← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§44.31-46.18

反驳雌雄液体混合说与种子作为血液残余的性质

在亚里士多德转入界定种子源自何种养分以及考察经血之际,菲洛波诺斯介绍了基于共同快感而主张种子为雌雄两性液体混合物的异说,并解释了精液作为血液残余物所导致的身体虚脱以及子代与亲代相似的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14#1

" Μετὰ δὲ ταῦτα διοριστέον περίττωμά τε ποίας τροφῆς καὶ περὶ καταμηνίων." Εἰπὼν ὅτι1 τὸ σπέρμα περίττωμά ἐστι τῆς ἐσχάτης καὶ εὐχρήστου τροφῆς, τίς δέ ἐστιν ἡ ἐσχάτη τροφὴ μὴ εἰπὼν ὑπομιμνήσκει, τίνα μὲν τὰ λεχθέντα τίνα δὲ τὰ μὴ ῥηθέντα, καί φησιν ὅτι μὲν οὖν ἡ γονὴ περίττωμά ἐστι τῆς ἐσχάτης τροφῆς φανερὸν ἐν τοῖς προειρημένοις, τουτέστι φανερὸν γέγονεν ἀπὸ τῶν προειρημένων· μετὰ δὲ ταῦτα σαφηνιστέον καὶ διοριστέον, τίς ἐστιν ἡ ἐσχάτη τροφή, ἧς φαμεν εἶναι τὸ σπέρμα περίττωμα. καὶ ἐπεὶ ἔλεγόν τινες ὅτι καὶ τὸ θῆλυ προΐεται ὑγρότητά τινα ἐν τῇ ὁμιλίᾳ ἐπίσης τῷ ἄρρενι, καὶ τοῦτό ἐστι τὸ σπέρμα, τὸ μῖγμα τὸ ἐκ τῆς ὑγρότητος τῆς ἀπὸ τοῦ θήλεος καὶ τὸ ἐκ τῆς ὑγρότητος τῆς ἀπὸ τοῦ ἄρρενος. — οὔτε γὰρ ἡ τοῦ ἄρρενος μόνου ὑγρότης ἐστὶ σπέρμα οὔτε ἡ τοῦ θήλεος· ὥσπερ γάρ, φασίν, οὔτε τὸ μέλι μόνον ἐστὶ οἰνόμελι, οὔθ’ ὁ οἶνος, ἀλλὰ τὸ ἐξ οἴνου καὶ μέλιτος μῖγμα, οὕτως οὐδετέρα ὑγρασία, οὔτε ἡ τοῦ ἄρρενος οὔτε ἡ τοῦ θήλεος, ἐστὶ γονὴ καὶ σπέρμα, ἀλλὰ τὸ ἐξ ἀμφοῖν ταῖν ὑγρασίαιν,2 ὅπερ μῖγμα μετὰ τοῦ ἀπὸ τοῦ θήλεος καταμηνίου ποιεῖν φασι τὸ ζῷον. τρία γάρ, φασίν, εἰσὶ τὰ ζῴου συστατικά, τό τε καταμήνιον καὶ αἱ εἰρημέναι δύο ὑγρότητες· καὶ τὸ μὲν καταμήνιον καὶ τὴν μίαν ὑγρασίαν χορηγεῖ τὸ θῆλυ, τὴν δὲ ἑτέραν ὑγρασίαν τὸ ἄρρεν. ὅτι δὲ τὸ θῆλυ προΐεται ὑγρότητά τινα ὁμοίαν τῇ τοῦ ἄρρενος ὑγρότητι ἐπειρῶντο κατασκευάζειν, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ, λόγῳ τοιῷδε. ἐπειδὴ γὰρ τὸ ἄρρεν τῆς παμπλείστης καὶ σχεδὸν ἀρρήτου ἡδονῆς αἴσθησιν λαμβάνει, ὅτε προΐεται τὴν γονήν (ἥδεται μὲν γὰρ ἐν ἅπαντι τῷ τῆς ὁμιλίας καιρῷ, ἀλλὰ τὴν ἄρρητον καὶ πάνυ ἄκραν ἡδονὴν ἐν τῷ τέλει τοῦ τοιούτου καιροῦ πάσχει, ὅτε ἔξεισιν ἡ γονὴ καὶ εὐθὺς ἀφίσταται τοῦ θήλεος), τῆς δὲ τοιαύτης ἡδονῆς συναισθάνεται καὶ τὸ θῆλυ, δῆλον ὅτι προΐεται ὑγρότητα καὶ τὸ θῆλυ ἀνάλογον τῇ τῶν ἀρρένων ὑγρότητι. διὰ τίνα γὰρ αἰτίαν τὸ μὲν ἄρρεν πάθοι ἂν ταυτηνὶ τὴν ἡδονὴν καὶ κατὰ πρόεσιν ὑγρότητός τινος, τὸ δὲ θῆλυ πάθοι μέν, οὐ κατὰ πρόεσιν δὲ τοιαύτης ὑγρότητος; ὥστε ἢ οὐδὲ τὸ ἄρρεν πάσχει τὴν τοιαύτην ἡδονὴν κατὰ πρόεσιν ὑγρότητος, ἢ εἰ πάσχοι διὰ ταύτην, ἀνάγκη καὶ τὸ θῆλυ διὰ πρόεσιν ὑγρότητος συναισθάνεσθαι αὐτῆς — οὕτω μὲν οὖν καὶ τοιούτῳ λόγῳ ἐπειρῶντο δεικνύναι ὅτι ἡ γονὴ μῖγμά ἐστιν ἀμφοῖν ταῖν ὑγροτήτοιν. ἠπάτων δὲ καὶ παρελογίζοντο ἑαυτούς, ὡς δειχθήσεται. ἡμεῖς δὲ ὅπερ ἐλέγομιν ἦν ὅτι διοριστέον καὶ περὶ καταμηνίων· φανερὸν γὰρ ἔσται διὰ τούτων καὶ περὶ τοῦ θήλεος, πότερον προΐεται σπέρμα, καὶ μῖγμά ἐστι τὸ κυρίως σπέρμα καὶ ἡ κυρίως γονή, ἥτις κινεῖ καὶ συνίστησι τὸ καταμήνιον, δυοῖν ὑγροτήτοιν, ἢ οὐδὲν ἀποκρίνεται σπέρμα ἀπὸ τοῦ θήλεος· καὶ εἰ μὴ σπέρμα, οὐδὲ ἄλλο οὐδὲν συνεργεῖ πρὸς τὴν γένεσιν καὶ συνεισφέρει, ἀλλὰ μόνον τόπον καὶ χώραν παρέχεται τῷ ἐμβρύῳ (λέγων τόπον τὴν ὑστέραν) ἢ συμβάλλεται.3 ἔχειν δὲ λέγει τὸ σπέρμα μεγάλην δύναμιν εἰς τὸ ποιεῖν ἔκλυσιν καὶ ἀδυναμίαν ἀφ’ οὗπερ ἀπέρχεται, διὰ τὸ εἶναι περίττωμα τῆς αἱματικῆς τροφῆς. τὸ γὰρ καθαρώτατον καὶ ὑγιεινὸν αἷμα, ὅπερ ἔμελλε τὰ μόρια θρέψαι, πεφθέν πως καὶ ἀλλοιωθὲν καὶ εἰς σπέρματος μεταμειφθὲν φύσιν καὶ θύραζε ἐξελθὸν λυτικόν, τουτέστιν ἐκλυτικὸν γίνεται. εὔλογον δέ φησι καὶ τὸ ὅμοια γίνεσθαι τὰ ἔκγονα τοῖς γεννήσασι· τὸ γὰρ προσελθὸν αἷμα τοῖς τοῦ γεννῶντος μορίοις καὶ θρέψαν αὐτὰ ὅμοιόν ἐστι τῷ ἀπολειφθέντι καὶ διὰ κινήσεώς πως εἰς φύσιν σπέρματος ἀμειφθέντι· ἐπεὶ οὖν τὸ ἀπολειφθὲν καὶ σπέρμα γεγονὸς ὅμοιον ἦν τῷ προσκριθέντι (μέρος γὰρ ἐκείνου) εὐλόγως τὸ ἐκ τοῦ ἀπολειφθέντος γενόμενον παιδίον ὅμοιόν ἐστι τῷ πατρί. τὸ γὰρ σπέρμα τὸ ἐκ τοῦ πατρικοῦ αἵματος ὅλον ἐστὶ δυνάμει τὸ παιδίον, ὅπερ δαιμονίως αὐτὸς σαφηνίσει ἐν τῷ ἐφεξῆς βιβλίῳ· μετ’ ὀλίγον γὰρ τῆς τοῦ δευτέρου βιβλίου ἀρχῆς δείκνυσι, πῶς ἐστι τὸ σπέρμα δυνάμει τὸ παιδίον.

