- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:4.15-5.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在结束关于自生生物生殖产生无穷倒退的归谬论证后,注解者阐释了植物中雌雄概念的类比用法、精液的形成与两性差异、睾丸与子宫等生殖器官的结构与体内位置,以及自然基于必然性与“更好”之目的性构造。
εἰ δὲ ἕξουσι καὶ τὰ τῶν σκωληκίων ἔκγονα τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ δύνανται καὶ συνδυάζεσθαι καὶ γεννᾶν, ὁμοειδῆ μὲν οὐκ ἂν γεννήσαιεν· ἔδει γὰρ καὶ τὰ σκωλήκια ἐξ ὁμοειδῶν γενέσθαι·1 γεννήσουσιν ἄρα ἀνομοειδῆ, κἀκεῖνα πάλιν ἕτερα ἀνομοειδῆ διὰ τὰς αὐτὰς ἀνάγκας, καὶ οὕτω προβήσεται ἡ τῶν ἀνομοειδῶν φύσις εἰς ἄπειρον, ὅπερ ἀδύνατον. Λέγει δὲ ἐν τοῖς φυτοῖς λέγεσθαι τὸ ἄρρεν καὶ θῆλυ καθ’ ὁμοιότητα καὶ ἀναλογίαν. τὰ μὲν γὰρ καρποφόρα θήλεα· τῶν γὰρ θηλέων τὸ γεννᾶν ἐν ἑαυτοῖς· τὰ δὲ μὴ τοιαῦτα ἄρρενα. ὁ δὲ ἰξὸς καθ’ αὑτὸν μὲν οὐ γίνεται, ἀλλ’ ἐν τῇ δρυί· ἔστι γὰρ ὁ ἰξὸς ἐν τῇ δρυὶ ἔτι ὢν ὅμοιος τοῖς φύλλοις τοῦ κισσοῦ. τοῦτον οὖν συναγαγόντες οἱ ἰξευταὶ καὶ ἐν χύτρᾳ καινῇ ἐναποτιθέντες κατορύττουσιν αὐτὸν μετὰ τῆς χύτρας ἐν τῇ κόπρῳ, καὶ ἐν ταύτῃ σαπείς, εἶτα ἐλαίῳ μαλαχθεὶς ἀποτελεῖται ὁ ἐπαλειφόμενος ἰξὸς ἐν τοῖς κλαδίοις πρὸς τὴν τῶν στρουθῶν θήραν. Ἐπιβάλλοντα δὲ λόγον λέγει τὸν ἁρμόδιον καὶ προσήκοντα. ἐν δὲ τῇ λέξει τῇ ἀπὸ τῶν εἰρημένων συνείροντας εἰρημένα λέγει τὸ ἄρρεν καὶ τὸ θῆλυ. ἐν δὲ τῇ μετ’ αὐτὴν πάλιν λέξει τῇ τοῦτο δὲ μάλιστ’ ἄν τις πιστεύσειε θεωρῶν πῶς γίνεται τὸ σπέρμα τὸ τοῦτο δηλωτικόν ἐστι τοῦ ὅτι δὲ τῆς γενέσεως ἀρχαὶ τὸ ἄρρεν ἐστὶ καὶ τὸ θῆλυ· τοῦτο πιστεύσειεν ἄν τις θεωρῶν πῶς γίνεται τὸ σπέρμα, καὶ πόθεν. ἡ δὲ τοῦ σπέρματος ἀπόκρισις (λεγέσθω γὰρ νῦν σπέρμα καὶ τὸ καταμήνιον) καὶ ἐν τῷ θήλει ἐστὶ καὶ ἄρρενι καὶ ἐκ τούτων ἐξέρχεται. ὅταν μὲν γὰρ ἐκκριθῇ ἀπὸ τοῦ λεπτοτάτου αἵματος τοῦ τρέφοντος τὸ σῶμα καὶ μένῃ ἐν τοῖς σπερματικοῖς πόροις, πάντως ἐστὶν ἐν τούτοις, ἐξέρχεται δὲ ἐκ τοῦ ἄρρενος ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ, καὶ τὸ μὲν ἄρρεν γεννᾷ εἰς τὸ θῆλυ, τὸ δὲ θῆλυ εἰς ἑαυτό· ἐν ἑαυτῷ γὰρ φέρει τὸ ἔμβρυον, ἕως ἂν τελειωθῇ, τελειωθὲν δὲ γεννᾷ. Ἐπεὶ δὲ δυνάμει τινὶ καὶ ἔργῳ διώρισται τὸ ἄρρεν καὶ θῆλυ, τῶν δὲ διαφόρων δυνάμεων καὶ τὰ ὄργανα διάφορα, ἀναγκαῖον καὶ τὰ πρὸς τὴν τέκνωσιν καὶ τὸν συνδυασμὸν μόρια καὶ ὄργανα διαφέρειν ἀλλήλων, καθ’ ἃ ὄργανα καὶ μόρια διαφέρουσι τὸ ἄρρεν καὶ θῆλυ. εἰ γὰρ καὶ καθόλου τοῦ Σωκράτους κατηγορεῖται τὸ ἄρρεν καὶ τῆς Ξανθίππης τὸ θῆλυ, ἀλλ’ οὐ καὶ κατὰ τὰς χεῖρας καὶ τοὺς ὀφθαλμοὺς ὁ μὲν ἄρρην ἡ δὲ θήλειά ἐστιν, ἀλλὰ κατά τινα δύναμιν καὶ κατά τινα μόρια. περινέους δὲ λέγει τοὺς φλεβώδεις πόρους, οἵτινες ἐπὶ μὲν τῶν ἐχόντων αἰδοῖον εἰς αὐτὸ τὸ αἰδοῖον ἐξάγουσι τὸ σπέρμα, ἐκ δὲ τούτων διαδεξάμενον τὸ αἰδοῖον ἀφίησιν εἰς τὸ θῆλυ, ἐπὶ δὲ τῶν μὴ ἐχόντων αἰδοῖον αὐτοὶ πρὸς τῇ οἰκείᾳ χρείᾳ ἀποπληροῦσι καὶ τὴν τοῦ αἰδοίου. ταύτην δὲ ἐναντίωσιν εἶπε τὸ ἄρρεν καὶ θῆλυ. Λέγει δὲ ὅτι τὰ ζῳοτόκα πάντα εἰς τὸ πρόσθεν ἔχει τοὺς ὄρχεις, ἀλλὰ τὰ μὲν ἐκτός, ὥσπερ ἄνθρωποι, τὰ δ’ ἐντὸς πρὸς τῷ τέλει τῆς γαστρός· ἐν ᾧ γὰρ τόπῳ πληροῦται ἡ τῆς γαστρὸς θέσις, ἐν τούτῳ ἔχουσιν αὐτοὺς κειμένους, ὥσπερ οἱ δελφῖνες· ἔχουσιν δὲ καὶ οὗτοι αἰδοῖον, οἷόν ἐστι τὸ τῶν βοῶν. Τὰς δὲ ὑστέρας, αἳ καὶ μῆτραι καλοῦνται, τὰ μὲν ἔχει πρὸς τοῖς ἄρθροις, ὥσπερ αἱ γυναῖκες, λέγων ἄρθρα αὐτὰ τὰ τῶν γυναικῶν αἰδοῖα, τὰ δὲ ἔχουσιν αὐτὰς πρὸς τῷ ὑποζώματι. ζῳοτοκοῦσι δὲ καὶ ἐν ἑαυτοῖς καὶ θύραζε ἄνθρωποι, βόες, ἵπποι καὶ τὰ ὅμοια· θύραζε δὲ μόνον ζωοτοκοῦσιν ὅσα ᾠοτοκοῦσιν, ἐκτὸς δὲ γίνονται τὰ τοιαῦτα ᾠὰ ζῷα.2 ὑπόζωμα δὲ λέγει τὸ διάφραγμα, ὅπερ καὶ φρένες καλεῖται. τὰ δὲ ὑπὸ τῆς φύσεως γινόμενα τὰ μὲν γίνεται διὰ τὸ ἀναγκαῖον, τὰ δὲ διὰ τὸ βέλτιον. ἀναγκαῖον δὲ λέγεται τὸ ἐν ἅπαντι τῷ γένει εὑρισκόμενον, καὶ οὗ ἄνευ οὐκ ἐνδέχεται γενέσθαι τι, βέλτιον δὲ τὸ μὴ τοιοῦτον. ἐπεὶ δὲ οἱ ὄρχεις οὔτε ἐν ἅπαντι τῷ τῶν ἀρρένων εὑρίσκονται γένει, γίνεται δὲ γένεσις καὶ χωρὶς αὐτῶν, οὐκ εἰσι διὰ τὸ ἀναγκαῖον, ἀλλὰ διὰ τὸ βέλτιον.
