- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:39.36-41.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐罗庞努斯阐明了种子生成量极其微小的原因,指出大部分养分皆被消耗于补充身体每日的流失及促成生长,并论证了亚里士多德的论点:种子绝非出自全身的融化产物,而是天生能同各部分相似的终极养分的残余物。
σαφὲς δ’ ἂν εἴη τὸ λεγόμενον οὕτως εἰποῦσι·1 πολλῆς οὔσης τῆς καθ’ ἑκάστην ἐκ τοῦ σώματος τῶν ζῴων γινομένης ἀπορροίας πλείονος δεῖται καὶ τῆς τροφῆς, ἵνα ἀναπληρώσῃ τὸ ἐνδεὲς καὶ ἀπορρεῦσαν· καὶ οὐ μόνον δεῖται τῆς τροφῆς πρὸς ἀναπλήρωσιν τοῦ ἀπορρεύσαντος, ἀλλὰ καὶ πρὸς αὔξησιν. τούτου δὲ οὕτως ἔχοντος καὶ τῆς πρώτης τροφῆς, οἷον τοῦ ἄρτου καὶ οἴνου, μὴ διαρκούσης τοσοῦτον ἀπογεννῆσαι αἷμα ἀρκοῦν πρός γε ἀναπλήρωσιν καὶ προσέτι προσθήκην, ἀφ’ ἧς αὔξησις γενήσεται, ἢ οὐδ’ ὅλως περιττεύσει εἰς σπέρματος γένεσιν ἢ κἂν περιττεύσῃ, λίαν ὀλίγον καὶ τοῦτο, τυραννηθείσης πως τῆς φύσεως ὑπὸ τῆς ἐν τῇ ὁμιλίᾳ κινήσεως. ἐπεὶ οὖν χρεία πολλῆς τροφῆς πρὸς ἀναπλήρωσιν τοῦ ἀπορρεύσαντος καὶ ἔτι καὶ ἄλλης πλείονος, ἵνα προστεθείσης τῇ εἰς ἀναπλήρωσιν τοῦ ἀπορρεύσαντος ληφθείσῃ αὔξησις γένηται (εἰ γὰρ ὅση ἀπορρεύσειε τοσαύτη προσκριθῇ, οὐδαμῶς ἂν αὐξήσειε τὸ τρεφόμενον, ἀλλὰ δῆλον ὅτι τότε αὐξηθήσεται, ὅταν λαβὸν τὴν ἴσην τῷ ἀπορρεύσαντι προσλάβῃ καὶ ἄλλην) ἐπεὶ οὖν χρεία πολλῆς τροφῆς καὶ ἐν τῇ αὐξήσει, πῶς ἂν ἀρκέσαι ἡ πρώτη τροφή, ὥστε γίνεσθαι καὶ πολλὴν τὴν γονήν; γίνεται οὖν ἡ γονὴ οὐ κατὰ περισσείαν τῆς εἰς τὰ μέρη διαδιδομένης τροφῆς, ἀλλὰ καθ’ ὑστέρησιν μᾶλλον καὶ τυραννίδα ἀλλοτρίας κινήσεως.2 ὥσπερ γὰρ εἴ τις ἀπὸ τοῦ ἀρκοῦντος ἄρτου ἑνὶ μέρος ἀφελὼν δοίη καὶ ἄλλῳ, εἴ τις εὖ φρονῶν ὁρῴη, οὐκ ἂν εἴποι ἐκ τοῦ περισσεύματος τοῦ ἑνὸς τραφῆναι καὶ τὸν ἄλλον, ἀλλὰ μᾶλλον ἐκ τοῦ ὑστερήματος καὶ τῆς ἐλλείψεως τῆς ἀρκούσης αὐτῷ τροφῆς, οὕτω καὶ τὸ σπέρμα ἀφαίρεσίς τίς ἐστι καὶ μέρος τῆς ἀρκούσης ἑκάστῳ μέρει τροφῆς καὶ οὐ περισσεία. ὅτι δὲ ἐκ πολλῆς τροφῆς τὸ καθ’ ἡμέραν, τουτέστι καθ’ ἑκάστην ἡμέραν, πάμπαν μικρὰ γίνεται ἡ προσθήκη καὶ ἡ ἐκ ταύτης αὔξησις βραδεῖα (ἡ γὰρ ἐν πεντήκοντα φέρε εἰπεῖν ἡμέραις προσκριθεῖσα τροφὴ μόλις ἂν αὐξήσειεν ὅσον ἐστὶ τὸ τοῦ ὄνυχος πάχος) δῆλον. εἰ γὰρ ἐγίνετο ἐκ βραχείας τροφῆς οἷον ἐκ τῆς τήμερον πρὸς τῇ ἀναπληρώσει τοῦ ἀπορρεύσαντος καὶ αὔξησίς τις καὶ ἐκ τῆς εἰς αὔριον ἄλλη τις αὔξησις, καὶ οὕτως καθ’ ἑκάστην, ὑπερμεγέθη ἂν ἐγίνετο καὶ ἴσα ὄρεσι μεγάλοις τὰ τῶν ζῴων σώματα· εἰ γὰρ καὶ πάνυ βραχεῖα ἦν ἡ καθ’ ἑκάστην γινομένη αὔξησις, ἀλλὰ διὰ τὸ καὶ τὰς ἡμέρας ἐν αἷς γίνεται παμπόλλας εἶναι, μέγιστα ἂν ἐγίνετο τὰ ζῷα. Δείξας οὖν ὅτι περίττωμά ἐστιν ἡ γονὴ εὐχρήστου τροφῆς, ἐπάγει τοὐναντίον ἄρα ἢ οἱ ἀρχαῖοι ἔλεγον λεκτέον· οἱ μὲν γὰρ ἔλεγον σπέρμα καὶ γονὴν τὸ ἀπιὸν ἀπὸ παντὸς τοῦ σώματος, ἡμεῖς δέ φαμεν εἶναι σπέρμα τὸ πρὸς ἅπαντι εἶναι πεφυκός.3 πέφυκε γὰρ τὸ σπέρμα, ἐπειδὴ περίττωμά ἐστιν εὐχρήστου τροφῆς πρὸς ἅπαντι εἶναι, τουτέστιν ὅμοιον γίνεσθαι παντὶ μέρει. ὥσπερ γὰρ ἡ ἐσχάτη τροφή, ἀφ’ ἧς ἐπερίττευσε τὸ σπέρμα, γέγονε σὰρξ καὶ νεῦρον καὶ τὰ λοιπά, οὕτω καὶ τοῦτο πέφυκεν ὅμοιον γίνεσθαι τοῖς μέρεσι καὶ ἐγεγόνει ἄν, ἐπειδὴ πέφυκεν, εἰ μὴ ἡ ἀπὸ τῆς ὁμιλίας κίνησις τυραννικῶς ἀφείλετο αὐτὸ ἀπὸ τῆς φύσεως τῆς δημιουργούσης τὰ νεῦρα, τὰς σάρκας καὶ τὰ λοιπά. καὶ οἱ μὲν ἀρχαῖοι, φησί, σύντηγμα αὐτὸ ἔλεγον, ἡμεῖς δὲ περίττωμα· εὐλογώτερον γὰρ ὅμοιον εἶναι τὸ προσιὸν ἔσχατον καὶ τὸ περιττὸν γινόμενον τοῦ τοιούτου. λέγει δὲ προσιὸν ἔσχατον τὴν ἐσχάτην τροφήν, οἷον τὸ λεπτότατον αἷμα, περιττὸν δὲ τὸ σπέρμα καὶ τὴν γονήν. εἴρηται γὰρ ὅτι τοῦ τοιούτου, λέγω δὴ τοῦ προσιόντος ἐσχάτου, περιττὸν ἤτοι περίττωμά ἐστιν ἡ γονή. τὸ δὲ λεγόμενον οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ἐπειδὴ γὰρ καὶ τὸ προσιὸν ἔσχατον σάρκας ποιεῖ καὶ ὀστᾶ καὶ νεῦρα καὶ τὰ λοιπὰ ὁμοιομερῆ, ποιεῖ δὲ ταῦτα πάντα καὶ τὸ σπέρμα, εὐλογώτερόν ἐστιν ὅμοια ἀλλήλοις εἶναι τό τε αἷμα καὶ τὴν γονήν. τὰ γὰρ τῶν αὐτῶν ποιητικὰ τὰ αὐτὰ καὶ ὅμοια ἀλλήλοις ἐστίν· ἃ δὲ ποιεῖ τὸ αἷμα (ποιεῖ δέ, ὡς εἴρηται, τὰ ὁμοιομερῆ) ταῦτα πάντα ποιεῖ καὶ τὸ σπέρμα· ὅμοια ἄρα ἀλλήλοις καὶ ταὐτὰ τὸ αἷμα καὶ ἡ γονή. τὸ αἷμα οὖν, ὅπερ ἔσχατον πρόσεισι καὶ ἐσχάτη ἐστὶ τροφή, ὅμοιόν ἐστι τῇ γονῇ, ἥτις ἐστὶν αὐτοῦ περίττωμα.
