- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:52.25-54.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《动物生成论》卷一(727b33–728a27)的注解。作者驳斥了依据交合快感和分泌物而认为雌性亦排出种子的主张,指出快感源于气息的聚集,而分泌物仅为体寒所致的无用残余。随后通过未过筛面粉的譬喻,阐明月经血是不纯的质料,需经雄性精液加工与构建以生成动物。
" Ὃ δ’ οἴονταί τινες1 σπέρμα συμβάλλεσθαι ἐν τῇ συνουσίᾳ τὸ θῆλυ διὰ τὸ γίνεσθαι παραπλησίαν αὐταῖς τὴν χαρὰν ἐνίοτε." Ἤδη εἴρηται ἡμῖν ὅτι οἱ λέγοντες καὶ ἐκ τοῦ θήλεος ἀπέρχεσθαι σπέρμα κατεσκεύαζον τοῦτο οὕτως· ἐπεὶ ἡ χαρὰ καὶ πάνυ πολλὴ ἡδονὴ ἐν τῇ τοῦ σπέρματος προέσει γίνεται, πάσχει δὲ ταύτην τὴν χαρὰν καὶ τὸ θῆλυ, δῆλον ὅτι προΐεται σπέρμα. ἄλλως τε, φασίν, ἐπεὶ καὶ ὑγρασίαν τινὰ ἐν τῇ ὁμιλίᾳ ἀποκρίνει τὸ θῆλυ, τί ἂν ἄλλο εἴη ἡ ὑγρότης αὕτη, εἰ μὴ σπέρμα; πρὸς ταῦτα ἀπαντῶν ὁ Ἀριστοτέλης, καὶ πρῶτον πρὸς τὸ δεύτερον, λέγει μὴ εἶναι σπέρμα τὴν τοιαύτην ὑγρασίαν, ἀλλ’ ἰδιότητά τινα τοῦ τόπου, λέγων τόπον τὴν ὑστέραν· ἴδιον γὰρ τοῦτο τῆς ὑστέρας ἀποκρίνειν τοιαύτην ὑγρότητα, ἥτις ἐστὶν ἄχρηστος, ὥσπερ καὶ τῶν ὀφθαλμῶν τὸ πέμπειν δάκρυον. ἄλλως τε, φησίν, οὐδὲ πάσαις ταῖς γυναιξὶ γίνεται τοῦτο, ἀλλὰ μόναις ταῖς λευκοχρόοις καὶ θηλυκαῖς, τουτέστι ψυχροτέραις. διὰ γὰρ ἔνδειαν θερμοῦ ἡ λευκότης, ὥστε ἐπειδὴ ψυχρότεραι αἱ λευκαὶ τῶν μὴ λευκῶν, εἰκότως ἐν αὐταῖς μόναις γίνεται τὸ τοιοῦτον περίττωμα καὶ ἡ τοιαύτη ὑγρασία· πᾶσα γὰρ περίττωσις δι’ ἔνδειαν θερμοῦ γίνεται. ἀρρενωποὺς δὲ λέγει τὰς θερμοτέρας· διὰ τοῦτο γὰρ μέλαιναι, διότι καὶ θερμαί. οὕτως οὖν ἐνστὰς πρὸς τὸ δεύτερον καὶ πρὸς τὸ πρῶτον ἀπαντᾷ φάσκων οὕτω, μὴ μόνον γίνεσθαι τὴν ἡδονὴν διὰ τῆς τοῦ σπέρματος προέσεως, ἀλλὰ καὶ διὰ τὸ συναθροιζόμενον πνεῦμα, ὅπερ πνεῦμα συνίσταται εἰς σπέρμα, ὥσπερ καὶ ὁ ἀὴρ εἰς ὕδωρ. ἐπειδὴ οὖν, ὡς λέγομεν, ἡ τοιαύτη ἡδονὴ ἐν τῷ ἄρρενι καὶ χωρὶς τῆς τοῦ σπέρματος προέσεως διὰ πνεῦμα, γενήσεται καὶ ἐν τῷ θήλει διὰ πνεύματος ἄθροισιν καὶ οὐ διὰ σπέρματος πρόεσιν. ἀλλὰ καὶ τοῖς παισὶ τοῖς μήπω προϊεμένοις σπέρμα γίνεται ἡ τοιαύτη ἡδονή, ἡνίκα διὰ τῶν χειρῶν ξύουσι τὸ σφῶν αἰδοῖον. ἀλλὰ καὶ τῶν διεφθαρμένων περὶ τὴν γένεσιν2 ἀναλύονται, τουτέστι φθείρονται αἱ κοιλίαι διὰ τὸ ἀποκρίνεσθαι περίττωμα εἰς τὴν κοιλίαν μὴ δυνηθὲν εἰς σπέρμα μεταβαλεῖν, καὶ ὅμως γίνεται καὶ τούτοις, λέγω δὴ τοῖς περὶ τὴν γένεσιν διεφθαρμένοις καὶ μὴ προϊεμένοις σπέρμα, ἡ τοιαύτη ἡδονή. ἀλλὰ καὶ ἐπειδὴ ἡ γυνὴ ἔοικε παιδὶ διά τε τὴν φωνὴν (ὀξύφωνοι γὰρ ἀμφότεροι), διά τε τὸ ἀτρίχωτον ἔχειν τὴν γένυν οἷά τε ἄλλα πολλά, συλλογιστέον τῇδέ πῃ· ἡ γυνὴ ἔοικε παιδίῳ, οὐδὲν δὲ παιδίον προΐεται σπέρμα, οὐδεμία ἄρα γυνὴ προΐεται σπέρμα. λέγει δὲ καὶ ὅτι αἱ μὲν αἱμορροΐδες γίνονται διὰ νόσον, ἡ δὲ τῶν καταμηνίων ῥύσις φύσει.
“至于某些人认为雌性在交合中分担贡献种子,是因为她们有时也会产生类似的喜悦。” 我们此前已经说过,那些主张种子也出自雌性的人是如下论证此事的:既然在种子的排出中产生喜悦与极大的快感,而雌性也经历这种喜悦,显然她便排出了种子。他们还说,不仅如此,既然雌性在交合中也分泌某种湿气,若不是种子,这种液体又还能是什么呢?亚里士多德在回应这些说法时,首先针对第二个说法指出,这种湿气并非种子,而是该场所的某种特有属性,他称子宫为“场所”;因为分泌这种无用的湿气乃是子宫所特有的,正如流出眼泪之于眼睛一样。不仅如此,他说,这也并非发生在所有女性身上,而仅见于肤色白皙且具女性特征者,亦即体质较冷者。因为白色乃由于热力的匮乏,所以既然白皙者比不白皙者更冷,自然唯独在她们身上才产生这种残余物与这种湿气;因为一切残余物皆因热力的匮乏而产生。而他称较热的女性为“具雄相者”;因为她们之肤色深黑正是由于其热。这样在反驳了第二点之后,他也针对第一点作答,如此声称:快感不仅通过种子的排出而产生,而且也通过聚集起来的气息而产生,而这种气息凝聚为种子,正如空气凝为水一样。因此,正如我们所说,既然雄性身上这种快感由于气息之故即便不排出种子也能产生,那么在雌性身上也将因气息的聚集而非因种子的排出而产生。不仅如此,对于尚未排出种子的男童,当他们用手摩擦自己的私处时,也会产生这种快感。再者,对于在生殖方面受到损伤的人而言,因不能转化为种子的残余物被分泌到腹部,他们的腹部变松弛、亦即受损,然而对这些人——即生殖受损且不排出种子者——这种快感仍然会产生。不仅如此,既然女性无论由于声音(两者皆为高音),还是由于下颌无须以及许多其他此类特征,都与儿童相似,便应当如下推论:女性与儿童相似,而没有儿童排出种子,所以也没有女性排出种子。他还说,痔疮是因疾病而生,而月经血的流注则是出于自然。
