← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§2.31-4.15

论题定位与自生动物的不育性

斐洛庞努斯释读亚里士多德《动物生成论》开篇,说明本书讨论动力因与生殖器官从而承接讨论其他三因的《动物部分论》,并以归谬法论证自生动物及其所生幼虫是否具有雌雄分化及不育性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#2

τὸ γὰρ τέλος καὶ τὸ εἶδος ταὐτόν, ὥστε τὸ τέλος ἀποδιδόντες ἐν ἐκείνοις καὶ τὸ εἶδος ἀπεδίδομεν καὶ τὸ ἀνάπαλιν. ἀλλὰ μὴν καὶ τὰ μέρη ὕλη εἰσὶ τοῖς ζῴοις· τὰ μὲν ἀνομοιομερῆ ὕλη εἰσὶ παντὶ τῷ ὅλῳ, οἷον τῷ Σωκράτει, τοῖς δ’ ἀνομοιομερέσιν εἰσὶν ὕλη τὰ ὁμοιομερῆ καὶ τοῖς ὁμοιομερέσι τὰ στοιχεῖα· ὥστε καὶ περὶ τῶν μερῶν λέγοντες περὶ τῆς ὕλης ἐλέγομεν. ἐπεὶ οὖν περὶ τούτων πάντων ἐκεῖσε εἴρηται, λοιπόν ἐστι περί τε τῶν μορίων τῶν πρὸς τὴν γένεσιν συντελούντων εἰπεῖν (οὐδὲν γὰρ περὶ τούτων ἐν ἐκείνοις διώρισται) καὶ περὶ τῆς κινούσης αἰτίας, τίς αὕτη. τὸ δὲ περὶ τῆς κινούσης καὶ ποιητικῆς αἰτίας λέγειν ταὐτόν ἐστι τρόπον τινὰ τῷ σκοπεῖν καὶ περὶ τῆς ἑκάστου γενέσεως. διὰ δὲ τὸ εἶναι τὴν παροῦσαν πραγματείαν συνεχῆ κατὰ φύσιν τῇ Περὶ ζῴων μορίων, εἰς ἓν ταύτας ὁ λόγος συνήγαγε, τελευταῖα μὲν καὶ δεύτερα τῶν Περὶ ζῴων μορίων ταῦτα τὰ προκείμενα πέντε βιβλία τάξας, πρῶτα δ’ ἐκεῖνα. ἀλλ’ εἰ καὶ τελευταῖα τῶν Περὶ ζῴων μορίων ἐτάχθησαν, ὅμως ἐχόμενα τούτων εἰσίν· ἔχεται γάρ, ὡς εἴρηται, καὶ συνήνωται κατὰ φύσιν τὰ Περὶ ζῴων γενέσεως τοῖς Περὶ ζῴων μορίων. ταῦτα εἰπὼν εἰσβάλλει πρὸς τὰ προκείμενα αὐτῷ. Ἐν δὲ τῇ λέξει τῇ τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ1 πρόσκειται τὸ τελειωθέν ἐστιν ἀκριβῶς· τινὰ γὰρ πρὸ τοῦ τελειωθῆναι οὐ φαίνεται εἴτε ἄρρενά ἐστιν εἴτε θήλεα, ὡς ὁρῶμεν ἐπὶ τῶν χηνῶν καὶ ἄλλων τινῶν, τελειωθέντα δὲ φαίνεται. τὰ δ’ ἔχοντα τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ γεννῶντα μέν, μὴ ὁμογενῆ δέ, τουτέστι μὴ ὁμοειδῆ, ἀλλ’ ἀνομοειδῆ, ταῦτα δή ἐστιν ὅσα γίνεται μὴ ἐκ ζῴων, ἀλλ’ ἐκ γῆς σηπομένης καὶ περιττωμάτων ὑγρῶν καὶ ξηρῶν, οἷον αἵ τε μυῖαι καὶ ψύλλαι καὶ κανθαρίδες καὶ ἄλλα πολλά· ταῦτα γὰρ ἐκ σαπείσης γεγονότα ὕλης, ἔχουσι δὲ ἄρρεν καὶ θῆλυ. φαίνεται γὰρ συνδυαζόμενα καὶ τὸ τῶν ψυλλῶν καὶ τῶν μυιῶν καὶ τὸ τῶν ἄλλων γένος, καὶ γεννῶσιν, ἀλλ’ οὐχ ὁμοειδῆ, αἱ μὲν οὖν ψύλλαι μικρά τινα σκωλήκια λευκότατα καὶ ἄποδα, αὐταὶ δὲ μέλαιναι καὶ ὑπόποδές εἰσι· καὶ τὰ ἄλλα ὁμοίως ταῖς ψύλλαις. Ἐν δὲ τῇ λέξει τῇ καὶ τούτων γὰρ τοῖς μὲν καθ’ ὅλον τὸ γένος, οἷον τοῖς μαλακίοις τὸ τούτων περὶ τῶν ἀναίμων εἴρηται· καὶ τούτων γὰρ τῶν ἀναίμων. εἰπὼν γὰρ ὅτι ὅσα ἐκ σηπομένης ὕλης γίνεται καὶ ἔχει τὸ ἄρρεν καὶ θῆλυ, γεννᾷ μέν, ἀνομοειδῆ δέ, καὶ τὰ γεννηθέντα οὔτε ἄρρενά ἐστιν οὔτε θήλεα οὔθ’ ὅλως γεννᾷ ἕτερα, ἀλλ’ ἄγονα διατελεῖ, δείκνυσιν ὅτι οὐ γεννῶσιν οὕτως· ἔστω δὲ ὁ λόγος ἐπὶ τῶν ψυλλῶν καὶ τῶν τέκνων αὐτῶν. αἱ ψύλλαι αἱ γεγονυῖαι μὴ ἐκ ζῴων, ἀλλ’ ἐκ σαπείσης ὕλης, αὗται οὖν γεγεννήκασι μικρά τινα σκωλήκια καὶ λευκά. λέγομεν οὖν ὅτι τὰ τοιαῦτα σκωλήκια οὔτε ἄρρενά ἐστιν οὔτε θήλεα οὔθ’ ὅλως γεννᾶν δύνανται. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα τὸ ἀντικείμενον. ἔστω δὴ ἐν τοῖς τοιούτοις σκωληκίοις τὸ ἄρρεν καὶ θῆλυ καὶ τὸ ἑπόμενον αὐτοῖν, τοῦτο δ’ ἐστὶ τὸ συνδυάζεσθαι. εἰ οὖν συνδυαζομένων τῶν σκωληκίων γίνεται ἐξ αὐτῶν ζῷα, ἢ ὁμοειδῆ αὐτοῖς ἔσται τὰ γεννηθέντα ἢ ἀνομοειδῆ. εἰ μὲν οὖν ὁμοειδῆ, ἔδει καὶ τὰς ψύλλας ἐξ ὁμοειδῶν γενέσθαι· ὡς γὰρ ὁ Σωκράτης ὁμοειδῆ ἑαυτῷ γεννήσας καὶ ὁ Σωφρονίσκος ὁ Σωκράτους πατὴρ ἐξ ὁμοειδῶν γέγονεν, οὕτως, ἐπειδὴ τὰ σκωλήκια ὁμοειδῆ γεγέννηκε κατὰ τὴν ὑπόθεσιν, ἔδει καὶ τὰς γεγεννηκυίας αὐτὰ ψύλλας ἐξ ὁμοειδῶν γενέσθαι αὐταῖς.2 οὐ γεγόνασι δέ, ἀλλ’ ἐκ σαπείσης ὕλης. ὁμοειδῆ μὲν οὖν διὰ ταῦτα οὐ δύνανται γεννῆσαι· εἰ δὲ ἀνομοειδῆ, πότερον δυνάμενα συνδυάζεσθαι (τοῦτο δὲ ταὐτόν ἐστι τῷ πότερον ἔχουσι τὸ ἄρρεν καὶ τὸ θῆλυ) ἢ οὔ; εἰ μὲν οὖν μὴ δύνανται συνδυάζεσθαι μηδ’ ἔχειν τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἔδει μηδὲ τὰ σκωλήκια ἔχειν τὸ ἄρρεν καὶ τὸ θῆλυ· διὰ τίνα γὰρ αἰτίαν τὰ μὲν τῶν σκωληκίων ἔκγονα ἀνομοειδῆ ὄντα τοῖς σκωληκίοις οὐκ ἔχουσι τὸ ἄρρεν καὶ τὸ θῆλυ, τὰ δὲ σκωλήκια ἀνομοειδῆ ὄντα ταῖς ψύλλαις ἕξουσιν;

