← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§48.1-49.31

经血作为残余物与肥胖引起的精液减少

对亚里士多德《动物生成论》第1卷(727a4–727a31)的注解。菲洛波庞斯依据第二性征的同步性及皮肤的性别差异等证据,证明经血如同精液一样是残余物且雌性不提供种子,随后解释了脂肪与种子的反比关系以及软体动物中卵与脂肪的类比关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15

" Ὅτι δὲ ὀρθῶς εἴρηται, σημεῖα τὰ συμβαίνοντα περὶ αὐτῶν." Εἰπὼν καὶ δείξας ὅτι καὶ ἡ γονὴ καὶ τὸ καταμήνιον περίττωμά ἐστι τῆς ἐσχάτης τροφῆς, πιστοῦται τοῦτο καὶ ἀπὸ τῶν συμβαινόντων αὐτοῖς, τῷ τε ἄρρενι καὶ τῷ θήλει. ἐπεὶ γὰρ κατὰ τὸν αὐτὸν χρόνον τῆς ἡλικίας (οὗτος δέ ἐστιν ὁ τεσσαρεσκαιδέκατος) καθ’ ὃν τὸ ἄρρεν προΐεται τὴν γονήν, ἐναλλαγή τε τῆς φωνῆς γίνεται καὶ τῶν μαστῶν ἄρσις (ὀγκοῦνται γὰρ καὶ οἱ τῶν ἀρρένων τότε μαστοὶ ὁμοίως τοῖς τῶν θηλέων), καὶ τὰ ἄλλα πάντα πάσχει, ἃ σαφῶς καταλέγει, κατὰ τὸν αὐτὸν δὲ χρόνον τὰ αὐτὰ συμβαίνει καὶ τοῖς θήλεσι (μεταβάλλει γὰρ καὶ τὸ θῆλυ τὴν φωνὴν καὶ τὰ ἄλλα πάντα πάσχει), δέδεικται δὲ ὅτι τὸ σπέρμα περίττωμα, δῆλον ὡς καὶ τὸ καταμήνιον περίττωμά ἐστιν. αἱμορροΐδας δὲ λέγουσι τὰ περὶ τὴν ἕδραν καὶ ἐντὸς καὶ ἐκτὸς γινόμενα διά τινα νόσον φύματα, ἀφ’ ὧν αἷμα ἀπορρεῖ. ἀλλὰ καὶ φλεβώδεις λέγει τοὺς μεγάλας καὶ ἐπιδήλους ἔχοντας φλέβας. λέγει δὲ καὶ τὰ θήλεα γλαφυρώτερα ἤτοι εὐειδέστερα τῶν ἀρρένων εἶναι καὶ λεῖα διὰ τὸ τὸ τραχύτητα ποιοῦν περίττωμα συνεξέρχεσθαι1 τοῖς καταμηνίοις. πολλῶν γὰρ καὶ παντοδαπῶν ἡμῖν ἐπιγινομένων περιττωμάτων καὶ μὴ δυναμένων ῥᾳδίως καὶ συντόμως ἐξελθεῖν συρρέουσι περί τε τὸ πρόσωπον καὶ τὰ λοιπὰ μέρη· καὶ τούτων εἰ ἀσθενής ἐστιν ἡ ἀποκριτικὴ δύναμις καὶ μὴ δύναται ἀπωθεῖν αὐτά, καὶ ποιοῦσιν2 ὀχθώδεις καὶ διῃρμένους τοὺς τόπους. ἡ δὲ τοιαύτη ἀνωμαλία καὶ τραχύτης τῶν μελῶν δυσειδέστερα ἀπεργάζεται τὰ ἄρρενα τῶν θηλέων. ἐπεὶ δὲ τὸ καταμήνιον οὕτω γίνεται ἐν τοῖς θήλεσιν ὥσπερ ἡ γονὴ ἐν τοῖς ἄρρεσι, δύο δὲ ἀπὸ τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου σπερματικὰς οὐκ ἐνδέχεται ἀπιέναι ἀποκρίσεις (εἰ γὰρ ἐνεδέχετο δύο ἀπὸ τοῦ θήλεος ἀπέρχεσθαι, καὶ ἀπὸ τοῦ ἄρρενος δύο ἂν ἀπήρχοντο· τοῦ γὰρ αὐτοῦ καὶ τοῦτο λόγου), ἐπεὶ οὖν δύο οὐκ ἐνδέχεται ἀπὸ τοῦ αὐτοῦ ἀπιέναι, φανερὸν ὅτι τὸ θῆλυ οὐ συμβάλλεται οὐδὲ χορηγεῖ σπέρμα εἰς τὴν γένεσιν· εἰ μὲν γὰρ σπέρμα ἦν ἐν αὐτῷ, καταμήνια οὐκ ἂν ἦσαν, ἐπεὶ δέ εἰσι καταμήνια, σπέρμα οὐκ ἔστιν.