“在这些之后,必须界定它是何种养分的残余物,以及关于经血。” 在说明了种子是终极且有益养分的残余物、但尚未说明终极养分是什么之后,他提醒人们哪些已被说明、哪些尚未被论及,并说道:种子是终极养分的残余物,这在前面所说的话中是显而易见的,即由前面所说的已变得明显;而在这些之后,必须弄清并界定我们所说种子是其残余物的终极养分究竟是什么。而且,由于有些人主张雌性在交媾中也与雄性同样排泄某种液体,而这——即来自雌性的液体与来自雄性的液体所成的混合物——才是种子——因为既非仅有雄性的液体是种子,也非仅有雌性的液体是种子;因为他们说,正如仅有蜂蜜或仅有酒都不是蜜酒,而是由酒和蜂蜜组成的混合物才是,同样,雄性的湿体和雌性的湿体两者中的任何单独一方都不是种子和精液,而是由这两种湿体所构成的才是,他们说正是这一混合物与来自雌性的经血一起构成了动物;因为他们说,动物的构成要素有三,即经血与上述的两种液体,雌性提供经血和其中一种湿体,雄性则提供另一种湿体;而至于雌性排泄出与雄性液体相似的某种液体,他们试图通过如下论证加以确立,正如〔亚里士多德〕自己在后文中也将说明的:因为既然雄性在排出精液时体验到极大且近乎难以言表的快感(因为他在整个交媾期间都感到愉悦,但体验到难以言表且至高快感的,是在这一时期的终点,即精液排出且〔雄性〕随即脱离雌性之时),而雌性也共同体验到这种快感,显而易见雌性也排泄出与雄性液体相应的液体;因为出于何种原因雄性伴随着某种液体的排泄而体验到这种快感,而雌性虽然体验到,却不是伴随着这种液体的排泄呢?因此,要么雄性也不是伴随着液体的排泄而体验到这种快感,要么如果他是因此而体验到的,雌性也必然是因液体的排泄而共同体验到它——于是,他们试图通过如此这般的论证来表明精液是这两种液体的混合物;但正如后文将要表明的,他们是在自欺且做出了谬误的推理。而我们所说的则是:必须对经血也加以界定;因为通过这些,关于雌性的问题也将变得显明,即她是否排泄种子,以及真正意义上的种子、即推动并凝结经血的真正精液是否为两种液体的混合物,抑或雌性根本不分泌种子;并且如果不是种子,她是对生殖也毫无其他协助和贡献而仅仅为胚胎提供场所和空间(他把子宫称为场所),还是提供了某种贡献。此外他说,种子具有在其脱离的身体中造成衰竭和无力的巨大力量,这是因为它是血液性养分的残余物。因为原本要滋养身体各部分的最纯净而健康的血液,以某种方式经过熟化、变化并转化入种子的自然本性,一旦排出体外,就变成了损耗性的、即造成衰竭的东西。他还说,后代与生育他们的亲代相似也是合乎情理的;因为去往生育者身体各部分并滋养它们的血液,与残留下来并以某种方式通过运动转化为种子之自然本性的血液是相似的;因此,既然残留下来并变为种子的血液与被增补上去的血液是相似的(因为它是其一部分),那么由残留物所生成的孩子与父亲相似也就是合乎情理的。因为来自父方血液的种子在潜能上就是整个孩子,他本人在紧接的下一卷中将神妙地阐明这一点;因为在第二卷开始后不久,他就展示了种子如何在潜能上就是孩子。