因为目的与形式是同一的,因此在那些书卷中指派目的时,我们亦指派了形式,反之亦然。况且,各部分对于动物而言乃是质料:非同质的部分对于整个全体(例如苏格拉底)而言是质料,而对于非同质的部分而言,同质的部分是质料,对于同质的部分而言,元素是质料;因此在论述各部分时,我们亦论述了质料。既然关于这一切已在彼处述及,所余下的便是论述有助于生成的诸部分(因为关于这些在那些书卷中未作任何界定)以及使之运动的原因是什么。而论述运动的动力因,在某种意义上就等同于考察各物的生成。由于本论著按本性与《动物部分论》相连续,论述遂将它们合为一体,将目下的这五卷排在《动物部分论》之后作为最后且居于第二位的部分,而将那些排在第一位。然而,纵使它们被排在《动物部分论》的最后,它们依然紧依着后者;因为正如已述及的那样,《动物生成论》按本性紧依并统一于《动物部分论》。述毕这些之后,他便进入摆在他面前的主题。 在“一者为雄,另一者为雌”这一文句中,精确地附加了“在完全发育成熟时是如此”;因为某些动物在成熟之前并不显明是雄是雌,正如我们在鹅及其他某些动物中所见,但在成熟之后则显明出来。那些兼具雄与雌且确乎生育、但所生者并非同属(亦即并非同种,而是异种)的动物,正是那些并非产生自动物、而是产生自腐败的泥土以及湿润与干燥的残渣的生物,诸如蝇类、蚤类、芫青以及许多其他者;因为这些生物虽产生自腐败的质料,却具有雄与雌。事实上,蚤类、蝇类及其他者的种类都被观察到进行交配,并且生育,但所生并非同种之物:蚤类生出某种极小、极白且无足的蛆虫,而它们自身则是黑色且具足的;其他者亦类似于蚤类。 在“因为在这些动物中,对某些动物是按整个属,例如对软体动物”这一文句中,“这些”是就无血动物而言的;因为意即“因为在这些无血动物中”。由于他在指出凡从腐烂质料产生且具有雄与雌者,虽能生育却是异种,并且所生之物既非雄亦非雌,根本不能生育他物,而是始终不育之后,如下论证了它们〔所生之物〕不生育;且让这一论述以蚤类及其后代为例。并非产生自动物、而是产生自腐败质料的蚤类,生出了某种微小而白色的蛆虫。于是我们说,这样的蛆虫既非雄亦非雌,根本无法生育。如果这是虚妄的,那么相反的论断便为真。假定在这样的蛆虫中存在雄与雌以及伴随二者而来的事物,这便是交配。那么,如果蛆虫交配并由此产生动物,所生之物要么与它们同种,要么异种。如果同种,蚤类亦应当产生自同种之物;因为正如苏格拉底生出与自己同种之人,而苏格拉底之父索弗罗尼斯科斯亦产生自同种之人,同样地,既然根据假定蛆虫生出了同种之物,生出蛆虫的蚤类自身亦应当产生自与它们同种之物。然而它们并未如此产生,而是产生自腐败的质料。因此因这些缘由它们不能生出同种之物;而如果是异种,所生之物是能够交配(这等同于是否具有雄与雌)呢,还是不能?如果它们不能交配亦不具雄与雌,那么蛆虫自身亦不应当具有雄与雌;因为究竟因何种原因,蛆虫的后代虽与蛆虫异种却不具雄与雌,而蛆虫虽与蚤类异种却将具有雄与雌呢?

语法注2 条
  1. 1.0ταῦτα γὰρ ἐκ σαπείσης γεγονότα ὕλης, ἔχουσι δὲ ἄρρεν καὶ θῆλυ

    此处出现由中性复数主格分词 γεγονότα 与带连词 δέ 的限定动词 ἔχουσι 相衔接的破格结构(anacoluthon)。分词同位修饰主语 ταῦτα,而后随的 ἔχουσι δὲ 则带有强调性的让步转折含义(“虽然产生自腐败质料,却具有雄与雌”)。

  2. 1.0ἐπειδὴ τὰ σκωλήκια ὁμοειδῆ γεγέννηκε κατὰ τὴν ὑπόθεσιν, ἔδει καὶ τὰς γεγεννηκυίας αὐτὰ ψύλλας ἐξ ὁμοειδῶν γενέσθαι αὐταῖς

    以 ἔδει 搭配不定词(γενέσθαι)构成的反事实条件句后件,是归谬论证的关键环节:若假定蛆虫生出同种之物,则“生出蛆虫的蚤类自身亦应当产生自与它们同种之物(但实际上它们产生自腐败质料)”。与格 αὐταῖς 依附于 ὁμοειδῶν(“与它们同种”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:2.31-4.15