- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:38.14-39.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者根据亚里士多德的论述证明种子并非无用养分的残余物,而是终极有用养分(血液)的残余物,并阐明血液因交媾中的热等因素而被消化转变为种子而非肌肉的机制。
τὰ μὲν οὖν τῆς ἀχρήστου καὶ εὐχρήστου τροφῆς περιττώματα ταῦτα· σκεπτέον δὲ ποίας τροφῆς ἐστι τὸ σπέρμα περίττωμα. τῆς μὲν οὖν ἀχρήστου τροφῆς ὅτι οὐκ ἔστι, δῆλον· τοῖς γὰρ κάκιστα διακειμένοις διὰ νόσον ἢ ἡλικίαν πάνυ πρεσβυτικὴν περίττωμα μέν ἐστιν ἀχρήστου τροφῆς, σπέρμα δὲ οὐδαμῶς· ὥστε εἴπερ ἦν τὸ σπέρμα ἀχρήστου περίττωμα τροφῆς, τοῖς κάκιστα διακειμένοις ἔδει τοῦθ’ ὑπάρχειν· ἔχουσι γὰρ ἀχρήστου τροφῆς πολὺ περίττωμα. οὐκ ἄρα ἐστὶν ἡ γονὴ περίττωμα ἀχρήστου τροφῆς· εὐχρήστου ἄρα τροφῆς περίττωμα καὶ μέρος τί ἐστι τὸ σπέρμα, μέρος δὲ εἶπε, διότι πᾶν τὸ περιττεῦσαν μέρος ἐστὶ τοῦ ἀφ’ οὗ ἐπερίττευσε. καὶ ἐπεὶ τῆς εὐχρήστου τροφῆς ἡ μέν ἐστι πρώτη οἷον ἄρτος, οἶνος καὶ τὰ ὅμοια, ἡ δὲ ἐσχάτη, ἥτις προσκρίνεταί τε καὶ τρέφει ἕκαστον τῶν μορίων, τοῦτο δέ ἐστι τὸ λεπτότατον αἷμα, οὐ τῆς πρώτης τροφῆς ἐστιν ἡ γονὴ περίττωμα, ἀλλὰ τῆς ἐσχάτης. χρησιμώτατον οὖν καὶ χρησιμωτάτη τροφὴ τὸ ἔσχατον, οἷον τὸ αἷμα, ἐξ οὗ ἤδη γίνεται καὶ τρέφεται ἕκαστον τῶν μορίων. ταύτης οὖν τῆς ἐσχάτης τροφῆς περίττωμά ἐστιν ἡ γονή· τὸ γὰρ γεγονὸς αἷμα ἐκ τῆς πρώτης τροφῆς λεπτυνόμενον ὑπὸ τῆς φύσεως καὶ πεττόμενον (πρῶτον γὰρ λεπτύνεται καὶ οὕτω συμπέττεται) καὶ μεριζόμενον πρὸς ἕκαστον τῶν μορίων καὶ προσκρινόμενον διόλου καὶ συνεχῶς αὐτοῖς. τούτου τοῦ λεπτοτάτου αἵματος ὅσον ἂν μὴ κρατηθῇ1 ὑπὸ τῆς φύσεως (ὀλίγον δὲ πάμπαν ἐστὶ τὸ μὴ κρατηθέν) τούτου οὖν ὁπόσον μὴ κρατηθῇ μηδὲ οὕτως πεφθῇ, ὥστε σὰρξ γενέσθαι, ἀλλ’ ἐναπομείνῃ συμπεφθὲν καὶ ἀλλοιωθὲν ἄλλην τινὰ ἀλλοίωσιν καὶ πέψιν, γίνεται σπέρμα ἀλλοιότερον πάντως ὂν τοῦ αἵματος. εἰ γὰρ τὴν αὐτὴν ἠλλοιώθη καὶ ἐπέφθη πέψιν, ἣν καὶ τὸ γεγονὸς σὰρξ2 καὶ μὴ ἄλλην, ἐγεγόνει ἂν καὶ αὐτὸ σάρξ· ὥστε ἠλλοιώθη μὲν καὶ ἐπέφθη, ἀλλοιοτέραν δέ. ἐν ὀλίγοις μὲν οὖν τῶν ζῴων καὶ ὀλιγάκις τὸ τοιοῦτον αἷμα ὑπ’ αὐτῆς, ὡς εἴρηται, τῆς φύσεως πρὸ τοῦ καιροῦ τῆς ὁμιλίας συμπέττεται τὴν τοιαύτην πέψιν, ἐξ ἧς συνίσταται καὶ οὐσίωται τὸ σπέρμα καὶ ἡ γονή. ὁ μὲν γὰρ σκοπὸς καὶ τὸ κυριώτατον καὶ πρῶτον βούλημα τῆς φύσεώς ἐστι τὸ ταύτην ἀλλοιῶσαι τὸ αἷμα τὴν ἀλλοίωσιν, ἀφ’ ἧς σάρκες γενήσονται καὶ τὰ λοιπά· ὅταν δὲ ἀδυνατήσῃ τοῦτο ποιῆσαι, τότε κατὰ δεύτερον λόγον κινεῖ καὶ ἄγει αὐτὸ εἰς γονῆς καὶ σπέρματος φύσιν καὶ εἶδος, καὶ ἐπὶ τούτῳ τινὲς τῶν ἀνθρώπων καί τινα τῶν ζῴων ἔχουσι καὶ πρὸ τοῦ καιροῦ τῆς ὁμιλίας γονήν. ὡς οὖν εἴρηται, ἐν ὀλίγοις καὶ ὀλιγάκις, ἐπειδὰν ἀδυνατήσῃ ἡ φύσις τὸ οἰκεῖον ποιῆσαι βούλημα, πρὸ τοῦ καιροῦ τῆς ὁμιλίας τὴν τοιαύτην πέψιν καὶ γένεσιν τῆς γονῆς ἀπεργάζεται, τὰ πολλὰ δὲ καὶ ἐν τοῖς πλείστοις ἐν αὐτῷ τῷ τῆς ὁμιλίας καιρῷ· τότε γὰρ καὶ τὸ ἤδη γινόμενον καὶ εἰς εἶδος σαρκὸς ἀγόμενον αἷμα πέττεται καὶ ἀλλοιοῦται ἀλλοίωσιν, καθ’ ἣν γίνεται ἡ γονή. πέττεται δὲ τὴν τοιαύτην πέψιν ὑπὸ τῆς ἐγγινομένης θερμότητος ἐκ τῆς ἐν τῷ συνδυασμῷ κινήσεως. ἡ γὰρ τοιαύτη κίνησις καὶ ἡ ἐκ ταύτης θερμότης σφοδροτέρα οὖσα τῆς φυσικῆς κινήσεως ἁρπάζει τὸ πεττόμενον ὑπὸ τῆς φύσεως καὶ ἤδη γινόμενόν τε καὶ ἀγόμενον εἰς σάρκα, καὶ ἄγει εἰς εἶδος καὶ φύσιν γονῆς. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις ἐροῦμεν, ὁπηνίκα καὶ οὗτος περὶ τούτων λέγει· ἐπανιτέον δὲ ὅθεν ἐξέβημεν. ἐλέγομεν δὲ διττὸν εἶναι τὸ περίττωμα, καὶ τῆς μὲν πρώτης τροφῆς τὸ πρῶτον περίττωμα τὸ φλέγμα, τὸ δὲ τῆς ἐσχάτης καὶ τελευταίας περίττωμα τροφῆς τὴν γονήν. πᾶν γὰρ ὃ μὴ ἤχθη πρὸς ὃ ἠβούλετο ἡ φύσις, κἂν εὔχρηστον ᾖ, περίττωμα λέγεται. ἐπεὶ οὖν καὶ τὸ αἷμα οὐκ εἰς σάρκα, ὅπερ ἦν σκοπὸς τῆς φύσεως, ἀλλ’ εἰς γονῆς εἶδος ἐτράπη, εἰκότως περίττωμα ἂν λεχθείη τῆς ἐσχάτης τροφῆς ὡς περιττεῦσαν καὶ μὴ εἰς σάρκα ἀχθέν. τῆς μὲν οὖν πρώτης, ὥσπερ εἴρηται, τροφῆς καὶ πρῶτον περίττωμα τὸ φλέγμα ἐστί. τὸ δὲ τελευταῖον ἐκ πλείστης τροφῆς ὀλίγιστον, τουτέστι τὸ δὲ τελευταῖον περίττωμα, ὅπερ ἐστὶ τὸ σπέρμα καὶ ἡ γονή, ἐκ πολλῆς τροφῆς ὀλίγον γίνεται. καὶ τὴν αἰτίαν δι’ ἣν ἐκ πολλοῦ αἵματος καὶ πολλῆς τροφῆς ὀλίγον γίνεται περίττωμα καὶ σπέρμα ἐπάγων εἶπεν ἐννοεῖν δὲ δεῖ ὅτι μικρῷ αὐξάνεται τὰ ζῷα καὶ τὰ φυτὰ τὸ καθ’ ἡμέραν πᾶν.
