← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§41.21-43.6

论精子是残余物而非融化物

费罗波诺斯借用颜料的比喻阐明精子是血液的残余物,并通过产仔数量、排泄部位的限定、射精后的虚脱感以及年龄与疾病等论据,论证了精子是残余物而非融化产物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#4

ἀνδρείκελον δὲ λέγεται ἡ εἰκὼν φέρε εἰπεῖν τοῦ Σωκράτους ἡ ἐκ χρωμάτων ὑπὸ ζωγράφου ποιηθεῖσα.1 ὥσπερ οὖν ἐπὶ τῆς ζωγραφίας τὰ περιττεύσαντα ἐν οἷς εἰσιν ἀγγείοις χρώματα ὅμοιά εἰσι τοῖς ἀναλωθεῖσιν εἰς γένεσιν καὶ ποίησιν τοῦ ἀνδρεικέλου, οὕτως καὶ τὸ περίττωμα ἡ γονὴ ὁμοία ἐστὶ τῷ ἀναλωθέντι αἵματι εἰς γένεσιν σαρκὸς καὶ τῶν ἄλλων ὁμοιομερῶν. εἰπὼν δὲ τὸ σπέρμα ὅμοιον εἶναι τῷ ἀφ’ οὗ ἐπερίττευσεν αἵματι (φαίνονται δὲ διάφορα· ἔστι γὰρ τὸ μὲν αἷμα ἐρυθρόν, τὸ δὲ σπέρμα λευκόν) ἐπήγαγε συντηκόμενον δὲ καὶ φθειρόμενον πᾶν ἐξίσταται τῆς φύσεως.2 ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστι· τῇ μὲν δυνάμει τὸ σπέρμα ὅμοιόν ἐστι τῷ αἵματι, γίνεται δὲ λευκὸν διὰ τὸ συντήκεσθαι καὶ ἀλλοιοῦσθαι ὑπὸ τῆς ἐν τῇ ὁμιλίᾳ γινομένης κινήσεως. καὶ ἐνταῦθα μὲν περὶ τῆς λευκότητος αὐτοῦ τοσοῦτον εἶπεν, ἀκριβέστερον δὲ ἐρεῖ περὶ τούτου ἐν τῷ ἐφεξῆς βιβλίῳ. ὅτι δὲ τὸ σπέρμα οὐκ ἔστι σύντηγμα, πρὸς τοῖς εἰρημένοις τεκμήριον ἱκανὸν καὶ τὸ τὰ μεγάλα τῶν ζῴων ὀλιγοτόκα εἶναι· ἐπειδὴ γὰρ ἐν αὐτοῖς πολὺ γίνεται τὸ σύντηγμα, εἴπερ ἦν τὸ σπέρμα σύντηγμα, ἦν ἂν ἐν αὐτοῖς πολὺ τὸ σπέρμα· εἰ δὲ τοῦτο, ἦσαν ἂν καὶ πολυτόκα. Ἔτι τοῖς μὲν συντήγμασιν οὐδεὶς γέγονε τόπος ἀφωρισμένος, ἀλλὰ ῥεῖ, ὅπου ἂν εὐοδήσῃ καὶ συρρεύσῃ, εἴτε διὰ τοῦ αἰδοίου εἴτε διὰ τῆς ἕδρας· τοῖς δὲ κατὰ φύσιν ἅπασι περιττώμασιν ἀφώρισεν ἡ φύσις τόπους· ὥστε ἐπεὶ καὶ τῷ σπέρματι τόπος ἀφώρισται, περίττωμά ἐστι καὶ οὐ σύντηγμα. καὶ τεκμήρια τὰ συμβαίνοντα ὅτι τὸ εἰρημένον σπέρμα ἐστί. ταῦτα δὲ συμβαίνει. ταῦτα δὲ λέγει τὰ συμβαίνοντα ἀπὸ τοῦ σπέρματος. εἰπὼν δὲ πρὸ ὀλίγου “ἀρχὴ δὲ καὶ ταύτης τῆς σκέψεως καὶ τῶν ἑπομένων πρῶτον λαβεῖν περὶ σπέρματος τί ἐστιν· οὕτω γὰρ καὶ περὶ τῶν ἔργων αὐτῶν καὶ τῶν περὶ αὐτὰ συμβαινόντων μᾶλλον ἔσται εὐθεώρητον” (εἴπομεν δὲ ἡμεῖς ταύτην μετερχόμενοι τὴν λέξιν “τίνα δὲ τὰ συμβαίνοντα, αὐτὸς μετ’ ὀλίγον ἐρεῖ καὶ ἡμεῖς ὑπομνήσομεν ἐν τῷ τόπῳ γενόμενοι”) εἰπὼν οὖν ὅτι πρῶτον δεῖ λαβεῖν τί ἐστι τὸ σπέρμα καὶ ἀποδοὺς αὐτὸ περίττωμα τῆς ἐσχάτης καὶ μᾶλλον εὐχρήστου τροφῆς, νῦν λέγει καὶ περὶ τῶν ἑπομένων. μαρτυρεῖν γάρ φησι καὶ τὰ συμβαίνοντα καὶ ἐπακολουθοῦντα τῷ σπέρματι ὅτι ἡ φύσις τοῦ σπέρματος περίττωμά ἐστι τῆς ἐσχάτης καὶ μᾶλλον εὐχρήστου τροφῆς. ἡ γὰρ γινομένη ἔκλυσις καὶ ἀδυναμία ἐλαχίστου σπέρματος ἀφ’ ἡμῶν ἀπιόντος διαρρήδην βοᾷ· γίνεται γὰρ ἡ ἔκλυσις στερισκομένων τῶν σωμάτων τοῦ ἐκ τῆς τροφῆς γινομένου τέλους καὶ ἀναπληρώματος. ὃ γὰρ ἤμελλε τροφὴ γενέσθαι καὶ ἤδη ἐγένετο συντακέν πως καὶ δι’ ἀλλοιώσεως ὑποστρέψαν ἐκ τῆς εἰς ἣν ἤγετο φύσεως καὶ εἴδους εἰς φύσιν σπέρματος ἐξῆλθεν ἄτροφον καταλιπὸν τὸ σῶμα.3 πάντως δὲ ὅτι τῇ ἐνδείᾳ ἔκλυσις παρέπεται, οὐ δεῖ δεικνύναι· ἴσμεν γὰρ ἅπαντες τοῦτο. πολλάκις δὲ εἴπομεν ὅτι ὑπὸ τῆς ἐν τῇ ὁμιλίᾳ σφοδρᾶς γινομένης κινήσεως εἰς φύσιν σπέρματος ἡ τροφὴ τρέπεται, ὅμως ὑπομιμνησκέσθω καὶ νῦν. ἰστέον δὲ ὅτι οὐ πᾶσι παρέπεται ἔκλυσις, ἀλλὰ ὅσοις γίνεται τὸ σπέρμα ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ, διὰ τὸ στερίσκεσθαι τῆς οἰκείας τροφῆς· ὅσοις δὲ τοῦτο συμβαίνει γίνεσθαι πρὸ τοῦ τῆς ὁμιλίας καιροῦ (ὀλίγοις δὲ πάντως) καὶ πλεονάσει διά τε τὸ προϋπάρχον καὶ διὰ τὸ ἐν τῷ τῆς ὁμιλίας καιρῷ ἐξ ἀνάγκης γινόμενον, τούτοις μᾶλλον κουφισμός, ἀλλ’ οὐκ ἔκλυσις γίνεται4 διὰ τὸ βάρος ἐμποιεῖν περὶ τοὺς νεφροὺς πλεονάσαν, καὶ μᾶλλον ὅταν ἐξερχόμενον συνεξάξῃ καὶ ἄλλα τινὰ περιττώματα, μᾶλλον ἐμποιεῖ κουφισμὸν τῷ σώματι. ζητήσειε δ’ ἄν τις, εἰ τοῖς πλείστοις ἐν τῷ καιρῷ τῆς ὁμιλίας γεννᾶται τὸ σπέρμα, πῶς μὴ προϋπάρχοντος σπέρματος τοῦ διερεθίζοντος ὅμως κινεῖται καὶ ὀρέγεται τὰ ζῷα. ἢ οὐ πάντῃ πάντως ὑπὸ μόνου τοῦ σπέρματος διερεθίζεται, ἀλλὰ μᾶλλον καὶ μάλιστα ὑπὸ τῆς γεννητικῆς δυνάμεως τῆς ψυχῆς. εἰ δὲ συμβαίη γενέσθαι πρὸ τῆς ὁμιλίας σπέρμα, δῆλον ὅτι διερεθίζεται καὶ ὑπὸ τούτου. ἔτι, φησί, σύντηγμα μὲν γίνεται καὶ ἐν τῇ πρώτῃ ἡλικίᾳ καὶ ἐν γήρᾳ καὶ ἐν νόσοις, σπέρμα δὲ οὐδαμῶς· οὐκ ἄρα σύντηγμα τὸ σπέρμα.