“而关于这些所发生的现象正是这番话被正确说出的证据。” 在说明并证明了精液与经血都是终极养分的残余物之后,他还从发生于它们身上(即雄性与雌性身上)的现象确证了这一点。因为既然在雄性排泄精液的同一生命时期(此即第十四年),既发生声音的变异,又发生乳房的隆起(因为雄性的乳房在那时也如同雌性一样膨大),并且承受他明确列举的一切其他变化,而在同一时期同样的现象也发生在雌性身上(因为雌性也改变声音并承受一切其他变化),而既然已经证明种子是残余物,显然经血也是残余物。他们把肛门周围因某种疾病而在内外生成的肿块称为痔疾,血液便从这些肿块流出。但他把那些拥有粗大且显著静脉的人也称为多静脉者。他还说,雌性比雄性更细腻,即更美观且光滑,这是因为产生粗糙的残余物随经血一同排出的缘故。因为既然在我们身上产生许多形形色色的残余物而不能轻易迅速地排出,它们就汇集在面部及其他部位周围;而对于这些[残余物],若分泌能力虚弱且不能将它们排斥出去,它们就会使这些部位变得突起且隆起。而肢体的这种不平整与粗糙,便使雄性比雌性形态更劣。既然经血在雌性体内产生正如精液在雄性体内一样,而在同一个动物身上不可能排出两种精液性的分泌物(因为如果可能从雌性身上排出两种,也就会从雄性身上排出两种;因为这也出自同样的道理),因此,既然不可能从同一者身上排出两种,显然雌性既不为生成贡献也不提供种子;因为如果它体内有种子,就不会有经血,但既然有经血,便没有种子。

§1.16

"Λάβοι δ’ ἄν τις εἰς τοῦτο μαρτύρια ἔνια τῶν συμβαινόντων τοῖς ζῴοις." Καὶ ἐκ τῶν συμβαινόντων, φησί, τοῖς ζῴοις λάβοι ἄν τις τὴν πίστιν ὅτι τὰ καταμήνια καὶ τὸ σπέρμα περιττώματά εἰσι τῆς αἱματικῆς τροφῆς. εὐλόγως οὖν, φησίν, ἐλλείπει τὰ περὶ τὴν γονήν, ἀνηλωμένης τῆς αἱματικῆς περιττώσεως τῆς γενησομένης σπέρμα εἰς τὴν πιμελήν. τὰ δὲ λεγόμενα περὶ τῶν ἀναίμων καὶ τῶν μαλακίων σαφῆ ἂν γένοιτο, εἰ ὑπομνησθείημεν πρότερον περί τινων. τὰ δὲ ὑπομνησθησόμενά εἰσι τάδε· ὥσπερ τὸ ἐν τῇ σπερματικῇ συντήξει προσκριθὲν αἷμα εἰς αἷμα πάλιν ἀναλύεται καὶ ὁ γεγονὼς ἀὴρ ἐξ ὕδατος εἰς ὕδωρ ἀναλύεται καὶ ἁπλῶς πάντα, ὅσα γίνεται, εἰς ἐκεῖνα ἐξ ὧν γεγόνασιν, ἀναλύονται, οὕτως ἐπειδὴ καὶ ἡ πιμελὴ ἐξ αἵματος γέγονεν, εἰς αἷμα λαβοῦσα δύναμιν πάλιν ἀναλυθήσεται. τούτων ὑπομνησθέντων τὰ λεγόμενα περὶ τῶν μαλακίων εἴη ἂν τοιαῦτα· ὅτι μὲν οὖν τῷ εἰς τὴν πιμελὴν ἀναλίσκεσθαι τὴν αἱματικὴν περίττωσιν, ἐξ ἧς τὸ σπέρμα γίνεται, ἐλλείπει τὰ περὶ τὴν γονήν, δῆλον. τὰ γὰρ μαλάκια καὶ τὰ μαλακόστρακα ἐπειδὴ κατὰ τὸν καιρὸν τῆς κυήσεως εὐεκτεῖ, καὶ ἦν ἀκόλουθον ἐν τῷ καιρῷ τούτῳ πιμελώδη γίνεσθαι, οὐ γίνεται δὲ διὰ τὸ ἄναιμα εἶναι (ἡ γὰρ πιμελὴ αἷμά ἐστι πεπεμμένον) τὸ μέλλον γενέσθαι ἐν αὐτοῖς κατὰ τὸν καιρὸν τῆς κυήσεως ἀνάλογον τῇ πιμελῇ ἀποκρίνεται εἰς τὸ σπερματικὸν περίττωμα,3 ὃ καλοῦσιν οἱ πολλοὶ ᾠόν· ὥστε ἡ φύσις ἐκείνη ἡ γεγονυῖα ᾠὸν ἔοικε τῷ περιττώματι τῷ δυναμένῳ γενέσθαι σπέρμα, μὴ γεγονότι δὲ σπέρμα ἀλλὰ πιμελή. ἐπεὶ οὖν, ὡς εἴρηται, ἐν ᾧ καιρῷ τὰ μαλάκια εὐεκτεῖ καὶ τὰ μαλακόστρακα, τὸ ἀναλογοῦν τῷ τῆς εὐχρήστου τροφῆς περιττώματι καὶ γινομένῳ ἢ σπέρμα ἢ πιμελὴ ᾠὸν γέγονεν, ὅπερ πάλιν ᾠὸν ἀναλογεῖ τῇ πιμελῇ, φανερὸν ὅτι, ὅπερ ἤμελλε γίνεσθαι σπέρμα, γέγονε πιμελὴ ἐν τοῖς εὐεκτοῦσι, καὶ ἐπὶ τούτῳ ἐλλείπει ἐν αὐτοῖς ἡ γονή. ἡ δὲ ἀναλογία ἐστὶ τοιαύτη· ὡς τὸ ἀναλογοῦν τῷ περιττώματι τῆς εὐχρήστου τροφῆς ἔχει πρὸς τὸ ᾠόν, οὕτως ἔχει καὶ ἡ εὔχρηστος τροφὴ καὶ δυναμένη γενέσθαι σπέρμα πρὸς πιμελήν, καὶ ἐναλλάξ, ὡς τὸ ἀναλογοῦν τῇ εὐχρήστῳ τροφῇ πρὸς τροφήν, οὕτω καὶ τὸ καλούμενον ᾠὸν πρὸς τὴν πιμελήν. ἀλλὰ μὴν ἐξ ἐκείνου γίνεται ὠόν· καὶ ἐκ τῆς εὐχρήστου ἄρα τροφῆς πιμελή. εἰκότως ἄρα τῆς εὐχρήστου τροφῆς ἀναλισκομένης εἰς τὴν πιμελὴν ἐλλείπει τὰ περὶ τὴν γονήν. λέγει δὲ τὰ μαλάκια παρὰ τὴν κύησιν εἶναι ἄριστα, ἤτοι ἡδύτατα καὶ εὔβρωτα.