"Ὥσπερ ἐν τῇ περὶ τοὺς καρποὺς γενέσει, ὅταν ᾖ μήπω διηττημένη, ἔνεστι μὲν ἡ τροφή." Καρποὺς νῦν λέγει τὰ ἄλευρα, γένεσιν δὲ τὴν ζύμωσιν, ἐξ ἧς ἡ ζύμη, μήπω δὲ διηττημένην τὴν μήπω κεκοσκινισμένην, ἐκ τοῦ διαττῶ τὸ κοσκινίζω. εἴη δ’ ἂν τὸ λεγόμενον τοιοῦτον· ὥσπερ γὰρ ἐν τοῖς ἀλεύροις τοῖς μὴ κεκοσκινισμένοις, ἀλλ’ οὖσιν ἀναμεμιγμένοις μετὰ τῶν πιτύρων ἔνεστι μὲν ἡ τροφή (λέγων τροφὴν αὐτὰ τὰ καθαρὰ ἄλευρα τὰ ἀπὸ τῶν πιτύρων διὰ τοῦ κοσκίνου ἀποκριθέντα καὶ διὰ ζυμώσεως καὶ ἰπνοῦ ἄρτος γεγενημένα) ὥσπερ οὖν ἐν τοῖς ἀναμεμιγμένοις ἀλεύροις3 ἔνεστιν ἡ σεμίδαλις, δεῖται δὲ ἐργασίας καὶ κοσκινίσεως πρὸς τὸ ἀποκριθῆναι ἀπὸ τῶν πιτύρων, οὕτως ἔχει καὶ τὰ καταμήνια· εἰσὶ γὰρ σπέρμα οὐ καθαρόν, τοῦτο δὲ ταὐτόν ἐστι τῷ σεμίδαλις μετὰ πιτύρων, καὶ δεῖται, ὥσπερ ταῦτα τοῦ κοσκινίσοντος, οὕτω τὰ καταμήνια τοῦ ἐργασομένου καὶ συστήσοντος αὐτὰ σπέρματος. καὶ ὥσπερ δὲ εἴ τις μὴ κεκοσκινισμένων ἀλεύρων ἕνα πίνακα ἐμμίξει δέκα πίναξι καθαρᾶς σεμιδάλεως, δύναται τὸ μῖγμα τῶν ἕνδεκα πινάκων τρέφειν, οὕτω καὶ ἡ γονὴ γεννᾷ μιγνυμένη τοῖς καταμηνίοις.
“正如关于作物的生成,当它尚未被过筛时,养分固然存在,[……]那样。” 他在此所说的“作物”意指面粉,“生成”意指从中产生酵母的发酵,“尚未过筛”意指尚未用筛子筛过,源自“筛别”即用筛过面。所说的意思当如下:因为正如在尚未过筛而是与麸皮混杂在一起的面粉中,养分固然存在(他称“养分”为通过筛子与麸皮分离、并经由发酵和烤炉制成面包的纯净面粉本身)——因此,正如在混杂的面粉中存在精白面粉,但为了与麸皮分离而需要加工与过筛,月经血的情况也是如此;因为它们是不纯净的种子(这与“带麸皮的精白面粉”是一回事),并且正如这些面粉需要过筛之人,月经血同样需要加工并构成它们的种子。又正如若有人将一盘未过筛的面粉混入十盘纯净精白面粉中,这十一盘的混合物便能够提供滋养,精液与月经血混合时同样能产生后代。
- 1.19Ὃ δ’ οἴονταί τινες
引文开头的关系代词 ὅ(中性单数)所引导的从句没有先行词,在此作关系宾格或提示话题的话题性独立宾格(“至于……这一点”),用以引出下文要探讨的论题。
- 1.19τῶν διεφθαρμένων περὶ τὴν γένεσιν
置于句首的属格短语 τῶν διεφθαρμένων περὶ τὴν γένεσιν 是从属于主语 αἱ κοιλίαι 的领属属格(“在生殖方面受损者的腹部/肠道”)。作为医学用语的 ἀναλύονται 意指“(肠道)松弛、腹泻”,注释者将其转述为 φθείρονται(受损)。
- 1.20ὥσπερ οὖν ἐν τοῖς ἀναμεμιγμένοις ἀλεύροις
此前由 ὥσπερ γὰρ ἐν τοῖς ἀλεύροις 开始的譬喻句由于插入了长篇解释短语(λέγων τροφὴν ... γεγενημένα)而中断,此处借助小词 οὖν 对譬喻进行复述与重新导入(reprise),进而顺利导向主句 οὕτως ἔχει καὶ τὰ καταμήνια。