所谓肖像(andreikelon),例如是指画家用颜料制作的苏格拉底画像。正如在绘画中,器具中所剩余的颜料同那些为肖像的生成和制作所消耗的颜料相似一样,作为残余物的精子也同为肌肉及其他同质部分的生成所消耗的血液相似。在他指出种子与它所由之剩余的血液相似之后(然而它们看起来是不同的;因为血液是红色的,而种子是白色的),他补充道:“当融化和败坏时,一切事物都脱离其自然本性。”而他潜在的意思乃是如此:在潜能上种子与血液相似,但由于交媾中所产生的运动而被融化和改变,从而变成了白色。在此处他关于其白色的论述仅止于此,但在接下来的那一卷中他将对此作更精确的讨论。除了所说的事情之外,大型动物产仔少也是证明种子不是融化产物的充分证据;因为既然在它们体内融化产物大量产生,如果种子是融化产物,那么它们体内的种子就会很多;而如果是这样,它们也就该是多产的了。此外,对于融化产物并没有规定任何确定的场所,而是哪里通畅并汇集它就流向哪里,无论是通过阴部还是通过肛门;但对于所有合乎自然本性的残余物,自然本性都规定了场所;因此,既然种子也有规定的场所,它便是残余物而非融化产物。而且[他说],“所发生的事情也是表明所述之物为种子的证据。”而这些事情确实发生;他所谓的“这些”,是指由种子引起的事情。他在不久前曾说:“这一考察以及随之而来的诸事的开端,首先在于把握关于种子它是何物;因为这样一来,关于它们自身的作用以及围绕它们发生的事情就会更容易考察”(我们在处理这一语句时曾说:“至于发生的事情是哪些,他不久后会亲自讲明,我们到达该处时也会提醒”);因此,在指出首先必须把握种子是何物,并将其规定为终极的、更有益的养分的残余物之后,他现在也谈论随之而来的诸事了。因为他说,伴随并追随种子的事情也作证说,种子的自然本性乃是终极的、更有益养分的残余物。因为当极微量的种子从我们身上排泄出去时所产生的虚脱和无力明确地昭示了这一点;因为虚脱之所以产生,乃是由于身体被剥夺了由养分所带来的终结与补充。因为那原本将要成为养分且已经成为养分的东西,在某种程度上被融化,并通过改变从它本来被导向的自然本性与形式倒退回种子的自然本性,排泄了出去,留下了未受滋养的身体。无论如何,匮乏伴随着虚脱,这是不需要证明的;因为我们所有人都知道这一点。而养分是在交媾中产生的剧烈运动下转化为种子的自然本性的,这一节我们虽已多次讲过,但现在仍当提醒。然而应当知道的是,虚脱并非伴随所有人,而只伴随那些在交合之时生成种子的人,这是由于被剥夺了应有的养分;但在那些在交媾时刻之前就产生这种情况的人身上(无论如何这是少数人),且种子由于原先存在的以及在交媾之时必然生成的两方面原因而过多,对这些人而言,由于种子过多在肾脏周围造成沉重感,所产生的宁可是轻松而非虚脱;尤其是当它排出时连带排出某些其他残余物时,就给身体带来更大的轻松。然而有人可能会探问:如果对大多数人而言种子是在交媾之时生成的,那么在没有预先存在的种子进行刺激的情况下,动物又如何仍会躁动并产生欲望呢?抑或,动物并非全盘完全仅由种子刺激,而是宁可且首要地由灵魂的生殖能力所刺激。但如果恰巧在交媾前生成了种子,显而易见它也会受到此物的刺激。他说,此外,融化产物在幼年、老年和疾病中都会产生,种子却绝不产生;因此种子不是融化产物。

