- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:49.32-50.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德(727b5),注疏者借助男女快感发生时机的不一致(先行、同时、后至),驳斥了受孕依赖两性液体混合的观点,论证精液仅来自雄性。
" Σημεῖον δ’ ὅτι οὐ τοιοῦτον σπέρμα προΐεται τὸ θῆλυ οἷον τὸ ἄρρεν." Εἴρηται ἡμῖν καὶ πρότερον, ὅτι οἱ λέγοντες τὸ σπέρμα μῖγμα εἶναι δύο ὑγροτήτων, τῆς τε ἀπὸ τοῦ ἄρρενος καὶ τοῦ θήλεος, κατεσκεύαζον τὸ δόγμα λόγῳ τοιῷδε· ἐπειδή, φασί, καθ’ ὃν χρόνον ἔξεισι τὸ σπέρμα, γίνεται ἡ πλείστη ἡδονὴ περὶ τὸ αἰδοῖον (γίνεται μὲν γὰρ καὶ ἐν ἅπαντι τῷ τῆς ὁμιλίας καιρῷ ἡδονή τις, ἀλλ’ οὐ τοιαύτη ὁποία ἐστὶν ἡ πρὸς τῷ τέλει τῆς μίξεως, ὅτε καὶ τὸ σπέρμα ἔξεισιν) ἐπεὶ οὖν τὴν τοιαύτην ἡδονὴν κατὰ τὴν τοῦ σπέρματος πρόεσιν ἥδεται καὶ πάσχει τὸ ἄρρεν, πάσχει δὲ ταύτην καὶ τὸ θῆλυ, ἀναγκαῖον καὶ τοῦτο κατὰ πρόεσιν σπέρματος πάσχειν αὐτήν.1 ταύτην οὖν τὴν δόξαν ἀνασκευάζει ὁ Ἀριστοτέλης ἐπὶ ἀξιώματι τοιῷδε· εἰ τὸ σπέρμα καὶ ὅλως ἡ γονὴ μῖγμά ἐστι τῶν ἀπὸ τοῦ ἄρρενος καὶ θήλεος ὑγροτήτων, καὶ οὐδετέρα τούτων δύναται αὐτὴ καθ’ αὑτὴν κινῆσαι τὴν ὕλην καὶ ζῷον ἀποτελέσαι, πρὶν ἂν ἀμφότεραι μιχθῶσιν, ἀνάγκη ὅλως μὴ γίνεσθαι σύλληψιν, πρὶν ἂν μιχθῶσιν ἀμφότεραι αἱ ὑγρότητες. ἀλλὰ μὴν συλλαμβάνει τὸ θῆλυ καὶ ἀπὸ μόνης τῆς τοῦ ἄρρενος ὑγρότητος, ὡς δειχθήσεται· οὐκ ἄρα ἡ γονὴ μῖγμά ἐστι δυοῖν ὑγροτήτοιν. δείκνυσι δὲ ὅτι τὸ σπέρμα ἀπὸ μόνου τοῦ ἄρρενός ἐστιν ἐξ αὐτῶν τῶν ὑπ’ ἐκείνων λεγομένων· ῥητέον δὲ ἡμῖν πρὸς τὴν τῶν λεχθησομένων σαφήνειαν τάδε. ἡ εἰρημένη ἡδονή, ἣν ἔφαμεν γίνεσθαι ἐν τῇ τοῦ σπέρματος προέσει, οὐ πάντοτε ἰσόδρομος γίνεται τῷ ἄρρενι καὶ τῷ θήλει, ὥστε ὅτε ταύτην ἥδεται τὸ ἄρρεν, τότε καὶ κατὰ τὸν αὐτὸν καιρὸν καὶ τὸ θῆλυ, ἀλλ’ ὁτὲ μὲν ταύτην πάσχει τὸ ἄρρεν καὶ ἀφίσταται τοῦ θήλεος μήπω ταύτην παθόντος καὶ διὰ τοῦτο βουλομένου ἔτι προσδιατρίβειν τῇ ὁμιλίᾳ, ὁτὲ δὲ ἀνάπαλιν τὸ θῆλυ πεπονθὸς καὶ ἡσθέν, τὸ 〈δ’〉 ἄρρεν οὔπω πέπονθεν·2 ὅτε δὲ ἰσοδρομοῦσι, καὶ ἡνίκα καὶ ὅτε πάσχει ταύτην τὸ θῆλυ, τότε καὶ τὸ ἄρρεν. ἐπεὶ οὖν καὶ προγίνεται ἡ τοιαύτη ἡδονὴ τῷ θήλει καὶ ἰσοδρομεῖ καὶ ἐπιγίνεται, δῆλον ὅτι οὐδέποτ’ ἂν συλλήψεται τὸ θῆλυ, εἰ μὴ ἰσόδρομος γένηται ἡ ἡδονή. εἰ γὰρ ἡ γονή, ἥτις συνίστησι τὸ καταμήνιον, μῖγμά ἐστι δυοῖν ὑγροτήτοιν, ἡ δὲ ὑγρότης αὕτη ἔξεισιν, ὅτε καὶ ἡ ἄφατος γίνεται ἡδονή, δῆλον ὅτι, ὅτε προγένηται τῷ ἄρρενι καὶ ἀποστῇ ἀπ’ αὐτοῦ τοῦ θήλεος, οὐδέν τι τοιοῦτον τὸ θῆλυ προέπεμψεν· οὔπω γὰρ ἔπαθε τὴν ἡδονήν, ὥστε οὐδ’ ἀφῆκεν ὑγρότητα· εἰ γὰρ ἀφῆκε, καὶ ἔπαθεν.
