὕτως. ἐν δὲ τοῖς φυτοῖς, ἐν οἷς μὴ κεχώρισται τὸ ἄρρεν τοῦ θήλεος, ἐν τούτοις τὸ σπέρμα οἷον κύημά ἐστι.3 καὶ τί ἐστι τὸ κύημα λέγει, ὅτι τὸ πρῶτον μῖγμα ἐκ θήλεος καὶ ἄρρενος. εἶπε δὲ αὐτὸ πρῶτον μῖγμα, ὅτι καὶ μετὰ τὴν τούτων μῖξιν εἰσέρχονταί τινες αἱματικαὶ ὑγρότητες ἐν τῷ κυήματι καὶ ἐμμίγνυνται αὐτῷ, μέχρις ἂν ζῷον γένηται. ἀλλὰ πᾶσαι αὗται ὡς τροφὴ εἰσέρχονται τοῦ πρώτου μιχθέντος, λέγω δὴ τοῦ κυήματος· ἔχει γὰρ τοῦτο τὴν θρεπτικὴν ψυχήν, ὡς δείξει ἐν τῷ ἐφεξῆς βιβλίῳ. ἔστιν οὖν, φησί, τὸ κύημα ἀτελὲς ζῷον, ζῷον μὲν ᾗ ἔνεισιν ἐν αὐτῷ τὰ ἐξ ὅσων ἤδη τὸ ζῷον γενήσεται, ἀτελὲς δέ, ὅτι οὔπω ἐζώωται. καὶ διὰ τὸ εἶναι τὸ κύημα ἤδη ζῷον, τὸ δὲ ἓν ζῷον πολλὰ ζῷα γενέσθαι οὐ δύναται, ἓν σῶμα ἐξ ἑνὸς γίνεται σπέρματος, οἷον ἐξ ἑνὸς πυροῦ [καὶ ἑνὸς σπέρματος] εἷς πυθμήν, λέγων ἕνα πυθμένα τὴν μείζονα ῥίζαν, ἥτις πρώτη γίνεται, ἐξ αὐτοῦ δὲ ὥσπερ ἀπό τινος πηγῆς ἄλλαι μικραὶ ῥίζαι. καὶ ἀναλογεῖ ὁ μὲν πυθμὴν καὶ ἡ πρώτη ῥίζα κεφαλῇ, αἱ δ’ ἀπ’ αὐτοῦ φύουσαι θριξίν. ὀφείλων δὲ εἰπεῖν ὅτι ἐξ ἑνὸς κυήματος (ὁ γὰρ πυρὸς κυήματι ἔοικεν) ἓν γίνεται σῶμα, οἷον ἐξ ἑνὸς πυροῦ εἷς πυθμήν, εἶπεν ὅτι ἐξ ἑνὸς σπέρματος ἓν γίνεται σῶμα ἀκολουθήσας τῇ συνηθείᾳ· σύνηθες γὰρ τοῖς πολλοῖς καὶ σχεδὸν πᾶσι τὸν ἐν τῇ αὔλακι ῥιπτόμενον σῖτον σπέρμα λέγειν, ἀλλ’ οὐ κύημα. γίνεται οὖν ἐκ τοῦ ἑνὸς σπέρματος καὶ κυήματος εἷς πυθμήν, ὥσπερ καὶ ἐξ ἑνὸς ᾠοῦ (καὶ γὰρ καὶ τὸ ᾠὸν κύημά ἐστιν) ἓν ζῷον· τὰ γὰρ δίδυμα τῶν ᾠῶν, τουτέστι τὸ γὰρ ᾠόν, ἀφ’ οὗ δύο γίνονται νεοσσοί, δίδυμον καὶ δύο ᾠά ἐστι. ὅτι δὲ καὶ τὸ ᾠὸν μῖγμα ἐστι θήλεος καὶ ἄρρενος καὶ ὅλως κύημα, δῆλον· οὐ μόνον γὰρ ὑπὸ τῶν ὀρνίθων θερμαινόμενα τὰ ᾠὰ ζῳογονεῖται, ἀλλὰ κἂν εἰς κόπρον ἢ ἄλλο τι θερμότατον κατορύξειέ τις αὐτά. ὥστε τὸ μὲν ᾠόν ἐστι κύημα, ἡ δ’ ἀπὸ τῆς κόπρου θερμότης ἀναλογεῖ τῇ τῆς μητρὸς ἐπὶ τῶν ζῳοτοκούντων θερμότητι. μετὰ ταῦτα λέγει ὅτι ἐν ὅσοις δὲ τῶν γενῶν οἷον τοῖς ζῴοις διώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἐν τούτοις ἐνδέχεται ἀφ’ ἑνὸς σπέρματος πολλὰ γενέσθαι ζῷα· οὐ γάρ ἐστι τὸ σπέρμα τούτων κύημα ὥσπερ τὸ τῶν φυτῶν, ἀλλὰ διαφέρει.