如果这样说,所言之事便会清楚明白。由于动物身体每日所产生的流失甚多,故而也需要更多的养分,以补充那亏缺并流失的部分;而且需要养分不仅是为了补充流失的部分,也是为了生长。在这种情况之下,既然第一种养分(如面包和酒)不足以产生足够的血液来至少充当补充,并进而充当生长赖以产生的增加,那么要么就根本不会有剩余用于种子的生成,要么即便有剩余,这也是极少的,因为自然本性在某种程度上受到了交媾中运动的强力支配。因此,既然为了补充流失的部分需要大量养分,并且为了在加于那为补充流失部分所取的养分之上时能产生生长,还需要更多养分(因为如果附着的量仅相当于流失的量,受滋养之物便绝不会生长,显而易见,只有当它在摄取了与流失相等的量之后又额外摄取了另一份量时,它才会生长)——因此,既然在生长中也需要大量养分,第一种养分又怎能充足到使精子也大量生成呢?因此,精子的生成并非依照分配至各部分的养分的富余,而是毋宁依照不足以及外来运动的强力支配。正如若有人从足供一人所用的面包中削减一部分并分给另一人,任何头脑清醒的人目睹此事,都不会说另一个人也是靠这一人的富余得到滋养的,而是宁可说他是靠那对他原属充足之养分的不足与匮乏得到滋养的,同样,种子也是各部分充足养分的某种剥除与一部分,而非富余。另一方面,由大量养分所造成的每日——即每一天——的增加完全是微小的,由之而来的生长也是缓慢的,这是显而易见的(例如,在五十天里附着的养分恐怕仅能使之增长如同指甲厚度的一点点)。因为如果由少量的养分——如今天的养分——在补充流失之外还能产生某种生长,由明天的养分产生另一种生长,并且每天如此,动物的身体就会变得极其庞大,如同巍峨大山一般了;因为即便每日发生的生长极度微小,但由于其发生的天数极其众多,动物也会变得极其巨大。因此,在表明了精子是有益养分的残余物之后,他补充道:“因此必须说出与古人相反的话;因为他们说种子与精子是从整个身体中脱离出来的东西,而我们则说种子是天生适于在每一部分面前存在的东西。”因为种子既然是有益养分的残余物,它便天生适于在每一部分面前存在,也就是说,变得同每一部分相似。因为正如种子所由之剩余的终极养分变成了肌肉、筋腱及其他部分一样,它自身也天生适于变得同各部分相似,而且既然它具有这种天性,若非交媾而来的运动强暴地将其从造作筋腱、肌肉及其他部分的自然本性那里夺走,它本就会变成这些的。他说,古人称其为融化产物,我们则称其为残余物;“因为那最终临近之物与由这样之物生成的剩余之物彼此相似,乃是更为合情合理的。”他所谓“最终临近之物”是指终极养分,即最精细的血液,而“剩余之物”则是指种子与精子。因为正如所说,精子乃是此种事物——即最终临近之物——的剩余,亦即残余物。而所言之事如此被引出,犹如他在说:因为既然最终临近之物能够制造肌肉、骨骼、筋腱及其他同质部分,而种子也制造这一切,那么血液与精子彼此相似就是更为合情合理的。因为产生相同事物的原因彼此相同且相似;而血液所制造的(如前所述,制造同质部分),种子也全部制造;因此血液与精子彼此相似且同一。因此,作为最终临近者且作为终极养分的血液,与作为其残余物的精子乃是相似的。
- 1.13σαφὲς δ’ ἂν εἴη τὸ λεγόμενον οὕτως εἰποῦσι
与格分词 εἰποῦσι 表示判断的主体或关涉者(“若按如下方式表述,对于述者而言所言之事便会清楚”),起到了相当于条件从句(εἰ οὕτως εἴποιμεν)的作用,并与主句的潜在希求法 ἂν εἴη 相呼应。
- 1.13ἀλλὰ καθ’ ὑστέρησιν μᾶλλον καὶ τυραννίδα ἀλλοτρίας κινήσεως
介词 κατά 支配两个并列的宾格名词 ὑστέρησιν 与 τυραννίδα,用以解释一个悖论:精子并不是作为分配给各部分的养分的自然多余(περισσεία)而产生,而是宁可由于亏缺以及外来运动(交媾)的强暴压制而产生。ἀλλοτρίας κινήσεως 作为主格性属格修饰 τυραννίδα。
- 1.13πρὸς ἅπαντι εἶναι πεφυκός
引自亚里士多德原文(725a11-13)。与古人的全躯出说(ἀπὸ παντὸς ἀπιέναι,“来自全身”)相对立,介词 πρός 加与格直译为“存在于每一部分之处”;注释者在后文中直接将其语法内涵转释为“变得同每一部分相似”(ὅμοιον γίνεσθαι παντὶ μέρει)。
