← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§46.18-47.35

种子的潜在能力与作为未消化残余的经血

斐洛庞努斯论述了种子在潜能上是整体这并不取决于体积而是取决于其内在的主动能力,解释了精液性融解的病理机制,并通过三段论证明经血同样是一种未热成的残余物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14#2

εἰπὼν δὲ καὶ οἷον ἐκείνων ἕκαστον ἐνεργείᾳ, τοιοῦτον τὸ σπέρμα δυνάμει1 ἐπήγαγεν ἢ κατὰ τὸν ὄγκον τὸν ἑαυτοῦ ἢ ἔχει τινὰ δύναμιν ἐν ἑαυτῷ. ἔστι δὲ καὶ κατὰ τὸν ἑαυτοῦ ὄγκον ὁ χαλκὸς δυνάμει ἀνδριάς· ὅσος γάρ ἐστιν ὁ τοῦ χαλκοῦ ὄγκος, τοσοῦτός ἐστι καὶ ὁ ἐξ αὐτοῦ γεγονὼς ἀνδριάς· τὸ δὲ σπέρμα τῷ μὲν ὄγκῳ βραχύτατον ὂν πῶς ἂν εἴη τῷ ὄγκῳ δυνάμει τὸ ζῷον; λείπεται ἄρα τῇ ἑαυτοῦ δυνάμει. ὥσπερ γὰρ καὶ τῆς κεγχραμίδος, ἀφ’ ἧς ἡ συκῆ, ὁ μὲν ὄγκος πάνυ σμικρός, ἡ δὲ δύναμις ἀφ’ ἧς τὸ τηλικοῦτον δένδρον γέγονε πολλή, οὕτως καὶ ἐπὶ τῆς γονῆς τῶν ζῴων. ἔστιν οὖν καὶ ἡ γονὴ καὶ ἡ κεγχραμὶς τὸ ζῷον καὶ ἡ συκῆ δυνάμει, ἀλλ’ οὐ τῷ ὄγκῳ, τῇ δὲ ἐν αὐτοῖς κινητικῇ καὶ ποιητικῇ αἰτίᾳ. εἰπὼν δὲ ὅτι τοιοῦτόν ἐστι τὸ σπέρμα δυνάμει ἢ κατὰ τὸν ὄγκον τὸν ἑαυτοῦ ἢ ἔχει τινὰ δύναμιν ἐν ἑαυτῷ, τὴν αἰτίαν ταύτης τῆς προσθήκης ἐπήγαγεν εἰπὼν τοῦτο γὰρ οὔπω δῆλον ἡμῖν, πότερον τὸ σῶμα καὶ ὁ ὄγκος τοῦ σπέρματός ἐστιν αἴτιον τῆς γενέσεως ἢ ἔχει τινὰ ἕξιν. δείξει δὲ καὶ τοῦτο, λέγω δὴ ὅτι οὐ τὸ σῶμα τοῦ σπέρματος ἀλλ’ ἡ ἐν αὐτῷ ἕξις ἐστὶν αἰτία τῆς γενέσεως, ἐν τῷ ἐφεξῆς βιβλίῳ. ἰστέον δὲ ὅτι εἰ κατὰ τὸν ὄγκον ἦν δύναμις, ὑλικὸν ἦν καὶ οὐ ποιητικόν. ὥσπερ δέ, φησίν, ἡ λιθίνη χεὶρ ὁμωνύμως ἐστὶ χείρ, οὕτως καὶ τὸ σπέρμα, εἰ μὴ εἶχε ψυχικήν τινα καὶ γεννητικὴν δύναμιν, ὁμωνύμως ἂν ἦν σπέρμα. μετὰ ταῦτα λέγει καὶ περὶ τῆς σπερματικῆς συντήξεως τῆς καὶ γονορροίας λεγομένης, ὅπως γίνεται. ὥσπερ γάρ, φησί, πολλάκις εἰς τοὺς τοίχους ἐναλείψαντες οἱ οἰκοδόμοι ἄσβεστον ἢ ἄλλο τι κονίαμα, συμβαίνει ἅμα τῷ ἀλεῖψαι πεσεῖν ἐπὶ γῆς διὰ τὸ μὴ καλῶς κεκρατηκέναι τε καὶ κεκολληκέναι ἐν τῷ τοίχῳ, οὕτω χρὴ νοεῖν τοιοῦτόν τι συμβαίνειν καὶ γίνεσθαι ἐπὶ τοῦ σπέρματος τῶν ζῴων· ἡ γὰρ προσληφθεῖσα αἱματικὴ τροφὴ παρὰ τῆς ἑλκτικῆς δυνάμεως τῆς ψυχῆς καὶ προσκριθεῖσα τῇ σαρκί, δι’ ἀσθένειαν δέ τινα τῆς καθεκτικῆς μὴ κρατηθεῖσα φύσεως καὶ πεφθεῖσα τελέως, ἀλλὰ μέσον οὖσα σαρκὸς καὶ αἵματος, πάλιν διαλύεται εἰς τὸ αἷμα, ἀφ’ οὗπερ ἐλήφθη, καὶ οὕτω πως ἀλλοιωθεῖσα κακῶς γίνεται οἷον γονὴ καὶ ἔξεισιν ὡς εἰπεῖν καθ’ ἑκάστην ὥραν παρ’ ὅλον τὸν τῆς νόσου καιρόν. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη, τὰ δὲ τῆς λέξεως ὧδέ πῃ ἔχει· συμβαίνει δὲ τοῦτο, τουτέστιν ἡ σπερματικὴ σύντηξις, ὅταν ἡ προσκριθεῖσα αἱματικὴ τροφὴ ἀναλύηται εἰς τὸ προσελθόν,2 τουτέστιν ἀφ’ οὗ προσελήφθη αἵματος, ἢ εἰς τὸ προσελθὸν ἀντὶ τοῦ εἰς τὴν φύσιν καὶ τὸ εἶδος τοῦ αἵματος· αἷμα γὰρ ἦν τὸ προσελθόν, καὶ διὰ τοῦτο πάλιν διαλύεται εἰς αἵματος φύσιν. τὸ γὰρ τελευταῖον περίττωμα,3 ἤτοι τὸ προσληφθέν, εἶτα ἀναλυθὲν ταὐτόν ἐστι τῷ αἵματι· τοῦτο γὰρ εἶπε πρῶτον περίττωμα. διὰ γὰρ τὸ πᾶν, ὃ δύναται εἴς τι δι’ ἀλλοιώσεως καὶ πέψεως μεταβαλεῖν, περίττωμα εἶναι τρόπον τινὰ πρὸς ἐκεῖνο, πρὸς ὃ μεταβαλεῖν δύναται, εἶπε καὶ τὸ αἷμα περίττωμα· πρὸς γὰρ τὴν σάρκα περίττωμά ἐστι. καὶ περὶ μὲν τούτων ταύτῃ διωρίσθω. ἐπεὶ δέ, φησίν, ἀναγκαῖον καὶ τῷ ἀσθενεστέρῳ ζῴῳ γίνεσθαι περίττωμα πλέον μὲν τῷ ὄγκῳ καὶ μεγέθει, ἧττον δὲ τῇ πέψει (τὰ μὲν γὰρ ἰσχυρότερα τῶν ζῴων καὶ θερμότερα ὀλίγον μὲν προΐεται περίττωμα, ἀλλὰ μᾶλλον πεπεμμένον, τὰ δὲ ψυχρότερα πολὺ μὲν τῷ μεγέθει καὶ τῷ ὄγκῳ, ἄπεπτον δέ· τὸ γὰρ πλέον περίττωμα δι’ ἀπεψίαν γίνεται) ἐπεὶ οὖν ἀναγκαῖον καὶ τῷ ἀσθενεστέρῳ γίνεσθαι πλέον μέν, ἀπεπτότερον δὲ τῶν θερμοτέρων ζῴων περιττώματος, πᾶν δὲ τὸ πλέον καὶ ἀπεπτότερον περίττωμα αἱματώδους ἐστὶν ὑγρότητος πλῆθος, ἀναγκαῖον καὶ τὸ καταμήνιον περίττωμα εἶναι. συλλογιστέον οὖν ὧδε· τὸ θῆλυ ἀσθενέστερον καὶ ψυχρότερον, τὸ τοιοῦτον πλέον καὶ ἀπεπτότερον προΐεται περίττωμα, τὸ τοιοῦτον πλῆθος αἱματώδους ἐστὶν ὑγρότητος, τὸ τοιοῦτον καταμήνιον· τὸ καταμήνιον ἄρα περίττωμα..