另一方面,如果蛆虫的后代亦具有雄与雌,并且既能交配亦能生育,它们不会生出同种之物;因为蛆虫自身亦应当产生自同种之物。因此它们将生出异种之物,而那些后代由于同样的必然性又将生出其他异种之物,这样一来,异种之物的本性将走向无穷,而这是不可能的。他说,在植物中言及雄与雌乃是依相似性与类比而言的。因为结果实者为雌(因为在自身之内生育乃属于雌性),而并非如此者为雄。槲寄生并非独立产生,而是生于橡树中;因为槲寄生尚在橡树上时类似于常春藤的叶子。捕鸟人采集此物后置于新陶罐中,连同陶罐一同埋入粪便中,在其中腐熟,随后用橄榄油调和软化,便制成了涂抹在细枝上用于捕雀的鸟胶。所谓“切要的论述”,他是指适宜且相称的论述。在“从已述及的事物顺承推论”这一文句中,所说的“已述及的事物”是指雄与雌。而在其后“若考察精液是如何生成的,人们对此当尤为确信”这一文句中,“对此”所表明的是:雄与雌乃是生成的本原;若考察精液是如何生成以及从何生成的,人们便会对此确信。而精液的分泌物(在此且将经血亦称为精液)既存在于雌性体内亦存在于雄性体内,并由此排出。因为当它从滋养身体的最精细血液中分泌出来并停留在输精管道中时,完全是存在于这些管道之内,而在交配之时从雄性体内排出,雄性生于雌性体内,而雌性生于自身之内;因为雌性将胚胎怀在自身之内直至其发育完全,发育完全后便生出来。既然雄与雌是以某种潜能与功用界定的,而不同潜能的器官亦各不相同,那么用于生育与交配的部分和器官必然亦相互不同,雄与雌正是依据这些器官和部分而有所不同的。因为纵使雄是在整体上表述苏格拉底,雌是在整体上表述赞蒂佩,但并非依双手和眼睛而言一者为雄另一者为雌,而是依某种潜能和某些部分而言。他所称的“会阴管”是指那些静脉状的通道,在具有阴茎的动物中,它们将精液引向阴茎自身,阴茎从它们接收精液后排入雌性体内,而在不具阴茎的动物中,它们自身除固有功用外亦履行阴茎的功用。而他所说的这种“对立”是指雄与雌。他说,一切胎生动物的睾丸都在前方,但有的在体外,如人类,有的在体内靠近腹部末端处;因为在腹部的安置终结之处,它们便将睾丸置于该处,如海豚;海豚亦具有类似于公牛那样的阴茎。至于子宫(亦称母体),有的动物具有靠近关节处的子宫,如妇女——他所称的关节是指妇女自身的阴部——,有的动物则具有靠近横膈处的子宫。人类、牛、马及类似动物既在自身之内亦向体外胎生;但凡卵生者仅向体外胎生,此类卵是在外部化为动物。他所称的“下围”是指横膈膜,亦被称为膈。在依自然生成的事物中,有些是由于必然性而生成,有些则是由于更好。所谓必然,是指见于整个属中且若无之则某物便不能生成的那些事物,而非此类者则是为了更好。既然睾丸既非见于整个雄性属中,且没有它们亦能发生生成,因此它们并非由于必然性而存在,而是为了更好。
- 1.0ὁμοειδῆ μὲν οὐκ ἂν γεννήσαιεν· ἔδει γὰρ καὶ τὰ σκωλήκια ἐξ ὁμοειδῶν γενέσθαι
后承句采用 ἄν 加希求法(οὐκ ἂν γεννήσαιεν)表示潜在结论(“当不会生出同种之物”),随后由表示未实现的必然性或过去相反事实的未完成式动词 ἔδει 引导原因从句(“因为蛆虫自身亦应当产生自同种之物”),以此反事实前提否定析取支的第一项。
- 1.0θύραζε δὲ μόνον ζωοτοκοῦσιν ὅσα ᾠοτοκοῦσιν, ἐκτὸς δὲ γίνονται τὰ τοιαῦτα ᾠὰ ζῷα
承接前句关于在体内与体外皆胎生(ζῳοτοκοῦσι δὲ καὶ ἐν ἑαυτοῖς καὶ θύραζε)的真正胎生动物的对比。此处以关系从句 ὅσα ᾠοτοκοῦσιν(凡卵生者)为主语,称其“仅向体外胎生”(θύραζε δὲ μόνον ζωοτοκοῦσιν),意指此类卵在母体外孵化成活的动物(ζῷα)。
