- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:50.30-52.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
费罗波诺斯根据即便快感不同步或女性缺乏快感时受孕仍会发生这一事实,详细阐明亚里士多德关于精液绝非男女液体混合物的论证。他进而解释了唯有月经血适量时受孕方能发生的原因,并说明了无经血流出或在经期期间受孕等例外情况的原由。
ὥστε δῆλον ὅτι οὐκ ἄν ποτε συλλήψεται τὸ θῆλυ προγεγονυίας τῷ ἄρρενι τῆς ἡδονῆς. νῦν δὲ συλλαμβάνει καὶ προγεγονυίας αὐτῆς τῷ ἄρρενι· οὐκ ἄρα μῖγμα ἡ γονή. τούτων οὕτω προρρηθέντων τὴν λέξιν μετιτέον. σημεῖον δέ, φησίν, ὅτι τὸ θῆλυ οὐ προΐεται σπέρμα οὐδὲ ὅλως μῖγμά ἐστι τὸ σπέρμα καὶ ἡ γονὴ δυοῖν ὑγροτήτοιν τῆς τε ἀπὸ τοῦ ἄρρενος καὶ τοῦ θήλεος, ὅτι πολλάκις τὸ θῆλυ συλλαμβάνει οὐ γεγονυίας αὐτῷ τῆς ἐν τῇ ὁμιλίᾳ ἡδονῆς καὶ δηλονότι οὐδὲ ἀφέσεως ὑγρότητος σπερματικῆς, ἐπειδὴ τῇ προέσει τῆς τοιαύτης ὑγρότητος ἕπεται ἡ τοιαύτη ἡδονή. ὥστε ἐπειδὴ συλλαμβάνει καὶ μὴ προπέμψαν σπέρμα καὶ ὑγρότητά τινα, οὐκ ἂν εἴη τὸ σπέρμα μῖγμα δυοῖν ὑγροτήτοιν, ἀλλ’ ἢ μόνη ἡ τοῦ ἄρρενος.1 συλλαμβάνει γάρ, ὡς εἴρηται, τὸ θῆλυ καὶ μὴ γινομένης ἐν αὐτῷ τῆς ἡδονῆς καὶ γινομένης πάλιν οὐ συλλαμβάνει· γίνεται γὰρ ἡ τοιαύτη ἐν τῷ θήλει ἡδονή, καὶ ὅμως οὐ συλλαμβάνει. ὁμοίως δὲ καὶ ἰσοδρομησάντων τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος περὶ τὴν ἡδονὴν οὐ γίνεται σύλληψις, ἂν μὴ τῶν καταμηνίων ἡ ἰκμάς, τουτέστι τὰ καταμήνια, σύμμετρος ὑπάρχῃ. καὶ διὰ τὸ γίνεσθαι τὴν σύλληψιν ἐν συμμετρίᾳ τῶν καταμηνίων οὔτε ὅλως γεννᾷ τὸ θῆλυ μὴ γινομένων τῶν καταμηνίων, οὔτε γινομένων ὅταν ἐξικμάζῃ, τουτέστιν ὅταν ἀσυμμέτρων καὶ πολλῶν ὄντων συνεξάγηται αὐτοῖς ἡ γονή· ἐξερχόμενα γὰρ τὰ καταμήνια συνεξάγουσι καὶ τὴν ἀπὸ τοῦ ἄρρενος ἐν τῷ θήλει γενομένην γονὴν καὶ εἰσελθοῦσαν. γινομένων οὖν τῶν καταμηνίων οὐ γεννᾷ ἤτοι συλλαμβάνεται τὸ θῆλυ, ἀλλὰ μετὰ τὴν κάθαρσιν. ἢ τὸ ἐξικμάζει ἀντὶ τοῦ εἰς ἀτμὸν ἀναλύει·2 πολλὰ γὰρ ὄντα τὰ καταμήνια καὶ διὰ τοῦτο θερμὰ ἐξικμάζουσι τὸ σπέρμα καὶ ξηραίνουσι καὶ ἄγονον ποιοῦσιν. εἰπὼν δὲ ὅτι οὔτε γινομένων συλλαμβάνεται τὸ θῆλυ, οὔτε μὴ γινομένων τὴν τούτου αἰτίαν ἐπήγαγεν εἰπὼν ὅταν μὲν γὰρ οὐ γίνηται τὰ καταμήνια, οὐκ ἔχει τροφὴν οὐδὲ ὕλην, ἐξ ἧς δύναται συστῆναι τὸ ζῷον ὑπὸ τῆς ἀπὸ τοῦ ἄρρενος γονῆς· ὥσπερ γὰρ ὁ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ ἢ ὅλως ὕλης ἀδυνατεῖ ἀνδριάντα ποιῆσαι, οὕτως καὶ ἡ γονὴ χωρὶς τῶν καταμηνίων συστῆσαι ζῷον. οὔτε δὴ μὴ γινομένων τῶν καταμηνίων συνίσταται ζῷον, οὔτε αὖ πάλιν γινομένων διὰ τὸ συνεκκλύζεσθαι καὶ συνεξέρχεσθαι τοῖς καταμηνίοις τὸ σπέρμα· ἀλλ’ ἐπειδὰν ἀπέλθῃ τὸ πλῆθος καὶ ἡ ἀμετρία τούτων, καταλειφθῶσι δέ τινα σύμμετρα καὶ δυνάμενα συνίστασθαι ὑπὸ τῆς γονῆς, τότε γεννᾷ τὸ θῆλυ.