语法注3 条
  1. 1.14καὶ ἐπεὶ ἔλεγόν τινες... ἡμεῖς δὲ ὅπερ ἐλέγομιν ἦν ὅτι

    从 καὶ ἐπεὶ ἔλεγόν τινες... 开始的一段长篇插入性说明(介绍异说及其基于快感的论据)打断了主句的脉络,在由 οὕτω μὲν οὖν... 总结之后,通过 ἡμεῖς δὲ ὅπερ ἐλέγομεν ἦν ὅτι...(底本作 ἐλέγομιν)重返对亚里士多德主旨的解释,构成长句破格(句法中断)。

  2. 1.14ἀμφοῖν ταῖν ὑγρασίαιν

    介词 ἐκ 支配的阴性名词 ὑγρασία 的双数属格形式(ταῖν ὑγρασίαιν),与后文的 ἀμφοῖν ταῖν ὑγροτήτοιν(源自 ὑγρότης)呼应,精确指代雌雄双方的两种湿体/液体。

  3. 1.14καὶ εἰ μὴ σπέρμα, οὐδὲ ἄλλο οὐδὲν συνεργεῖ πρὸς τὴν γένεσιν καὶ συνεισφέρει, ἀλλὰ μόνον τόπον καὶ χώραν παρέχεται τῷ ἐμβρύῳ (λέγων τόπον τὴν ὑστέραν) ἢ συμβάλλεται

    在间接疑问句 πότερον... ἤ... 的后半部分(ἢ οὐδὲν ἀποκρίνεται...)之内,嵌入了小条件句 καὶ εἰ μὴ σπέρμα,其后句构成了进一步的二选一析取:究竟是毫无其他协助而仅提供场所(οὐδὲ ἄλλο οὐδὲν συνεργεῖ... ἀλλὰ μόνον τόπον... παρέχεται),还是做出了某种贡献(ἢ συμβάλλεται)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:44.31-46.18