在说了“正如那些事物的每一者在现实上是怎样的,种子在潜能上也是那样的”之后,他补充道“要么依据其自身的体积,要么在其自身之中具有某种能力”。青铜依据其自身的体积在潜能上也是一座雕像;因为青铜的体积有多大,由它生成的雕像也就有多大;但种子在体积上极其微小,怎么可能在体积上在潜能上是动物呢?因此剩下的就是凭借自身的能力[在潜能上是动物]。因为正如无花果的小粒种子——无花果树由此而生——其体积固然极小,但如此巨大的树木由此生成的潜能却很大,在动物的精液上也是如此。因此,精液和小粒种子都是在潜能上的动物和无花果树,但不是凭借体积,而是凭借它们内部的推动和创造原因。在说了“种子在潜能上是那样的,要么依据其自身的体积,要么在其自身之中具有某种能力”之后,他补充了这一附加说明的原因,说“因为这在我们看来尚未明了:究竟是种子的物体和体积是生成的起因,还是它具有某种品质。”而这一点——我指的是并非种子的物体,而是其内部的品质才是生成的起因——他也将在紧接的下一卷中表明。应当知道,如果能力是依据体积的,那么它就是质料性的而非创造性的。他说,正如石手只是同名异义的手,同样,种子如果不具有某种灵魂性的和生育性的能力,也就只是同名异义的种子。在这些之后,他还说明了精液性融解(即也被称为淋疾者)是如何发生的。因为他说,正如泥瓦匠常常把生石灰或其他灰浆抹在墙上时,由于没有牢固附着并紧贴在墙上,往往一经涂抹就落到了地上,同样应当设想,在动物的种子上也发生并出现类似的情形;因为被灵魂的吸引能力所摄取并增补到肉上的血液性养分,由于保持性自然本性的某种虚弱而未能被牢牢固定和彻底热成,而是处在肉与血液的中间状态,便重新分解为最初摄取它的血液,并以这种方式恶性变化,变成犹如精液之物,在患病的整个期间几乎每时每刻都排泄出来。所论内容的意旨如此,其行文则大致如下:“而这种情况发生”,即精液性融解,“每当增补的血液性养分分解为到来之物时”,即分解为最初摄取它的血液,或者“为到来之物”用来代替“为血液的自然本性和形式”;因为到来之物本就是血液,正因如此它又重新分解为血液的自然本性。因为终极的残余物,即被摄取然后又分解的物质,与血液是同一的;因为他把这称为最初的残余物。由于一切能够通过变化和热成转化为某物的东西,对于它能够转化为的那物而言在某种方式上都是残余物,他也把血液称为残余物;因为相对于肉而言,[血液]是残余物。关于这些事便如此界定吧。他说,既然较虚弱的动物也必然产生在体积和大小上较多而在热成上较少的残余物(因为动物中较强壮、较温热者排泄少但更充分热成的残余物,而较寒凉者排泄在大小和体积上较多但未热成的残余物;因为较多的残余物是因未热成而产生的),因此,既然较虚弱者也必然产生比更温热动物的残余物更多但更未热成的残余物,而一切更多且更未热成的残余物都是大量的血性湿体,那么经血也必然是残余物。因此应当如此进行三段论推理:雌性是较虚弱且较寒凉的;这样者排泄更多且更未热成的残余物;这样之物是大量的血性湿体;这样之物是经血;因此经血是残余物。