在指出正如养分存在于尚未筛过的谷果中那样、种子也存在于月经血中但需要进一步加工之后,他在中间插入了刚才所说的话,随后又回到了该论点上,说道:“而种子存在于月经血中的证据[在于此]。”因为在生命的同一时期,雄性产生精液,女性产生月经血,同时在前者和后者身上,容纳月经血与精液的部位都张开并发生增大。当这些部位即将张开时,这些部位自身便因其中产生的精气而肿胀,此时雄性的睾丸肿胀变大,雌性则是私处如此;同样,乳房也是如此,只是男子的乳房肿胀甚微,而雌性的乳房肿胀更多。关于这些事便如上述。 但在雄性并未与雌性分离的植物中,这些植物的种子就如受孕物一般。他也指出了受孕物是什么,即来自雌性与雄性的最初混合物。他之所以称其为最初混合物,是因为在这两者的混合之后,仍有某些含血的湿气进入受孕物中并与之相混,直到产生动物为止。然而所有这些湿气都是作为最初被混合之物——我指的是受孕物——的养分而进入的;因为此物具有滋育的灵魂,正如他将在下一卷中所指出的那样。他说,因此受孕物是一种不完全的动物:就构成将来动物的要素已存在于其中而言,它是动物;但就它尚未被赋予生命而言,它是不完全的。而且由于受孕物已经是一种动物,而一个动物不能变成多个动物,所以从一个种子产生出一个身体,正如从一颗麦粒[和一个种子]产生出一个根株一样;他所谓的“一个根株”是指首先生成的较大的根,而从它之中,犹如从某个泉源一般,长出其他细小的根。根株和主根相当于头部,而从它那里生出的根相当于毛发。虽然他本应说从一个受孕物(因为麦粒好比受孕物)产生出一个身体,犹如从一颗麦粒产生出一个根株,但他遵循习惯说法,说从一个种子产生出一个身体;因为对于大众乃至几乎所有人来说,把撒在犁沟中的谷物称为种子而非受孕物乃是习以为常的事。因此,从一个种子兼受孕物中产生出一个根株,正如从一个蛋中(因为蛋也是受孕物)产生出一只动物一样;因为双黄蛋——亦即从中孵出两只雏鸟的蛋——本就是双重的,是两个蛋。而蛋也是雌雄的混合物并且整个来看是受孕物,这一点显而易见;因为蛋不仅在由鸟类孵育温热时产生出生命,而且即便有人将它们埋在粪堆或其他极其温热之物中也是如此。所以,蛋是受孕物,而来自粪堆的热量相当于胎生动物中母亲的热量。 在此之后他说,在雌雄分离的各种属中(例如动物),从一个种子产生出多个动物是可能的;因为它们的种子不像植物的种子那样是受孕物,而是有所不同。

语法注3 条
  1. 1.21εἰπὼν δὲ ὅτι ἐν τοῖς καταμηνίοις ἔνεστι τὸ σπέρμα ὥσπερ καὶ ἐν τοῖς καρποῖς τοῖς μήπω διηττημένοις ἡ τροφή, ἀλλὰ δεῖται ἐργασίας, καὶ μεταξὺ τὰ προσεχῶς ῥηθέντα ἐπεμβαλὼν πάλιν ἀνέδραμεν ἐπ’ ἐκεῖνο

    该句的骨干由两个伴随分词 εἰπὼν δὲ... καὶ... ἐπεμβαλὼν(“在指出……并且插入……之后”)依附于主动词 ἀνέδραμεν(“回到了……”)构成,随后接分词 λέγων 引出重申的内容。在 εἰπὼν 所引导的 ὅτι 宾语从句内部,ἀλλὰ δεῖται ἐργασίας(“但需要加工”)省略了主语(月经血或种子),与尚未筛过的谷果中的养料形成平行对照。

  2. 1.21καὶ ἅμα διισταμένων καὶ ἐπίδοσιν λαμβανόντων καὶ ἐν τούτοις καὶ ἐν ἐκείναις τῶν τόπων τῶν δεχομένων τὰ καταμήνια καὶ τὴν γονήν

    由 ἅμα 引导的独立属格结构。分词 διισταμένων καὶ ἐπίδοσιν λαμβανόντων(“张开并增大”)的逻辑主语名词短语 τῶν τόπων τῶν δεχομένων...(“容纳……的部位”)被后置在介词短语 καὶ ἐν τούτοις καὶ ἐν ἐκείναις(“在前者和后者身上”)之后,构成了语序倒装。

  3. 1.21τὰ γὰρ δίδυμα τῶν ᾠῶν, τουτέστι τὸ γὰρ ᾠόν, ἀφ’ οὗ δύο γίνονται νεοσσοί, δίδυμον καὶ δύο ᾠά ἐστι

    主语 τὰ δίδυμα τῶν ᾠῶν(中性复数)紧接着由 τουτέστι(“也就是说”)引出单数短语 τὸ γὰρ ᾠόν...(“即从中产生出两只雏鸟的蛋”)进行同格阐释。谓语动词遵循中性复数主语使用单数动词的规则而使用 ἐστι,表语为 δίδυμον καὶ δύο ᾠά(“是双重的且是两个蛋”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:55.21-56.24