“而雌性并不排泄雄性那样的种子,其征候[如下]。” 我们此前也曾说过,那些主张种子是来自雄性与雌性的两种液体的混合物的人,是通过如下论据建构其学说的:他们说,既然在种子排出的时刻,生殖器周围产生最大的快感(因为在交合的整个期间固然产生某种快感,却不及交接终了、种子亦排出时的那种快感);因此,既然雄性在排泄种子时享受并承受这种快感,而雌性也承受这种快感,那么这个[雌性]在排泄种子时也必然承受它。于是亚里士多德基于如下公理驳斥这一看法:如果种子以及一般的精液是来自雄性与雌性的液体的混合物,而在二者混合之前,它们各自本身都不能运动质料并生成动物,那么在两种液体混合之前,受孕就必然完全不发生。然而,正如将被表明的,雌性哪怕仅由雄性的液体也能受孕;因此精液并非两种液体的混合物。他根据他们自己所说的话来证明种子仅来自雄性;为了后文的明晰,我们必须说明以下几点。我们所说在排泄种子时产生的前述快感,在雄性与雌性身上并不总是并驾齐驱的,即并非雄性享受这[快感]时,雌性也在同一时刻享受它;有时雄性承受了它并从雌性身上离开,而雌性尚未承受它并因此仍愿流连于交合之中;有时反过来雌性已经承受了它并感到快乐,雄性却尚未承受;而当二者并驾齐驱时,雌性承受它的时刻,雄性也同样承受。因此,既然这种快感在雌性身上或先行、或并驱、或后至,显然除非快感并驾齐驱,雌性就绝不会受孕。因为如果凝结经血的精液是两种液体的混合物,而这种液体在产生莫大快感时排出,显而易见,当它在雄性身上先行发生且雄性已从雌性身上离开时,雌性并未排出任何此类之物;因为她尚未承受快感,因而甚至没有释放出液体;因为如果她释放了,也就承受了快感。
- 1.17ἀναγκαῖον καὶ τοῦτο κατὰ πρόεσιν σπέρματος πάσχειν αὐτήν
非人称表达 ἀναγκαῖον [ἐστι] 引出宾格加不定式结构:中性宾格代词 τοῦτο 呼应前文的 τὸ θῆλυ,作不定式 πάσχειν 的逻辑主语(“这个[雌性]也”),阴性宾格代词 αὐτήν 则呼应 τὴν ἡδονήν(前文的 ταύτην),作其宾语(“它[快感]”)。
- 1.17ὁτὲ δὲ ἀνάπαλιν τὸ θῆλυ πεπονθὸς καὶ ἡσθέν, τὸ 〈δ’〉 ἄρρεν οὔπω πέπονθεν
在 ὁτὲ μὲν ... ὁτὲ δέ 的对照中,后半句由分词短语 τὸ θῆλυ πεπονθὸς καὶ ἡσθέν[可补 ἐστιν 或视作宽泛的主格绝对结构]构成,与后面的主句 τὸ 〈δ’〉 ἄρρεν οὔπω πέπονθεν 相对立。它与前半句雄性先承受快感的情形形成语义上的反向对照,简洁地陈述了两者的不对称。