因此显然,若快感在雄性身上先行发生,雌性就绝不会受孕。然而事实上,即便快感在雄性身上先行发生,她也会受孕;因此精液并非混合物。在这些事情被预先说明之后,应当进入原文。他说,雌性并不排出种子,种子与精液也根本不是来自雄性与雌性的两种液体的混合物,其征候在于:雌性在交合中的快感未曾产生于她,且显然也没有种子的液体排出的情况下(因为这种快感伴随着这种液体的排泄),往往也会受孕。因此,既然她在并未排送出种子及任何液体的情况下也会受孕,种子就不可能是两种液体的混合物,而只能是雄性一方面的。因为正如所说,雌性在快感不产生于她时固然受孕,而在快感产生时反倒不受孕;因为这种快感产生于雌性,她却仍然不受孕。同样地,即便雄性与雌性在快感上并驾齐驱,若月经血的湿气、亦即月经血并不适量,受孕也不会发生。并且由于受孕发生在月经血适量之时,因此在月经血不产生时,或者在月经血产生而流失湿气时——即当月经血不适量且过多而精液随之被带出时——雌性根本不能生育;因为流出的月经血也会将从雄性进入并存于雌性体内的精液一同带出。因此在月经血产生之时,雌性并不生育即不受孕,而是在净除之后才受孕。或者,“流失湿气”意指“化为蒸汽”;因为过多并因此灼热的月经血会蒸发种子的湿气,使其干燥并不育。在说明了雌性既非在月经血产生时受孕,亦非在不产生时受孕之后,他附述了其原因,说:因为当月经血不产生时,她就没有动物借以由来自雄性的精液构成的滋养和质料;因为正如雕塑家没有青铜或一般的质料就无法制造雕像一样,精液没有月经血也无法构成动物。所以,既非在月经血不产生时动物得以构成,亦非在产生时得以构成(因种子随月经血一同被冲洗并流出);唯当这多量与不适度退去,而留下适量且能被精液构成的部分时,雌性才生育。
"Ὅσαι δὲ μὴ γινομένων τῶν καταμηνίων συλλαμβάνουσιν ἢ μεταξὺ γινομένων." Εἰπὼν ὅτι οὔτε γινομένων τῶν καταμηνίων οὔτε μὴ γινομένων γίνεται σύλληψις,3 ἀλλὰ μετὰ τὴν κάθαρσιν τοῦ περιττοῦ καὶ ἀσυμμέτρου καὶ παράληψιν τοῦ συμμέτρου, ἐπειδὴ συλλαμβάνουσί τινες καὶ μηδ’ ὅλως παθοῦσαι τὴν τῶν καταμηνίων ῥύσιν (πολλαὶ γὰρ μέχρι τῶν ἑκατὸν ζήσασαι χρόνων οὐκ εἶδον ὅλως τίνα ποτέ εἰσι τὰ καταμήνια ἢ ὅλως τὴν τοιαύτην αἱματικὴν ῥύσιν πεπόνθασιν, ἀλλὰ διετέλεσαν ἐπίσης τοῖς ἀνδράσιν ἄνευ τῆς τῶν καταμηνίων προέσεως, καὶ ὅμως συνελάβοντο καὶ ἀπέτεκον) ἐπεὶ οὖν συλλαμβάνονταί τινες καὶ μὴ γινομένων ἐν αὐταῖς ὅλως θύραζε τῶν καταμηνίων, καὶ αὖ πάλιν ἄλλαι τινὲς μεταξὺ τῆς προέσεως, αὐτὸς δὲ εἶπε μὴ γίνεσθαι σύλληψιν οὔτε γινομένων καὶ προϊεμένων οὔτε μὴ γινομένων, τὴν αἰτίαν τούτου διὰ τούτων ἐπήγαγε λέγων ὅσαι δὲ μὴ γινομένων πώποτε ἐν αὐταῖς καταμηνίων συλλαμβάνουσιν, ἢ μεταξὺ ὅτε προΐενται, ὕστερον δὲ μή, αἴτιον τούτου ὅτι ταῖς μηδ’ ὅλως πασχούσαις πρόεσιν καταμηνίων τοσαύτη γίνεται ἰκμάς, ἤτοι τοσαῦτα γίνεται καταμήνια, ὅσα μετὰ τὴν κάθαρσιν ὑπολείπεται ταῖς γονίμοις, ὥστε συλλαμβάνουσι μὲν διὰ τὸ ὅλως γίνεσθαι ἐν αὐταῖς καταμήνια, οὐκ ἐξέρχονται δὲ ἔξω διὰ τὸ ὀλίγα εἶναι καὶ τοσαῦτα ὅσα μετὰ τὴν κάθαρσιν ὑπολείπεται