“人们也可以就此将动物身上发生的一些现象作为见证。” 他说,人们也可以从动物身上发生的现象获得确信,即经血与种子是血液性养分的残余物。因此他说,当本将成为种子的血液性残余被消耗为脂肪时,精液之事理所当然地匮乏。而关于无血动物和软体动物所说的话,若我们先想起某些事情,就会变得清晰。应当想起的事情如下:正如在精液性融解中增补的血液重新分解为血液,从水生成的空气重新分解为水,简言之,一切生成之物都分解为它们由之生成者,同样,既然脂肪也是由血液生成的,在获得能力后它也将重新分解为血液。在想起这些之后,关于软体动物所说的话大致如下:固然,由于生成种子的血液性残余被消耗为脂肪,精液之事便匮乏,这是显而易见的。因为软体动物和软壳动物既然在孕育时期体况良好,而在这一时期随之而来的本应是变得多脂,却因无血而不如此(因为脂肪是热成后的血液),那么在孕育时期它们体内本将生成而与脂肪相当的东西,就被分泌入大众称为卵的精液性残余物中;以至于那变成了卵的自然本性,就像能够成为种子、却未成为种子而是成为脂肪的残余物。因此,正如所说的,在软体动物和软壳动物体况良好的时期,与成为种子或脂肪的有益养分的残余相当的东西变成了卵,而这个卵反过来又与脂肪相当,显而易见,本将成为种子的东西在体况良好者体内变成了脂肪,正因如此,在它们体内精液匮乏。其类比关系如下:正如与有益养分的残余相当之物对于卵的关系,能够成为种子的有益养分对于脂肪也是如此;交替地,与有益养分相当之物对于养分的关系,被称为卵之物对于脂肪也是如此。然而卵确实是由前者生成的;因此脂肪也是由有益养分生成的。因此,当有益养分被消耗为脂肪时,精液之事匮乏是理所当然的。他说,软体动物在孕育期间是最好的,即最为甘美且宜于食用。

语法注3 条
  1. 1.15διὰ τὸ τὸ τραχύτητα ποιοῦν περίττωμα συνεξέρχεσθαι

    中性单数宾格定冠词 τό 连续出现两次,这是因为在由介词 διά 引导的带冠词不定式结构 διὰ τὸ ... συνεξέρχεσθαι 内部,分词短语 τὸ τραχύτητα ποιοῦν περίττωμα 作为宾格主语嵌入其中。

  2. 1.15καὶ τούτων εἰ ἀσθενής ἐστιν ἡ ἀποκριτικὴ δύναμις καὶ μὴ δύναται ἀπωθεῖν αὐτά, καὶ ποιοῦσιν

    τούτων 是承接前文 περιττωμάτων 的连接性/关系性属格(表示“对于这些[残余物]”)。在条件从句 εἰ ... 之后引导主句的 καί 则是标记归结从句的归结词 καί(apodotic καί)。

  3. 1.16τὸ μέλλον γενέσθαι ἐν αὐτοῖς κατὰ τὸν καιρὸν τῆς κυήσεως ἀνάλογον τῇ πιμελῇ ἀποκρίνεται εἰς τὸ σπερματικὸν περίττωμα

    该句的主语是中性单数分词短语 τὸ μέλλον γενέσθαι ... ἀνάλογον τῇ πιμελῇ(“本将作为与脂肪相当之物而生成的成分”),谓语动词是 ἀποκρίνεται。ἀνάλογον 在句中作表语性同位语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:48.1-49.31