语法注3 条
  1. 1.14οἷον ἐκείνων ἕκαστον ἐνεργείᾳ, τοιοῦτον τὸ σπέρμα δυνάμει

    在相关结构 οἷον... τοιοῦτον 中,两分句均省略了系动词 ἐστί。此处引用亚里士多德的原话(约 726b15),意指现实中各部分的状况如何,种子在潜能上也就是那样。

  2. 1.14εἰς τὸ προσελθόν

    对于介词短语 εἰς τὸ προσελθόν,注解者给出了两种解说:(1) 指最初摄取它的血液(ἀφ’ οὗ προσελήφθη αἵματος),(2) 代替“血液的自然本性和形式”(εἰς τὴν φύσιν καὶ τὸ εἶδος τοῦ αἵματος)。两者均将分解的归宿明确为作为前体材料而到来的血液。

  3. 1.14διὰ γὰρ τὸ πᾶν, ὃ δύναται εἴς τι δι’ ἀλλοιώσεως καὶ πέψεως μεταβαλεῖν, περίττωμα εἶναι τρόπον τινὰ πρὸς ἐκεῖνο, πρὸς ὃ μεταβαλεῖν δύναται, εἶπε καὶ τὸ αἷμα περίττωμα

    主句核心为 εἶπε καὶ τὸ αἷμα περίττωμα(“他也把血液称为残余物”),由介词 διά 引导定冠词不定词短语 τὸ ... περίττωμα εἶναι 表原因。不定词的主语是带有关系从句的 πᾶν,述语为 περίττωμα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:46.18-47.35