语法注4 条
  1. 1.13ἀνδρείκελον δὲ λέγεται ἡ εἰκὼν φέρε εἰπεῖν τοῦ Σωκράτους ἡ ἐκ χρωμάτων ὑπὸ ζωγράφου ποιηθεῖσα.

    ἀνδρείκελον 在此处作表语主格,主语为后带定冠词的短语 ἡ εἰκὼν ... τοῦ Σωκράτους。注释者在此对亚里士多德原文中的词汇 ἀνδρείκελον(肖像、人体画像)进行定义和阐释。

  2. 1.13συντηκόμενον δὲ καὶ φθειρόμενον πᾶν ἐξίσταται τῆς φύσεως

    引用自亚里士多德本文的语句。πᾶν 为主语,分词 συντηκόμενον 与 φθειρόμενον 修饰该主语,或充当环境分词(时间/条件:“一切事物在融化和败坏时脱离……”)。费罗波诺斯将其解释为血液通过改变变白(成为精子)的过程。

  3. 1.13ὃ γὰρ ἤμελλε τροφὴ γενέσθαι καὶ ἤδη ἐγένετο συντακέν πως καὶ δι’ ἀλλοιώσεως ὑποστρέψαν ἐκ τῆς εἰς ἣν ἤγετο φύσεως καὶ εἴδους εἰς φύσιν σπέρματος ἐξῆλθεν ἄτροφον καταλιπὸν τὸ σῶμα.

    主句的主语由关系代词分句 ὃ ἤμελλε τροφὴ γενέσθαι καὶ ἤδη ἐγένετο(“那原本将要成为养分且已经成为养分的东西”)实体化。中性分词 συντακέν 与 ὑποστρέψαν 与该主语一致,指向主动词 ἐξῆλθεν(“排泄出去”),并伴随副词性分词 καταλιπόν。

  4. 1.13τούτοις μᾶλλον κουφισμός, ἀλλ’ οὐκ ἔκλυσις γίνεται

    这是承接前述条件性关系从句 ὅσοις δὲ τοῦτο συμβαίνει...(“但在那些出现这种情况的人身上……”)的主句。与格 τούτοις 为关涉与格(“对这些人而言”)。μᾶλλον... ἀλλ' οὐκ 构成强烈的对比(“宁可是轻松,而不是虚脱”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:41.21-43.6