ταῖς γονίμοις. αὗται μὲν οὖν διὰ ταῦτα συλλαμβάνονται, ταῖς δ’ ἄλλαις συμβαίνει συλλαμβάνειν μεταξὺ διὰ τὸ συμμύειν μετὰ τὴν κάθαρσιν τὸ στόμα τῶν ὑστερῶν, ἀλλ’ οὐ μεταξύ, ὅτε τυγχάνουσιν οὖσαι ἀνεῳγμέναι διὰ τὴν τῶν καταμηνίων ἔξοδον. εἰπὼν δὲ τὰ καταμήνια ὑλικὸν αἴτιον, τὸ δὲ σπέρμα, μᾶλλον δὲ τὴν ἐν τῷ σπέρματι δύναμιν ποιητικόν, ἐπειδὴ ἔν τισι τῶν γυναικῶν καὶ μετὰ τὴν σύλληψιν γίνεται καταμήνια, εἶπε δ’ ἄν τις ὡς εἴπερ ὡς ἐξ ὕλης τῶν καταμηνίων γίνεται τὸ ζῷον, πῶς μετὰ τὴν σύλληψιν γίνεται καταμήνια; λέγει οὐδὲν δὲ ἄτοπον καὶ συνειληφυίαις ἔτι φοιτᾶν ἐξ αὐτῶν καταμήνια ὀλίγα καὶ οὐ διὰ παντὸς τοῦ καιροῦ τῆς κυήσεως· οὐ γὰρ εἰ ἐννέα μῆνας φέρει τὸ ἔμβρυον ἡ γυνή, καὶ ἐννάκις ἐξ αὐτῆς φοιτᾷ, ἀλλ’ ἅπαξ ἢ δίς· οὐδὲν οὖν ἄτοπον τοῦτο συμβαίνειν αὐταῖς διά τινα νόσον.
“至于那些在月经血不产生时,或在产生期间受孕的女性。” 在说明了受孕既非在月经血产生之时亦非在不产生之时发生,而是在多余和不适度之物净除且适量之物保留之后发生之后,既然有些女性即便根本未曾经历月经血的流注也能受孕(因为许多活到百岁的女性根本未曾见过月经血究竟为何物,也未曾经历这种血液的流注,而是与男子一样完全没有月经血的排泄,却仍然受孕并生育);因此,既然有些女性在她们体内根本没有月经血流出体外的情况下受孕,而另一些女性又在排泄的期间受孕,而他自己曾说过受孕既不在产生且排泄之时发生亦不在不产生之时发生,他便借由这些话附述了其原因,说:至于那些在她们体内从未产生过月经血而受孕,或在排泄期间受孕而之后不再受孕的女性,其原因在于:对于根本不承受月经血排泄的女性,产生出如多产女性在净除后所残留的那样多的湿气、亦即那样多的月经血,因而她们由于体内毕竟产生月经血而受孕,但因为其量少,且恰如多产女性在净除后所残留的量,所以并不排出体外。因此她们由于这些原因而受孕;而对其他女性而言,在排泄期间受孕乃是因为净除之后子宫口闭合,而在期间则不然,此时因月经血的排出恰好敞开。在说明了月经血是质料因,而种子、或者更确切地说是种子中的能力是动力因之后,既然在某些妇女身上受孕之后也会产生月经血,有人可能会说:如果动物确实是由作为质料的月经血生成的,那么受孕之后怎会产生月经血呢?他说,即便对于已受孕的妇女,仍有少量月经血从她们那里排出,且并非在整个孕期都发生,这也并无荒谬之处;因为女性哪怕怀胎九月,也并非从她那里排出九次,而是一两次;因此,由于某种疾病而在她们身上发生此事,并无任何荒谬之处。
- 1.17ἀλλ’ ἢ μόνη ἡ τοῦ ἄρρενος
紧接在否定句(οὐκ ἂν εἴη τὸ σπέρμα μῖγμα δυοῖν ὑγροτήτοιν)之后的 ἀλλ’ ἤ 是表示“除……之外”的惯用结构。句法上省略了主谓成分,应补充理解为“而只能是雄性的[液体]”。
- 1.17ἢ τὸ ἐξικμάζει ἀντὶ τοῦ εἰς ἀτμὸν ἀναλύει
连词 ἤ 引入了注释者对动词 ἐξικμάζει 的另一种解释,以对比前文的解释(经血过多将精液一同冲出),此处将其训为“分解为蒸汽”或“使之蒸发”。
- 1.18Εἰπὼν ὅτι οὔτε γινομένων τῶν καταμηνίων οὔτε μὴ γινομένων γίνεται σύλληψις
由句首分词 Εἰπὼν ὅτι... 引出的分词从句构成了一个长复合句,其间插入了长括号句(πολλαὶ γὰρ...),随后由 ἐπεὶ οὖν 重新引回,最终落实于主句主动词 ἐπήγαγε(附述了)。核心骨架为:“在说明了……之后,既然……,他便借由这些话附述了其原因”。