无用养分与有益养分的残余物便是这些;但我们必须考察,种子是何种养分的残余物。首先,它不是无用养分的残余物,这是显而易见的;因为对于那些因疾病或极度衰老而处于极差状态的人来说,确实存在无用养分的残余物,但绝无种子;因此,如果种子是无用养分的残余物,处于极差状态的人就应当具有它,因为他们具有大量无用养分的残余物。可见,精子并非无用养分的残余物;因此,种子是有益养分的残余物以及某种部分——他说“部分”,是因为一切剩余之物都是其所由之剩余者的部分。而且,既然在有益养分中,一种是第一位的,如面包、酒及诸如此类之物,另一种则是终极的,即附着于各部分并滋养各部分的——这也就是最精细的血液——所以精子不是第一种养分的残余物,而是终极养分的残余物。因此,终极之物,即血液,作为各部分已经从中生成并受到滋养的东西,乃是最高度有用之物与最高度有用的养分。因此,精子正是这终极养分的残余物。因为由第一种养分所生成的血液,受到自然本性的精细化和消化(因为它首先被精细化,并如此被彻底消化),并被分配到各部分且完全、持续地附着于它们——在这最精细的血液中,凡未被自然本性所制服的部分(未被制服的乃是极少数)——在其中凡未被制服、亦未被消化至成为肌肉,反倒残留下来、被彻底消化并转变成某种别样的质变与消化的东西,便成为完全不同于血液的种子。因为如果它经历了与那已成为肌肉之物相同的质变和消化而非别的,它自身也就会成为肌肉了;因此它确实经历了质变与消化,却是经历了另一种。因此,在少数动物中且极少发生的是,如前所述,这种血液在交媾之际前被自然本性自身彻底消化为这样一种消化,由之构成并实体化为种子与精子。因为自然本性的目的以及最主要的、第一位的意志,乃是将血液转变为肌肉及其他部分赖以生成的质变;但每当它无力做到这一点时,它便退而求其次地推动它并将其引向精子与种子的本性及形式,因此某些人与某些动物在交媾之际前也拥有精子。因此正如所说,在少数个体中且极少发生的是,当自然本性无力达成自身固有的意志时,它在交媾之际前实现精子的这种消化与生成,但在绝大多数情况下且在大多数个体中,是在交媾之际本身中实现的;因为在那时,甚至连已经在生成并正被引向肌肉形式的血液,也受到消化并转变成精子赖以生成的质变。而且它被交配中的运动所产生的热消化为这样一种消化。因为这种运动以及由之而来的热比自然运动更为剧烈,掠夺了正被自然本性消化且已经在生成并正被引向肌肉之物,并将其引向精子的形式与本性。不过关于这些,在他讨论它们时我们亦将再次论及;现在必须回到我们偏离之处。我们曾说残余物是双重的,第一种养分的第一种残余物是黏液,而终极且最后的养分的残余物则是精子。因为凡未被引向自然本性所期望之目的的东西,即便是有益的,也被称为残余物。因此,既然血液也未转向作为自然本性目的的肌肉,而是转向了精子的形式,那么作为剩余且未被引向肌肉之物,它理应被称为终极养分的残余物。因此,正如所言,第一种养分的第一种残余物是黏液。“而最后者是从最多的养分中生成的极少量”,也就是说,作为种子与精子的最后残余物,是从大量养分中生成少量的。并且他在引出何以从大量血液与大量养分中生成少量残余物与种子的原因时说道:“必须考虑到,动物与植物在每一整天中仅增长微量。”
- 1.13τὸ γὰρ γεγονὸς αἷμα ... τούτου τοῦ λεπτοτάτου αἵματος ὅσον ἂν μὴ κρατηθῇ ... τούτου οὖν ὁπόσον μὴ κρατηθῇ
句首的主格短语 τὸ γὰρ γεγονὸς αἷμα 及其伴随的分词群(λεπτυνόμενον, πεττόμενον, μεριζόμενον, προσκρινόμενον)构成悬垂主格(nominativus pendens);句式发生破格后,由属格 τούτου τοῦ λεπτοτάτου αἵματος 以及复指词 τούτου οὖν 重新引出,充当关系从句(ὅσον ἂν μὴ κρατηθῇ / ὁπόσον μὴ κρατηθῇ...)的先行词。主句的核心结构为:此未被制服者变为种子(γίνεται σπέρμα)。
- 1.13ἠλλοιώθη καὶ ἐπέφθη πέψιν, ἣν καὶ τὸ γεγονὸς σὰρξ
名词 πέψιν 作为同族宾语(内部宾格)依附于被动语态动词 ἠλλοιώθη καὶ ἐπέφθη,表示所经受消化的具体方式。关系代词 ἣν 同样以 πέψιν 为先行词,并在省去了被动动词(ἐπέφθη)的结构中充当内部宾格。
